Συνολικές προβολές σελίδας

Σάββατο 26 Νοεμβρίου 2011

26 ΝΟΕΜΒΡΙΟΥ ΑΚΑΚΙΟΥ ΟΣΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΚΑΚΙΟΥ
ΤΟΥ ΕΝ Τῌ ΚΛΙΜΑΚΙ.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς
Στιχηρὰ Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἐν τῷ Λάτρῳ ἀθλήσαντα ὑπὲρ ἄνθρωπον, Ἀκάκιον τιμῶμεν, ταπεινώσεως τύπον, στῦλον μοναζόντων καὶ βιαστῶν, βασιλείας τὸ πρότυπον, ὑπακοῆς ἀκροθίνιον θαυμαστόν, καὶ μαρτύρων ἐγκαλλώπισμα.

Τῶν μοναχῶν αἱ χορείαι σεπτῶς εὐφραίνονται, Ἀκάκιον ὁρῶσαι, μετὰ δήμων Ἀγγέλων, ᾄδοντα σὺν τούτοις, θεοπρεπῶς, τῷ Ἀρνίῳ καὶ λέγοντα· τοὺς ὑπακούοντας σῶσον Υἱὲ Θεοῦ, ὡς κἀμὲ Λόγε Φιλάνθρωπε.

Ὑπακοῆς τὸ ὑπόδειγμα ἐπαινέσωμεν, Ἀκάκιον τὸν θεῖον, μοναχῶν μέγα κλέος, κόσμον ἀσκουμένων καὶ ἀθλητῶν, ταπεινώσεως πρότυπον, τῆς ἀκακίας ὑπόδειγμα ἀκριβές, καὶ συγγνώμης θεῖον ἄγαλμα.

Τῆς ἡσυχίας τὸ ἄνθος ἀνευφημήσωμεν, Ἀκάκιον ἐν ὕμνοις, ἀρετῆς προβολέα, στήριγμα μαρτύρων καὶ μοναχῶν, καὶ σωτῆρα τοῦ Γέροντος, καθυπομείναντα τούτου τοὺς αἰκισμούς, μέχρι βίου τελειώσεως.
Δόξα. Ἦχος β’.
Δεῦτε τῶν μοναστῶν τὰ στίφη, τὸ τῆς ἀδιακρίτου καὶ τυφλῆς ὑπακοῆς πανθαύμαστον ὑπόδειγμα, Ἀκάκιον τὸν τρισόλβιον, ὕμνοις ἐγκωμίων ἀνυμνήσωμεν. Οὗτος γὰρ εὐρύχωρον τοῦ Ἁγίου Πνεύματος δοχεῖον γενόμενος, καὶ τήν του Γέροντος αὐτοῦ βιαιότητα μέχρις αἵματος καθυπομείνας, τῆς οὐρανίου βασιλείας κατηξιώθη. Αὐτοῦ ταῖς πρεσβείαις, διὰ τῆς τῶν θείων προσταγμάτων ἀποδοχῆς, καὶ πιστῆς αὐτῶν τηρήσεως, καὶ ἡμεῖς τοῦ αἰωνίου σαββατισμοῦ ἀξιωθείημεν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε περιχαρῶς, τιμήσωμεν ἐν ὕμνοις, Ἀκάκιον τὸν θεῖον, ὑπακοῆς τελείας, ὑπόδειγμα πανθαύμαστον.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τέκνον ὑπακοῆς, Ἀκάκιον τιμῶμεν, τυφλῆς καὶ ὑπὲρ λόγον, δι’ αἵματος λαβόντα, τὸ Πνεῦμα τὸ Πανάγιον.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ἄριστον ὁδηγόν, τῶν μοναχῶν καὶ τύπον, Ἀκάκιον ἐν λόγοις, τιμήσωμεν ἐνθέως, ὡς ὅσιον καὶ μάρτυρα.
Δόξα. Τριαδικόν. Ὅμοιον.
Λόγον σὺν τῷ Πατρί, καὶ Πνεύματι Ἁγίῳ, τιμήσωμεν ἐν πίστει, μονάδα κατ’ οὐσίαν, Θεὸν τὸν Παντοκράτορα.
Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, σαρκώσασα τὸν Λόγον, λιταῖς τοῦ Ἀκακίου, περίσκεπε ὡς Μήτηρ, τῶν μοναχῶν τὰ τάγματα.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος δ’. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἀπενέκρωσας, καὶ ψυχὴν ἐζώωσας δι’ ἀσκήσεως, καὶ ἀρετῶν τελειότητος, ἐντεῦθεν καὶ ὤφθης, ὡς ζῶν, μετὰ τέλος ἀληθῶς, ὡς γὰρ ὕπνος λελόγισται, σοὶ ὁ θάνατος, πρὸς Θεὸν μεταστάντι καὶ εἰς χεῖρας, τὴν ψυχὴν παραθεμένῳ, αὐτοῦ Ἀκάκιε ἔνδοξε. (δίς).

Τῶν παθῶν κατεκοίμησας, τάς ὀρέξεις Ἀκάκιε, ἀγρυπνίαν πάννυχον ὡς κτησάμενος, ὑπακοὴν καὶ ταπείνωσιν, μελέτην τε θείων Γραφῶν, καὶ καρδίαν καθαράν, καὶ νοῦν ἀνεπιθόλωτον· ὅθεν γέγονας, καὶ δοχεῖον τοῦ Πνεύματος Ἁγίου, τάς ἀκτῖνας τῶν θαυμάτων, ἐναπαστράπτων τοῖς πέρασι.

Τὴν τοῦ κόσμου προσπάθειαν, παντελῶς βδελυξάμενος, ἀπαθείας ὄργανον ἐχρημάτισας, φιλοσοφίας δὲ ἔνδοξε, ἐμπράκτῳ ὀχήματι, ἀνυψώθης πρὸς αὐτό, ἐφετὸν τὸ ἀκρότατον, καὶ κατώπτευσας, μυστικῇ θεωρίᾳ ἀθεάτων, τὰ ἀμήχανα καὶ θεῖα, κάλλη Ἀκάκιε πάνσοφε.

Ἀκακίας ἐπώνυμος, πεφυκὼς διὰ πράξεως, ἀληθῶς Ἀκάκιε ἐχρημάτισας, ἔργῳ τε λόγον πιστούμενος, ὡς κλῆσιν κατάλληλον, φερωνύμως ἀληθῶς, ἐκ προνοίας τῆς ἄνωθεν· τῇ γὰρ κλίμακι, ἀρετῶν τῶν ἐνθέων κεχρημένος, ὕψος ἔφθασας τῆς ἄνω, ὑπερκοσμίου λαμπρότητος.

Μοναχῶν τὸ ὑπόδειγμα, ἀθλητῶν τὸ ἀγλάϊσμα, ἐν ᾠδαῖς τιμήσωμεν, τὸν Ἀκάκιον, ὑπακοῆς θεῖον πρότυπον, ἀγάπης τὸ ἄγαλμα, ταπεινώσεως Χριστοῦ, ἐγκαλλώπισμα ἔνθεον, ὁδηγήσαντα, τὸν αὐτὸν θανατώσαντα εἰς νῆψιν, τὸν φωνήσαντα ἐκ τάφου, τὸν ἐν τῇ Κλίμακι ἔνδοξον.
Δόξα. Ἦχος πλ. β’.
Τὸν Χριστοῦ ἐραστήν, τὸν ἐπώνυμον τῆς ἀκακίας, τῶν μοναστῶν οἱ χοροὶ συνελθόντες ἀνευφημήσωμεν. Οὗτος γὰρ τῶν ἐν Εὐαγγελίῳ τοῦ Κυρίου ῥημάτων ἀκούσας, φρονήσει τε καὶ ἀκεραιότητι ὑπερέλαμψε, προπηλακισμοὺς καὶ αἰκίας, γενναιοφρόνως ὑπενεγκών, καὶ ὑπακοὴν μέχρι τέλους ἀκριβῶς ἐνδειξάμενος· ὅθεν καὶ ἐπαξίως αὐτὸν ἠμείψατο πλουσίαις δωρεαῖς, αὐτὸς ὁ Χριστός, καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Εἴσοδος. Τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. 5, 15-23 κ 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ.
ΙΔΙΟΜΕΛΑ
Ἦχος α’.
Δεῦτε πιστοὶ ἐπὶ τῇ μνήμῃ τοῦ ἀνεξικάκου Ἀκακίου, τοῦ κλείσαντος τὸν τῆς ἀδιακρίτου καὶ τυφλῆς ὑπακοῆς ὅρον, πνευματικῶς εὐφρανθῶμεν, βοῶντες πρὸς αὐτόν· Χαίροις τῶν μοναζόντων ἀκριβέστατος κανών, καὶ τῶν ἀθλουμένων θεοδώρητον πρότυπον. Χαίροις τῆς ὑπακοῆς τὸ τέλειον ὑπόδειγμα, καὶ τῆς θυσίας ὁ ἀπλανὴς ὁδηγός. Χαίροις ὁ ἐκ τάφου κηρύξας μετάνοιαν, καὶ τῶν ἐν πνευματικῇ νεκρώσει ἀφορμὴ λυτρώσεως γεγονώς. Λιταῖς Κύριε τοῦ Ἁγίου σοῦ Ἀκακίου, λύτρωσαι πάντας ἡμᾶς ἐκ τῶν παθῶν ἡμῶν.
Ἦχος β’.
Ἀσκήσεως αἴγλῃ φαιδρύνας τὸ σῶμα καὶ τὴν ψυχήν, ἀπαθείᾳ τὸν νοῦν καθηράμενος, δοχεῖον ἐγένου τοῦ Ἁγίου Πνεύματος Ὅσιε. Διὸ καὶ νῦν παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ Θεοῦ, αὐτὸν ἐκτενῶς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος, ὁ αὐτός.
Εἰ καὶ ἐν τάφῳ νεκρὸς ὑπάρχων, κατὰ νόμον θανόντων κατέκεισο, ἀλλὰ τῷ πυθομένῳ παραδόξως ἐφθέγξω τό, ὡς οὐ τέθνηκας Ὅσιε. Οὐ θνήσκουσι μέν, Θεῶ δὲ ζῶσιν οἱ θείως ζήσαντες.
Ἦχος, ὁ αὐτός.
Ἄλλος Ἰακὼβ ἀνεδείχθης, πάτερ Ἀκάκιε, τῷ ἀπλάστῳ τῆς γνώμης κατηγλαϊσμένην ἔχων σοῦ τὴν ψυχήν· διὸ καὶ ὡς ἐκεῖνος θεόθεν διαφερόντως ἠγάπησας, καὶ ἐν τοῖς ἐκείνου ἀναπαύῃ νῦν κόλποις. Ἀγγέλων συνόμιλος, Δικαίων ὁμόσκηνος γενόμενος καὶ Ὁσίων· μεθ’ ὧν μὴ διαλείπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.
Ἦχος δ’.
Ἡ του Ἀκακίου ἐπέλαμψεν ἑορτή· δεῦτε σήμερον αὐτὸν φαιδρῶς πανηγυρίσωμεν, τῶν μοναστῶν τὰ συστήματα· πᾶσαν γὰρ συλλαβὼν εἶχεν ἐν ἑαυτῷ ἀρετὴν ὁ ἀοίδιμος· διὸ καὶ ἀκηράτοις στεφάνοις τὴν ἱερὰν αὐτοῦ κορυφὴν ὁ στεφοδότης Χριστὸς ἐστεφάνωσεν, ᾧ καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος, ὁ αὐτός.
Ὄντως ἐν χειρὶ τοῦ Θεοῦ, αἱ ψυχαὶ ὑπάρχουσι τῶν Δικαίων, ὡς ὁ Σολομὼν ἀπεφήνατο, καὶ ὁ θάνατος αὐτῶν οὒχ ἅπτεται τὸ παράπαν· τοῦτο δὲ καὶ ὁ ἀξιάγαστος πύκτης Ἀκάκιος, νεύματι προσεπεκύρωσε θείῳ· νεκρὸς γὰρ οὗτος κείμενος ἐν μνημείῳ νόμῳ θανόντων, τῷ πυθομένῳ ὥσπερ ζῶν προσεφώνησεν οὐ τέθνηκα ἔγωγε, ἀλλὰ ζῶ ἐν Χριστῷ, καθὰ καὶ πάντες οἱ θείως βιοτεύσαντες.
Δόξα. Ἦχος πλ. α’.
Τοὺς δερματίνους χιτῶνας, οὓς ἐνέδυσε πρῴην τὴν φύσιν ἡμῶν ἡ τοῦ Πρωτοπλάστου παράβασις, ὑπακοῇ διαρρήξας, καὶ τῇ του Πνεύματος τεκτονίᾳ ἀνακαινίσας σαυτόν, τὴν θεοΰφαντον ἐνεδύσω στολὴν πάτερ Ἀκάκιε· μεθ’ ἧς ἐν οὐρανοῖς αὐλιζόμενος, καὶ περιχορεύων Χριστῷ τῷ Δεσπότῃ σου, μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει τελούντων σοῦ τὰ μνημόσυνα.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ.
ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ.
Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ποίμνην τὴν τιμῶσάν σε, καὶ μετὰ πόθου γεραίρουσαν, περιέπεις ἑκάστοτε, τὴν πανσεβάσμιον, ἑορτὴν παμμάκαρ, ἐκ βλάβης παντοίας, καὶ ἐπηρείας ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν πρεσβείαις σου, πατὴρ ἡμῶν Ἀκάκιε, καὶ διὰ τοῦτο δοξάζει σε, καρτερόψυχε ὅσιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Στίχ: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἄπνους κατακείμενος, νόμῳ θανόντων ἐν μνήματι, σὺ ἐφθέγξω μακάριε, ὡς ζῶν τῷ λαλήσαντι, λίαν παραδόξως, οὐ τέθνηκα λέγων, ζῶ δὲ ἀεὶ ἐν τῷ Χριστῷ, συμβασιλεύων αὐτῷ αἰώνιος· διὸ καὶ ἐορτάζοντες, τὴν πανσεβάσμιον μνήμην σου, μετὰ πόθου δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.
Στίχ: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔφερες στερρότατα, τάς ἀτιμίας ἑκάστοτε, θεοφόρε Ἀκάκιε, πληγάς τε τοῦ σώματος, εὐχαρίστως μάκαρ, μνήμην τοῦ θανάτου, διηνεκῶς ἐμμελετῶν, καὶ καθ’ ἑκάστην ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετὸν τὸ ἀκρότατον· ὅθεν πάτερ καὶ ἔφθασας ἐπ’ αὐτὴν τὴν ἀκρώρειαν.
Δόξα. Ἦχος πλ. δ’.
Εἰς πᾶσαν διέδραμε τὴν ὑπ’ οὐρανόν, ὁ τῶν κατορθωμάτων σου φθόγγος, ὡς ἀπὸ κέντρου κυκλικοῦ, τῆς ἐν Ἀσίᾳ Μονῆς, τῆς τῶν Κελλιβάρων, ἐν ᾗ τὸ ἀοίδιμον καὶ καρτερικόν σου σῶμα, περιὸν ἔτι τῷ βίῳ ἠγώνισται, πατὴρ ἡμῶν Ἀκάκιε· διὸ καὶ σήμερον ἅπας ὁ τῶν μοναζόντων χορός, μετὰ πίστεως ἀθροισθέντες, ὁ μὲν σοῦ τὸ ἐχέφρον, ὁ δὲ τὸ τῆς γνώμης ἀκέραιον, ἄλλος δ’ αὖ πάλιν τὸ τῆς ψυχῆς καρτερικόν, τὸ τῆς ὑπακοῆς ἀπαράμιλλον ἕτερος, οἱ πάντες ἅπαντα τὰ σὰ σεπτὰ προτερήματα ὑπεράγαν ἐκθειάζοντες, τὸν τῶν ἀγαθῶν δοτῆρα δοξάζουσι Χριστὸν τὸν Θεόν, τὸν τοσαύταις χαρίτων ἀγλαΐαις τὴν ἱεράν σου ψυχὴν καταλαμπρύναντα.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἑῴας ἐξήστραψας ὥσπερ ἀστὴρ φαεινός, καὶ πάντας ἐφαίδρυνας τῶν μονοτρόπων χορούς, Ἀκάκιε ὅσιε, αἴγλῃ τῶν ἀρετῶν σου, καὶ διήγειρας τούτους, ἄνθεσιν ἐγκωμίων, καταστέφειν σὺν πόθῳ, τὴν σὴν φαιδρὰν καὶ σεπτήν, καὶ πάντιμον μνήμην σου.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτοπλαστον, ἔσωσεν ἐκ θανάτου τάς ψυχὰς ἡμῶν.
ΕΝ Τῼ ΟΡΘΡῼ
Τὸ Θεὸς Κύριος καὶ τὰ Ἀπολυτίκια, ὡς εἰς τὸν Ἐσπερινόν.
Μετὰ τὴν α’ στιχολογίαν. Κάθισμα.
Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄλλος Ἰακώβ, ἀνεδείχθης τρισμάκαρ, Ἀκάκιε στερρέ, τῷ τῆς γνώμης ἀκάκῳ, διὸ καὶ δεδόξασαι, πρὸς Χριστοῦ τοῦ Δεσπότου σου, καὶ αὐλίζεις νῦν, ἐν οὐρανοῖς γηθοσύνως, σὺν Ἀγγέλοις τε, καὶ τῶν ὁσίων τοῖς δήμοις, δικαίοις καὶ μάρτυσι.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὴν β’ στιχολογίαν. Κάθισμα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐξῆλθες τοῦ μνήματος, καὶ μετὰ πότμον εὐθύς, ὑπήκοος ἄριστος, ὑπερφυῶς ὥσπερ ζῶν, Ἀκάκιε ὅσιε, γέγονας τῇ κελεύσει, τοῦ συνάθλου σου ὅθεν, Κύριος ὁ Θεός σου, σὲ μετέστησε πάτερ, ὅπου οἱ τῶν Δικαίων δῆμοι ἀναπαύονται.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ταχὺ δέξαι Δέσποινα, τάς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῶ, Κυρία Πανάχραντε, λῦσον τάς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων Παρθένε κατὰ τῶν δούλων σου.


Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τὴν ψυχήν σου Ὅσιε, καταφαιδρύνας, ἀρετῶν λαμπρότησι, τανῦν παρίστασαι Χριστῷ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, προκινδυνεύοντα ῥῦσαί με· σὺ γὰρ ὑπάρχεις ἡ πάντων βοήθεια.
Οἱ Ἀναβαθμοί. Τὸ πρῶτον Ἀντίφωνον τοῦ δ’ ἤχου.
Τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ (δίς).
Στίχ: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ…
Τὸ Πᾶσα πνοή, Εὐαγγέλιον Ὀσιακόν καὶ ὁ Ν’.
Δόξα.
Ταῖς του σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’.
Βρώσει διὰ τῆς παρακοῆς ὁ προπάτωρ, παραδείσου γέγονεν ἄποικος, νηστείᾳ δὲ διὰ τῆς ὑπακοῆς παράδεισον ᾤκησεν, ὁ μέγας ὡς ἀληθῶς πύκτης Ἀκάκιος· ἔνθα νῦν αὐλιζόμενος, καὶ τὰ κάλλη ἐκείνου κατατρυφῶν, πρεσβεύει ἀπαύστως Κυρίῳ εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΚΑΝΟΝΕΣ.
Ὁ Κανὼν τῆς Θεοτόκου εἰς ς’ καὶ τοῦ Ὁσίου εἰς η’.
Καὶ εὐθὺς ἀρχόμεθα τοῦ Κανόνος τῆς Θεοτόκου.
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ ἐρυθραῖον.
Δακρύων ἐπιρροὰς παράσχου μοι, Θεογεννήτρια, δι’ ὧν δακρύων πεῖραν ἐν πυρί, τῆς γεέννης ἐκφεύξομαι· σὺ γὰρ ἁγνὴ πᾶν δάκρυον, ἀπὸ προσώπου τῆς γῆς ἔπαυσας.

Ἀφθάρτου καὶ ζωηροῦ χωρίου με, πολίτην τέθεικεν, ὁ πλαστουργός μου ἄρχων κατ’ ἀρχάς, τῶν ἐν γῇ πάντων τάξας με, ἀλλ’ ὁ ἐχθρὸς φθονήσας μοι, πόθῳ θεώσεως κατέβαλε.

Κρατῆρα θανατηφόρον πάλαι μοι, Εὔα κεκέρακε· σὺ δὲ Ἁγνὴ τεκοῦσα τῆς ζωῆς, βότρυν γλεῦκός μοι ἔβλυσας, ἀθανασίας οἶνόν τε, πιστῶν καρδίας τὸν εὐφραίνοντα.

Ὑπέρτερον οὐρανοῦ Σὲ σκήνωμα, καὶ γῆς πλατύτερον, ὁ οὐρανοῦ καὶ γῆς δημιουργός, Θεοτόκε εἰργάσατο, ὡς λογικὸν καὶ ἔμψυχον, ἐν γῇ παράδεισον ἀνέδειξε.
Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς:
«Ἀκάκιον τὸν ἄριστον ὑπήκοον ᾄσμασιν ᾄδω. Θεοφάνους».
Ἦχος καὶ εἱρμὸς ὁ αὐτός.
Ἀκάκῳ γνώμῃ θεόφρον χρώμενος, τὴν ἀγαθότυπον, τῶν ἀρετῶν ἐκτήσω καλλονήν, τοῦ Χριστοῦ τὴν ἑκούσιον, ὑπακοὴν μιμούμενος, μέχρι θανάτου παμμακάριστε.

Κακίας τὸν εὑρέτην κατῄσχυνας τῇ ἀκακίᾳ σου, ὑπομονῇ τε Πάτερ πειρασμῶν, τὴν αὐτοῦ ὑπερήφανον, καὶ ἐπηρμένην ἄνοιαν, πρὸς γῆν παμμάκαρ ἐταπείνωσας.

Ἀσκήσει καρτερωτάτῃ Ὅσιε, προγυμναζόμενος, καὶ τῶν παθῶν ἐκτέμνων τὰς ὁρμάς, ἀπαθείας ἐνδύματι, κατεκοσμήθης ὕστερον, χάριτι θείᾳ σκεπαζόμενος.

Κρατύνας τὴν τῆς ψυχῆς κατάστασιν, ὑπομονῇ καρτερᾷ, καὶ σταθερῷ παμμάκαρ λογισμῷ καθ’ ἡμέραν ὑπέμεινας, μαρτυρικὸν ἀγώνισμα, καὶ στεφανίτης ἀναδέδειξαι.
Θεοτοκίον.
Ἰσχύς μου ποιητικὴ καὶ ὕμνησις, Θεὸς καὶ Κύριος, ὁ δι’ ἡμᾶς ἐκ Σοῦ σωματωθείς, καὶ τεχθεὶς τῆς προφήτιδος, ὡς Ἠσαΐας Πάναγνε, προφητικῶς εὐηγγελίσατο.
Καταβασία: Χριστὸς γεννᾶται.
ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Ῥυόμενος τοὺς βροτούς, ὁ συμπαθὴς ἐκ τῆς Ἁγνῆς τίκτεται, ἐν Βηθλεὲμ σπάργανα, νήπιον καθάπερ δεχόμενος.

Χωρίον χωρητικόν, τοῦ ἀχωρήτου πλαστουργοῦ γέγονας, τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη πανάμωμε.

Σῦ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖρε προσάγομεν.

Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον πιστοὶ σεβόμεθα· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα πανάμωμε.
Τοῦ Ὁσίου.
Ὁλόκληρον σεαυτόν, τῷ Ποιητῇ σου καὶ Θεῷ Ὅσιε, ἀνατεθεὶς ἔφερες, τιμωρητικὴν ἐξουδένωσιν.

Νομίμως ἀθλητικήν, τὴν καρτερίαν ἀσκητὰ ἔδειξας, ἐπὶ τῆς γῆς ὅθεν σοι, ἡ ἐν οὐρανοῖς τέρψις δέδοται.

Ταπείνωσιν ἀληθῆ, μακροθυμίαν ἀκριβῆ ἤσκησας, ὑπομονὴν ἐγκράτειαν, δι’ ὑπακοῆς παμμακάριστε.
Θεοτοκίον.
Ὁ πάντων Δημιουργός, δημιουργεῖται δι΄ ἡμᾶς Πάναγνε, σάρκα λαβὼν ἔμψυχον, ἐκ σοῦ Παναγία θεόνυμφε.
Καταβασία: Τῷ πρὸ τῶν αἰώνων.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Λαμπρότητι πίστεως, καὶ τῷ τῶν ἔργων φωτί, ἐδείχθης ἰσάγγελος, ἐπὶ τῆς γῆς ἀληθῶς, Ἀκάκιε πάνσοφε, ἔδειξας ἐν ἀνδρείᾳ, τὸ στερρὸν τοῦ νοός σου, ἔτρεψας παρατάξεις, τῶν παθῶν ἐν ἀσκήσει, διὸ καὶ μετὰ τέλος ὡς ζῶν ὤφθης ἀήττητε.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Πολλοῖς πλημμελήμασιν, ἐγὼ ὁ ἄσωτος, τὸν νοῦν σκοτιζόμενος, ἐπιβοῶμαι τὴν σήν, βεβαίαν ἀντίληψιν, φώτισον Θεοτόκε, τῆς ψυχῆς μου τὰς κόρας, λάμψον μοι μετανοίας, τὸ λαμπρότατον φέγγος, καὶ ἔνδυσόν με ὅπλα τοῦ φωτὸς Πανάμωμε.
ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Ἁγιάσματος ὑπάρχουσα θεῖος οἶκος, τοῦ κενωθέντος ἄχραντε ἐπ’ εὐεργεσίᾳ, τοῦ ἰδίου πλάσματος, ψυχήν μου ἁγίασον, καὶ τὸν λογισμὸν φωταγώγησον.

Ῥιπιζόμενον τῇ λαίλαπι τῆς κακίας, τὸν λογισμόν μου Δέσποινα, καὶ τῇ ἀμελείᾳ ὅλον βυθιζόμενον, πρεσβείας σου στήριξον, καὶ τῶν συμπτωμάτων ἐξάρπασον.

Τὸ παλάτιον Παρθένε τοῦ Βασιλέως, τὸν οὐρανὸν τὸν ἔμψυχον, νῦν ἐκδυσωπῶ σε, οἶκον τῆς Τριάδος με, εὐχαῖς σου ἀνάδειξον, σπήλαιον λῃστῶν χρηματίσαντα.
Τοῦ Ὁσίου.
Νεκρώσας πάτερ τὸ φρόνημα τῆς σαρκός σου, τὴν σὴν ψυχὴν ἐζώωσας, καὶ δικαιοσύνης στέφανον ἀπείληφας, κραυγάζων Ἀκάκιε· δόξα τῇ δυνάμει σου Κύριε.

Ἀγῶνας μακρεῖς ἀνύων τοὺς καθ’ ἡμέραν καρτερικὴν ἐδείκνυες, τὴν ἔνστασιν Πάτερ· ὅθεν μετὰ θάνατον, ὡς ζῶν ἀνεβόησας· δόξα τῇ δυνάμει σου Κύριε.
Ῥωμαλέῳ τῷ φρονήματι τὰς βασάνους, διὰ Χριστὸν ὑπέμεινας Ἀκάκιε μάκαρ, τοῦτον φανταζόμενος, σταυρῷ προσηλούμενον, διὰ σωτηρίαν τοῦ γένους ἡμῶν.
Θεοτοκίον.
Ἱερωτέρα ὑπάρχεις τῶν οὐρανίων, καὶ νοερῶν δυνάμεων, ὡς τούτων τὸν Κτίστην πάναγνε κυήσασα· διό σοι κραυγάζομεν· χαῖρε Θεοτόκε πανύμνητε.
Καταβασία: Ῥάβδος ἐκ τῆς ῥίζης.
ᾨδή ε’. Σὺ Κύριέ μου φῶς.
Παράδεισος ζωῆς, Θεοτόκε ὑπάρχουσα, θάνατον τῆς ἁμαρτίας, καὶ παθῶν πολυτρόπων, ἐκλύτρωσαι τοὺς δούλους σου.

Ἀλάβαστρον Ἁγνή, νοητὸν σὺ ὑπάρχουσα, τοῦ μύρου τοῦ κενωθέντος ἐπὶ γῆς οὐρανόθεν, κἀμὲ νῦν εὐωδίασον.

Ῥεύσαντα πρὸς φθοράν, ἀνεκτήσω τὸν ἄνθρωπον, διὰ τοῦ θείου σου τόκου, καὶ τῆς πρὶν ἀφθαρσίας, Παρθένε κατηξίωσας.

Ὡς οὖσα Χερουβείμ, Σεραφεὶμ ὑπερτέρα τε, πανάχραντε Θεοτόκε, τὴν ψυχήν μου φωτί σου, τῷ θείῳ καταλάμπρυνον.
Τοῦ Ὁσίου.
Σὺ Ὅσιε πληγαῖς, ἀνδρικῶς αἰκιζόμενος, καὶ μάστιγας καθ’ ἡμέραν, ὑποφέρων εὐτόνως, ὁσίως ἀναπέπαυσαι.

Τὸν δρόμον τὸν καλόν, ἐκτελέσας Ἀκάκιε, τὴν ἄκακον καὶ καμάτων, ἐλευθερίαν καὶ πόνων, ἀπέλαβες ἀνάπαυσιν.

Ὁ νοῦς σου καθαρῷ λογισμῷ κυβερνώμενος, Ἀκάκιε θεοφόρε, πρὸς τὸν αἴτιον πάντων, εὐστόχως ἐγκαθώρμισται.
Θεοτοκίον.
Νοῦς καὶ ἀγγελικός, οὐκ ἰσχύει Πανάμωμε, τὸν τόκον σου ἑρμηνεῦσαι, ὑπερβαίνει γὰρ πᾶσαν, κατάληψιν καὶ ἔννοιαν.
Καταβασία: Θεὸς ὢν εἰρήνης.
ᾨδὴ ς’ . Θύσω σοι μετὰ φωνῇς.
Θανάτου ἀναιρέτης, ὁ τόκος σου γέγονεν, ὡς τῶν θανόντων Παρθένε, καὶ ζωὴ καὶ λύτρωσις· διὰ τοῦτο δυσωπῶ σε, τὴν ψυχήν μου θανοῦσαν ἀνάστησον.

Ἔκτεινον, βοηθείας μοι χεῖρα φιλάνθρωπε, ἐν τῷ πελάγει τοῦ βίου, κλυδωνιζομένῳ ταῖς ἱκεσίαις, τῆς μητρός σου, καὶ τῶν ἄνω ἀπείρων δυνάμεων.

Ἡ χώρα, ἡ τὸν θεῖον βλαστήσασα στάχυν, τὴν ἐκτακεῖσαν ψυχήν μου, καὶ λιμῷ τῶν θείων ἐκτηκομένην, μὴ παρίδῃς, ἀλλὰ θρέψον, τοῦ Υἱοῦ σου ἐνθέοις χαρίσμασιν.

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

Τοῦ Ὁσίου.
Ὑπνωσις, τὸν μακάριον ὕπνον Ἀκάκιε, καὶ μετὰ θάνατον ὤφθης, ὑπακούων πάτερ τοῖς ἐρωτῶσιν, ὡς οὐ θνῄσκει ὁ τῆς ὑπακοῆς ἀντεχόμενος.

Πληρώσας, τοὺς καλλίστους ἀγῶνας φερώνυμε, τῆς ἀκηράτου θέοφρον, ἠξιώθης ὄντως ἀθανασίας, ἔνθα χαίρων, τοὺς στεφάνους τῆς νίκης ἀπέλαβες.

Ἡ θεία, καὶ καλὴ καὶ θεάρεστος ἄσκησις, τῆς πολιτείας σου μάκαρ, τοὺς πολλοὺς στηρίζει τῷ θείῳ φόβῳ, καὶ τῷ πόθῳ, ἀγαθῶν τῶν μελλόντων Ἀκάκιε.
Θεοτοκίον.
Κυρίως, Θεοτόκον σὲ πίστει δοξάζομεν, ὡς τὸν Θεὸν συλλαβοῦσαν, καὶ τεκοῦσαν τοῦτον ἀπειρογάμως, ἑνωθέντα, τῷ ἐκ σοῦ προσληφθέντι ἁγίῳ ναῷ.
Καταβασία: Σπλάγχνων Ἰωνᾶν.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὤφθης στήλη ἔμψυχος, τῆς καρτερίας, καὶ πυρσὸς ἀείφωτος, ὑπακοῆς ὡς ἀληθῶς, τοῖς μονοτρόποις πανόλβιε· διὸ ὑμνοῦμεν, τὴν πάνσεμνον μνήμην σου.
Ὁ Οἶκος.
Τὸν ἀκακίας ἐπώνυμον δεῦρο δῆμοι, τῶν μοναστῶν ἡ πληθύς, συνελθόντες μετὰ πόθου τιμήσωμεν· οὐ μόνον γὰρ τὸ ἀκέραιον τῆς γνώμης διαφερόντως ἐπλούτει ὁ μακάριος, ἀλλά γε καὶ τὸ καρτερικὸν τῆς ψυχῆς· διὸ καὶ προπηλακισμούς, καὶ αἰκίας ἔφερε καθ’ ἑκάστην στερρότατα, καὶ ὑπακοὴν ἄκραν περιών τε, καὶ μετὰ πότμον ἐνεδείξατο, τῷ πυθομένῳ φθεγξάμενος· ἀδύνατον εἲναι τεθνάναι τοὺς ὑπακοῆς ἐργάτας· καὶ τῇ τοῦ μοναστοῦ εἴξας κελεύσει, καὶ κενὸν τοῦ ἰδίου σώματος τὸ μνῆμα καταλιπών, θεόθεν ὑπερφυῶς μεταστάς, καὶ τῷ θρόνῳ παρεστὼς Χριστοῦ τοῦ Θεοῦ, ᾧ καὶ παρρησίᾳ τυγχάνει, δεόμενος ὑπὲρ τῶν πίστει, καὶ πόθῳ τελούντων τὴν πάνσεπτον μνήμην αὐτοῦ.
Συναξάριον.
Τῷ αὐτῷ μηνὶ κς’ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.
Στίχ: Ἄκακος Ἀκάκιος ἐξελθὼν βίον.
Εἰσῆλθεν ἄλλον πρὸς βίον τῶν Ἀγγέλων.
Ἑβδομάτῃ Ἀκάκιος οἰζυρὸν οὖτον ἄλυξε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.
Ὁ ἅγιος Νεομάρτυς Γεωργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος.
Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.
Τὸ θεῖον Ὄρος, ἐξ οὗ ὁ λίθος ἐκτέτμηται, Κόρη ὁ συντρίψας, στήλας δαιμονικάς, τῆς ψυχῆς μου τὰ ἰνδάλματα, καὶ τῆς καρδίας μου τὴν λιθώδη, ἀπέλασον πόρωσιν.

Οὒκ ἐσαλεύθης, ὡς δεξαμένη ἐν τῇ μήτρᾳ σου, Κόρη τὸν προσβλέψει γῆν καὶ τὰ ἐν αὐτῇ, ὅτε βούλεται σαλεύοντα· διό με στήριξον ταῖς προσβολαῖς, ἐχθροῦ σαλευόμενον.

Καταβαλοῦσα, τὰ σαρκικά μου φρονήματα, ὅλον Θεοτόκε δεῖξον πνευματικόν, ἀρεταῖς κατακοσμοῦσά με, ὃν ὁ παμπόνηρος, ἡδονῶν ἀκοσμίᾳ ἠμαύρωσε.

Νενεκρωμένην, τὴν ἀνθρωπίνην φύσιν ἤγειρας, μόνη σὺ ζωὴν ἀθάνατον τὸν Χριστόν, θεονύμφευτε γεννήσασα· εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Τοῦ Ὁσίου.
Ὅλῳ τῷ πόθῳ, πρὸς τὸν Δεσπότην ἐπειγόμενος, ὕβρεις ἀτιμίας Ὅσιε καὶ πληγάς, ὑπομένων ἀνεκραύγαζες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξῃς σου Κύριε.

Ὁ λογισμός σου, τὰ τοῦ Δεσπότου λογιζόμενος, πάθη καὶ σταυρὸν καὶ θάνατον μελετῶν, αἰκιζόμενος ὑπέψαλλες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Νεκρὸς ἐν τάφῳ νόμῳ θανόντων κατακείμενος, ἄπνους τῷ λαλοῦντι φθέγγει ὑπερφυῶς, ὡς οὐ τέθνηκας κραυγάζεις· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον.
Ἀποθανόντας, ἐν ᾧ Παρθένε κατειχόμεθα, νόμῳ τὴν ζωὴν τεκοῦσα τὴν ἀληθῆ, ἐξανέστησας κραυγάζοντας· εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.
Καταβασία: Οἱ παῖδες εὐσεβείᾳ.
ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.
Ὥριμον ἐκύησας, καρπόν, ἐξ οὗ ὁ θάνατος φαγὼν ἀπώλετο· διὸ κραυγάζω σοι Δέσποινα, τῷ καρπῷ τῆς ἁμαρτίας με, θανατωθέντα δολερῶς, ζώωσον μέλποντα· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κοίμησον κινήσεις ἐμπαθεῖς, τῆς διανοίας μου τῇ ἀκοιμήτῳ σου πρεσβείᾳ πάναγνε Δέσποινα, καὶ ἀνάστησον ἐξ ὕπνου με, τῆς ῥᾳθυμίας μελῳδεῖν ἐγρηγορούσῃ ψυχῇ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οὐχ ἕξεις ταλαίπωρε ψυχή, ἐκεῖ συνήγορον κατηγορούσης σου, τῆς φαύλης πράξεως ἄμετρα· διὰ τοῦτο μετανόησον, καὶ συνεργὸν πρὸς τὸ καλόν, τὴν μόνην ἄχραντον προσλαμβάνου· μόνη γὰρ πέλει βροτῶν καταφύγιον.

Μαρία κυρία τοῦ παντός, κυριευθέντα με ὑπὸ τοῦ ὄφεως, καὶ ἁμαρτάνοντα πάντοτε, ἐλευθέρωσον πρεσβείαις σου, καὶ καταδούλωσον Χριστῷ, ἐν πολιτείᾳ σεμνῇ ἀναμέλπειν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Τοῦ Ὁσίου.
Συντόνῳ ἀσκήσει τῷ Θεῷ, σοὶ ἐξεγένετο κραθῆναι Ὅσιε, δεσμὸν τοῦ σώματος λύσαντι, καὶ τὴν σάρκα δαπανήσαντι, καὶ θεωρίᾳ πρακτικῇ, πάτερ κραυγάζοντι· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μετὰ τῶν μαρτύρων τοῦ Χριστοῦ, συναριθμούμενος καὶ συνταττόμενος, μὴ διαλίπῃς νῦν Ὅσιε, ἱκετεύων τὸν φιλάνθρωπον, καὶ δυσωπῶν ὑπὲρ ἡμῶν, τῶν εὐφημούντων σε καὶ βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἀθλήσας ἐννόμως ἐπὶ γῆς, τὴν ἐπουράνιον εὗρες ἀνάπαυσιν, συναγαλλόμενος Ὅσιε, τοῖς Ἁγίοις καὶ συμμέτοχος, τῆς εὐφροσύνης καὶ χαρᾶς, τούτων γενόμενος καὶ κραυγάζων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Σαρκοῦται ὁ ἄσαρκος τὸ πρίν, ὁ Κτίστης κτίζεται, ἐκ σοῦ πανάμωμε· τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, περιγραφῆς σωματικῆς θέλων ἠνέσχετο· ὅθεν σε πάντες εὐλογοῦμεν Μαρία θεόνυμφε.

Καταβασία: Θαύματος ὑπερφυοῦς.
ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Ῥῆξον τὰ δεσμὰ τῶν κακῶν μου, τῇ θείᾳ λόγχῃ τοῦ Υἱοῦ σου, λῦσον τὴν ἀθλίαν μου ψυχὴν πεπεδημένην, καὶ κινδυνεύουσαν, καὶ τῇ ἀγάπῃ πρόσδησον, Παρθενομῆτορ τοῦ Θεοῦ ἡμῶν.

Ἡ τῶν οὐρανῶν πλατυτέρα, τὴν στενωθεῖσάν μου καρδίαν, πάσῃ προσβολῇ ἐναντίᾳ, πρὸς ἀπαθείας πλάτος ἐξάγαγε, διὰ στενῆς ὀδεύειν με, ἐνδυναμοῦσα τρίβον πάντοτε.

Ἵνα δοξάζω σε Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι, τῆς ἁμαρτίας, καὶ δόξης μέτοχον, οὐρανίου ποίησον, τὸν προσφυγόντα τῷ ἐλέει σου.

Μετὰ τῶν ἁγίων Ἀγγέλων, μετὰ τῶν θείων Ἀποστόλων, μετὰ τῶν ἐνδόξων Μαρτύρων, τὸν σὸν δυσώπει Υἱὸν καὶ Κύριον, Θεογεννῆτορ Πάναγνε, κινδύνων σῶσαι τάς ψυχὰς ἡμῶν.
Τοῦ Ὁσίου.
Ἵλεως ἐχώρησας Πάτερ, πρὸς τὸν τῶν ὅλων εὐεργέτην, τῇ τῆς ἀκακίας καλλονῇ, κεκοσμημένος καὶ ὡραιότητι, τῶν ἀρετῶν λαμπόμενος, διό σε πάντες μακαρίζομεν.

Νόμῳ πειραρχῶν τοῦ Δεσπότου, τὸν σὸν ὑπέκκλινας αὐχένα, τῇ τῶν μοναζόντων παλαίστρᾳ, καὶ νικηφόρος Πάτερ γενόμενος, πρὸς ἀκακίαν ἤλασας, τελειωτάτην παμμακάριστε.

ᾎσμα τῷ Θεῷ ἀναπέμπειν, σὺν ἀσωμάτοις ἠξιώθης, ὡς διατηρήσας ἐκείνων, τὴν πολιτείαν καὶ καθαρότητα, ὑπομονῇ τῶν ἔργων δέ, τὸ τῶν μαρτύρων κλέος εἴληφας.

Δέχου παρ’ ἡμῶν Θεοφόρε, τὸν προσφερόμενόν σοι ὕμνον, ἐκ καθαρωτάτης καρδίας, καὶ ἀντιδίδου ταῖς ἱκεσίαις σου, τὴν τῶν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν πανσεβάσμιε.
Θεοτοκίον.
Ὡς ῥίζαν ὑπάρχουσαν ὄντως, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον ἀθανασίαν ἡμῖν ἔτεκες.
Καταβασία: Μυστήριον ξένον.
Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Ὡς ἀπαράμμιλον ἔχων, τὴν ἀκακίαν παμμάκαρ, ἐγένου ἔμπλεως θείων, τοῦ Πνεύματος χαρισμάτων, ὧν καὶ ἡμῖν ἐντρυφῆσαι, δὸς σαῖς πρεσβείαις, ἐκδυσωποῦμεν ἀπαύστως.
Θεοτοκίον, ὅμοιον.
Δεῖξον ὑπήκοα σπλάγχνα, πανύμνητε Θεοτόκε, καὶ σῷζε τοὺς προσκυνοῦντας, τὴν ἄχραντόν σου εἰκόνα, ὅτι εἰς σὲ τὰς ἐλπίδας, ἔχομεν πάντες, ὡς ἀσφαλῆ προστασίαν.




ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν μοναστῶν αἱ χορείαι πᾶσαι συνέλθωμεν, σὺν πόθῳ εὐφημῆσαι, τὴν πανσέβαστον μνήμην, τοῦ θείου Ἀκακίου, τοῦ ἐν μονῇ Κελλιβάρων ἀθλήσαντος, καὶ δεξαμένου τὸ στέφος παρὰ Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. (δίς).

Εἰ καὶ νεκρὸς ἐν τῷ τάφῳ, ἄπνους κατέκεισο, ἂλλ’ ὥσπερ ζῶν ἐφθέγξω, τῷ λαλοῦντί σε μάκαρ, ὑπακοῆς τοὺς ἐργάτας οὐκ ἐφικτόν, τελευτῆσαι μηδέποτε· ὅθεν κἀγὼ ζῶν ὑπάρχω ἐν τῷ Χριστῷ, καὶ αὐτῷ συμβουλεύω ἀεί.

Ἐν ἀμελείᾳ βιώσας λίαν παρώργισα, τὸν ποιητὴν ὁ τάλας, καὶ Θεόν μου καὶ πλάστην, ὂν ἐξιλέωσας Πάτερ, ὥσπερ πλουτῶν, πρὸς αὐτὸν παρρησίαν πολλήν, κατοικτειρῆσαι καὶ δοῦναί μοι δυσωπῶ, τῶν πταισμάτων μου τὴν ἄφεσιν.
Δόξα. Ἦχος β’.
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ, ἐκεῖ κατῴκησεν ὁ θεόφρων· ἀκριβῶς γὰρ τετηρηκὼς τὴν εὐαγγελικὴν πολιτείαν, φημὶ δι’ ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν, καὶ ὑπακοὴν ἄκραν, ζῶν τε καὶ μετὰ θάνατον. Ἀγγέλων ἐγένετο συνόμιλος, καὶ δικαίων ὁμόσκηνος καὶ Ὁσίων, πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων αὐτόν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δοξολογία Μεγάλη.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.
Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου
Ἡ ᾨδὴ γ’ καὶ ς’.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον…
Πρὸς Ἑβραίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιήσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟΝ.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγνώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
ΜΕΓΑΛΥΝΑΡΙΑ
Δεῦτε ἀνυμνήσωμεν εὐλαβῶς, Ἀκάκιον ὕμνοις, οἱ μιγάδες καὶ μονασταί, ἀγάπης τὸ τέκνον, τῆς ἀκακίας φίλον, ὑπακοῆς τελείας, τὸ μέγα πρότυπον.

Ἀκάκιον στῦλον ὑποταγῆς, θυσίας τὸν πλοῦτον, ἀνοχῆς τὸν ὑπογραμμόν, ὑπόδειγμα θεῖον, τῆς ταπεινοφροσύνης, καὶ τῶν θαυμάτων κρήνην, ἀνευφημήσωμεν.

ΚΟΙΝΩΝΙΚΟΝ
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.