Συνολικές προβολές σελίδας

Παρασκευή, 27 Ιανουαρίου 2012

ΔΗΜΗΤΡΙΑΝΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΜΑΣΟΥ

ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΑΝΟΣ

Τετάρτη, 11 Ιανουαρίου 2012

ΑΓΙΑ ΝΙΝΑ ΤΗΣ ΓΕΩΡΓΙΑΣ ΙΑΝΟΥΑΡΙΟΥ 14

Τῌ 14η ΙΑΝΟΥΑΡΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΕΝΔΟΞΟΥ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΡΙΑΣ ΝΙΝΑΣ ΤΗΣ ΓΕΩΡΓΙΑΣ(ΣΥΓΓΕΝΟΥΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ).

ΠΟΙΗΜΑ ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν γ' τῆς ἑορτῆς, καὶ γ' τῆς ἁγίας.

Ἦχος β΄.

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομιος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· ῎Ιδε ὁ λυτρούμενος τὸν ᾽Ισραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς.῏ Ω ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν όρῶσαι ἀγγέλων Στρατιαί· φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός· Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὰ ᾽Ιορδάνεια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο· κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς· κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ βαπτισμοῦ. ῏Ω ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καὶ τῆς ἁγίας.

Ἦχος ὁ αὐτός. ῞Οτε ἐκ τοῦ ξύλου.

Ὅτε τοῦ Ποιμένος τῆς Σιών, ταῖς χερσὶ τὴν χάριν ἐδέξω, τοῦ θείου Πνεύματος, Νίνα παμμακάριστε, τότε ἐβάδισας, ᾽Αποστόλων τοῖς ἴχνεσι, καὶ εἰς Γεωργίαν, πίστιν τὴν σωτήριον, Χριστοῦ ἐκήρυξας, πράξεσιν ἐμπρέπουσα θείαις, καὶ τῇ ἐνεργείᾳ θαυμάτων, βεβαιοῦσα κήρυγμα τὸ ἔνθεον.

Ὅτε ὡς λαμπὰς θεοφεγγής, ἐν τῇ Γεωργίᾳ ἐπέστης, Νίνα θεόληπτε, τότε πρὸς ἐπίγνωσιν, Χριστοῦ ὡδήγησας, ταῖς ἀκτῖσι τῶν λόγων σου, καὶ τοῖς θαυμασίοις, τοὺς ἐν σκότει πρότερον, πλάνης καθεύδοντας· ῞Οθεν ὡς ἀπόστολον θεῖον, καὶ Εὐαγγελίου
σε μύστιν, καὶ στηλογραφίαν μακαρίζομεν.

Ὤφθης ἀπαρχὴ πνευματική, καὶ εὐαγγελίστρια θεία, λόγου τῆς χάριτος, ἐν ἁγίῳ Πνεύματι, Νίνα πανεύφημε, τοῖς ἐν πλάνῃ καθεύδουσι, λαοῖς Γεωργίας, οὓς καὶ καθωδήγησας, πρὸς τὸν Σωτῆρα Χριστόν. ῞Οθεν τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει τελοῦντες, τοὺς λαμπροὺς ἀγῶνάς σου γεραίρομεν.

Δόξα.. Ἦχος β΄.

Ἀποστολικὴν πορείαν ἀνύσασα, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, κῆρυξ γέγονας, ἐν δυνάμει Πνεύματος, Νίνα μακαρία· ἀνατεθεῖσα γὰρ Κυρίῳ, ἱεροῦ ποιμένος, ταῖς χερσί, γυναικείαν ἀσθένειαν ὑπερεῖδες, καὶ ἐν ἀνδρείῳ φρονήματι, τῆς εὐσεβείας γεωργεῖς, τοῖς ἐν Γεωργίᾳ λαοῖς τὸν σπόρον, καὶ θαύμασιν ἐκφαίνεις, τὴν τῶν λόγων ἀλήθειαν· διὸ Χριστὸς ὁ πάντων Κύριος, λαμπρῶς σε ἐδόξασεν· ᾧ πρέσβευε δεόμεθα ῾Αγία, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. ῾0 αὐτός.

Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν,
τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα.
( Κεφ. λα' 10, 26)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. ᾽Εγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκἀταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. δ', 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν ΛΙΤΗΝ ᾽Ιδιόμελα.

῏Ηχος α΄.

Ἐξ εὐσεβοῦς ἀνθήσασα ῥίζης, τοῦ ἁγίου Πνεύματος τοὺς καρπούς, πλουσίως ἐξήνεγκας, Νίνα θεόληπτε· κλήσει γὰρ ἁγίᾳ, ἐν μυστικῇ ἐμφανείᾳ, τῆς τοῦ Σωτῆρος μητρός, προθύμως ἐπορεύθης καὶ τὸν θεῖον Σταυρόν, παρ' αὐτῆς δεξαμένη, ξένα καὶ παράδοξα δι' αὐτοῦ εἰργάσω, καὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, τὸ μυστήριον ἐδόξασας· καὶ νῦν τῆς δόξης αὐτοῦ κατατρυφῶσα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Ἐκ Σιὼν τῆς ἁγίας, ὡς ἡγιασμένη τὴν ψυχήν, εἰς χώραν μακρὰν παραγέγονας, καὶ ταύτην κατεφώτισας, λόγοις καὶ θαύμασιν ἐν δυνάμει πίστεως, Νίνα θεόπνευστε· Χριστὸς γὰρ σὲ προσήκατο, ὡς πλήρη θείου ζήλου, καὶ ἐν σημείοις καὶ τέρασι, περιφανῆ σε ἀνέδειξε, πρὸς σωτηρίαν τῶν δεχομένων τὸν λόγον σου.

Ἦχος γ΄.

Τῇ τοῦ Σταυροῦ ἐπιδόσει, ὑπὸ τῆς ἁγνῆς Θεομήτορος, κόσμῳ παντὶ ἐσταύρωσαι, κατὰ Παῦλον τὸν μέγαν, Νίνα ἐν γυναιξὶν
ἀξιοθαύμαστε ἰσαπόστολε· καὶ ἀποστολικοῖς ἴχνεσιν, ἀκλινῶς πορευθεῖσα, τοῖς ἐν σκότει καὶ σκιᾷ τῆς ἀπάτης, καθημένοις λαοῖς, ὡς ὄρθρος φαεινὸς ἐπέφανας, τῆς δικαιοσύνης τὸν ἥλιον καταγγέλουσα· καὶ τοῖς ἐν Γεωργίᾳ τῶν ἀρετῶν τὴν ὁδὸν δείξασα, τῆς αἰωνίου ζωῆς κατηξίωσαι, τελέσασα τὸν δρόμον σου· διὸ ἐπαξίως, τὴν ἁγίαν σου κοίμησιν ἑορτάζομεν.

Ἦχος δ΄.

Πολιτείᾳ ἀμέμπτῳ ἐκλάμπουσα, τῆς εὐσεβείας μυσταγωγός, καὶ φυτουργὸς ἠθῶν ὁσίων, θεοφόρε Νίνα ὤφθης, τοῖς τῇ πλάνῃ ἀφρόνως βιοῦσι· Χριστὸν γὰρ ἐκήρυξας, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, τὸν διὰ σαρκὸς ἐπιφανέντα ἡμῖν Θεόν, καὶ σώσαντα ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, τῇ αὐτοῦ ἀγαθότητι.

Δόξα... ῏Ηχος πλ. δ΄.

Γυναικείας φύσεως, ὑπεριδοῦσα τοὺς ὅρους, πρὸς ἀνδρικοὺς ἀγῶνας ἀπεδύσω, ἰσαπόστολε Νίνα πάνσεμνε· ἐνδεδυμένη γὰρ τὴν θείαν ῥοπήν, οὐδόλως ἐνάρκησας, τοῖς προκειμένοις τοῦ εὐαγγελίου σκάμμασιν, ἀλλ' ἀνδρείως εὐηγγελίσω Χριστόν, ἀνατολὴν τὴν ἐξ ὕψους, τὴν παρέχουσαν πᾶσι, τοῖς ἐν σκότει παθῶν καθημένοις, τὸν ἀληθῆ φωτισμόν, καὶ ἱλασμὸν καὶ σωτηρίαν αἰώνιον.

Καὶ νῦν. ῾0 αὐτός.

Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν ᾽Ιορδάνην· ἴδωμεν πάντες τὸν ᾽Ιωάννην, πῶς βαπτίζει κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· ᾽Επεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.

Εἰς τὰ ἀπόστιχα ἓν τῆς ἑορτῆς
Καὶ γ' τῆς ἁγίας.

Τῆς ἑορτῆς. ῟Ηχος β΄.

Ἐν ᾽Ιορδάνῃ ποταμῷ, ἰδών σε ὁ ᾽Ιωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε, Χριστὲ ὁ Θεός· Τί πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ' αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. ῾0 ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Καὶ τὰ τῆς ἀγίας.

῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσιν.

Ὡς παρθένος θεόληπτος, τῷ Θεῷ Νίνα πάνσεμνε, σεαυτὴν ἀνέθηκας θείῳ ἔρωτι, καὶ ταῖς χερσὶ τοῦ θεόφρονος, ποιμένος τὴν δύναμιν, τοῦ Σωτῆρος τῆς Σιών, ὡς ἀήττητον θώρακα, ἐν καρδίᾳ σου, δεξαμένη τὸν ζῆλον ἐπεδείξω, τῶν ἀγίων ἀποστόλων, καὶ προθυμίαν τὴν σύντονον.

Στίχ. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Ἐν σημείοις καὶ τέρασι, καὶ θαυμάτων δυνάμεσιν, ὁ Χριστὸς πλουτίσας σε Νίνα ἔνδοξε, ἐπὶ τὰ ἔθνη τὰ πρότερον, ἀπάτῃ καθήμενα ἐξαπέστειλε σεμνή· καὶ ὡς φῶς ἐπεδήμησας, θείῳ Πνεύματι, ἐν λαοῖς Γεωργίας εὐσεβείας, τὴν ἐπίγνωσιν πανσόφως, στόματι θείῳ κηρύττουσα.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Καθορῶντες τελούμενα, διὰ σοῦ πλεῖστα θαύματα, οἱ λαοὶ ἐξίσταντο Νίνα πάνσεμνε, καὶ ἐν καρδίᾳ ἐδέχοντο, τὸ φῶς τὸ τῆς πίστεως, τοῦ παντάνακτος Χριστοῦ· διὰ τοῦτο τιμῶμέν σε, ὡς ἀπόστολον, καὶ σοφὸν ὁδηγὸν πρὸς γνῶσιν θείαν, τῶν λαῶν
τῆς Γεωργίας, καὶ σωτηρίας διδάσκαλον.

Δόξα. ῏Ηχος πλ.β΄.

Ἡ ἐν δυνάμει θεϊκῇ, ὡς ἀδάμας στεῤῥὸς φανεῖσα, καὶ πεπλανημένοις λαοῖς, Χριστὸν κηρύξασα, Νίνα καλλιπάρθενε, ἀποστολικοῖς πόνοις ὡμίλησας, καὶ πολὺν καρπόν, τῷ Σωτῆρι προσήγαγες. Αὐτὸν ἱκέτευε δεόμεθα, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ παθῶν ἀπολύτρωσιν, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. ῾0 αὐτός.

Τὸν ἐκ Παρθένου ἥλιον, βλέπων ὁ ἐκ στείρας λύχνος φαεινός, ἐν ᾽Ιορδάνῃ αἰτούμενον βάπτισμα ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

Νῦν ἀπολύεις, τὁ Τρισάγιον καὶ τὸ ἀπολυτίκιον.

῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.

Τοῦ Χριστοῦ δεξαμένη τὴν θείαν δύναμιν, τῶν ἀποστόλων τὸν ζῆλον Νίνα ἐκτήσω λαμπρῶς, καὶ ἐκήρυξας Χριστοῦ τὸ Εὐαγγέλιον· ὅθεν ὡς θεῖον ὁδηγόν, μακαρίζει σε πιστῶς, ἡ χώρα τῆς Γεωργίας, ἐν ᾗ καλῶς ἠγωνίσω, καὶ τὸν Σωτῆρα ἐμεγάλυνας.

Καὶ τὸ τῆς ἐορτῆς.

᾽Εν ᾽Ιορδάνῃ βαπτιζομένου σου...

᾽Απόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄. Στιχολογίαν, κάθισμα.

Ἦχος γ΄. Τὴν ώραιότητα.

Ὡς καλλιπάρθενος, Νίνα πανεύφημε, Χριστῷ νενύμφευσαι, ἐνθέῳ ἔρωτι, καὶ ἠκολούθησας αὐτοῦ τοῖς ἴχνεσι θερμῷ πόθῳ· ὅθεν εἰσελήλυθας, εἰς παστάδα οὐράνιον, καὶ ὁρᾷς τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ὡραιότητος· ᾯ πρέσβευε διδόναι
θεόφρον, πᾶσιν ἡμῖν πταισμάτων λύσιν.

Καὶ τὸ τῆς έορτῆς, ὅμοιον.

Ἐπιφανέντος σου ἐν ᾽Ιορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι· Πνεῦμα δὲ τὸ ἅγιον, ἐπὶ σὲ κατεγίνετο· ἐν ᾯ, καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ
ἐν Τριάδι.

Μετὰ τὴν β'. στιχολογίαν, Κάθισμα.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεξαμένη θαυμαστῶς, ἐκ τῆς παρθένου καὶ ἁγνῆς, τὸν πανάγιον Σταυρόν, Νίνα θεράπαινα Χριστοῦ, τῆς εύσεβείας ἐδείχθης ὄργανον θεῖον, θαύμασι πολλοῖς, καὶ θείας πράξεως, λάμψασα σεμνή, ἐσκοτισμένοις λαοῖς, οὓς καὶ προσάγεις πρὸς θείαν ἐπίγνωσιν, ὡς ἀποστόλων ὁμότροπος· μεθ᾽ ὧν δυσώπει, Χριστὸν ἁγία, ὑπὲρ ὴμῶν τῶν τιμώντων σε.

Καὶ τὸ τῆς ἑορτῆς, ὅμοιον.

Ἰορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρίξαι καὶ δῦναι; οἱ ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα, καὶ πάντα τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν ᾽Ιορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.

Σιών σου ὁ πρόεδρος, χάριν διδοὺς καὶ ἰσχύν, εἰς ἔθνη ἀπέστειλε, Χριστοῦ τὴν πίστιν σεμνή, κηρύττειν τρανότατα· ὅθεν ἐν Γεωργίᾳ, γεγονυῖα ἁγία, πᾶσιν ἀνακηρύττεις, τὴν σωτήριον χάριν, καὶ δρόμον σου τὸν θεῖον, Νίνα καλῶς τετέλεκας.

Καὶ τὸ τῆς ἑορτῆς, ὅμοιον.

Τὰ ῥεῖθρα ἡγίασας τὰ ᾽Ιορδάνεια· τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διό σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.

Τὸ α' ἀντίφωνον τοῦ δ'. ἤχου
καὶ τὸ Προκείμενον.

῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον τῶν Δέκα Παρθένων.

Ζήτει αὐτὸ τῷ ιζ' Σαββάτῳ τοῦ Ματθαίου.

῾0 Ν' Δόξα. Ταῖς τῆς σῆς Ἁγίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. ῏Ηχος πλ. β΄.

Στίχ. ᾽Ελέησόν με ό Θεός...

Τῶν ἐπιγείων ἁπάντων ὑπεριδοῦσα τὴν σχέσιν, εὐαγγελικοῖς ἀγῶσι σαὐτὴν ἐξέδωκας, Νίνα ἰσαπόστολε· καὶ γυναικείας φύσεως ἐπιλαθομένη, ἀνδρικοῖς πόνοις ἐκήρυξας, τῆς ἀληθείας τὴν ἐπίγνωσιν, ἐσκοτισμένοις λαοῖς· καὶ νῦν τῷ φωτὶ τῆς ἄνω δόξης ἐντρυφῶσα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεός.

Εἶτα οἱ κανόνες, τῆς ἑορτῆς καὶ τῆς ἁγίας ὁ ἑξῆς οὗ ἡ ἀκροστιχίς·
«Τὴν ἰσαπόστολον Νίναν μέλπω, Γερασίμου».


ᾨδὴ α΄. ῏Ηχος β΄. Δεῦτε λαοί.
Ταῖς τοῦ Χριστοῦ, πυρσευομένη λαμπρότησι, τὸν νοῦν μου φωταγώγησον, ταῖς ἱκεσίαις σου, ἰσαπόστολε Νίνα, ὅπως ὑμνολογήσω, τὰς ἀριστείας σου.

Ἤρθης σεμνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, ἁπάντων ἀλογήσασα, νοῒ θεόφρονι, καὶ Χριστοῦ τῇ ἀγάπῃ ὁλικῶς ἀνετέθης Νίνα θεόληπτε.

Νύμφη Χριστοῦ, Νίνα σαφῶς ἐχρημάτισας, παρθενικῇ λαμπρότητι περιαστράπτουσα, καὶ τὸν ἔνθεον ζῆλον, τῶν θείων ἀποστόλων, καταπλουτήσασα.

Θεοτοκίον.

Ἵνα Θεός, κόρη θεώσῃ τὸν ἄνθρωπον, σάρκα ἐκ σοῦ προσείληφε, δι' ἀγαθότητα, καὶ διπλοῦς κόσμῳ ὤφθη, καὶ πάντων ἀνωτέραν σε ἀπειργάσατο.

Καταβασίας ψάλλομεν διπλᾶς. Βυθοῦ ἀνεκάλυψε, καὶ Στίβει θαλάσσης.

ᾨδὴ γ΄. Στερέωσον ἠμᾶς.
Σοφίαν θεΐκὴν ὁμοῦ καὶ δύναμιν, χερσὶ τοῦ προέδρου Σιὼν λαβοῦσα, πρὸς τὸ κήρυγμα τῆς πίστεως, ἐπορεύθης, ὦ Νίνα θείῳ Πνεύματι.

Ἁγίων ἀποστόλων ἐν τοῖς ἵχνεσι, βαδίσασα Νίνα στεῤῥᾷ καρδίᾳ τὸν Σωτῆρα ανεκήρυξας, τοῖς ἐν σκότει τῆς πλάνης πρὶν καθεύδουσι.

Πορείαν τὴν ἐπίπονον ἀνύσασα, εἰς χώραν, ὦ Νίνα τῆς Γεωργίας, παρεγένου καὶ διέσπειρας, ἐν αὐτῇ τοῦ Σωτῆρος τὴν ἐπίγνωσιν.

Θεοτοκίον.

Ὁ Λόγος τοῦ Πατρὸς ὁ ὁμοούσιος, ἐκ σοῦ τὸ ἀνθρώπινον οὐσιώθη, καὶ διέσωσε τὸν ἄνθρωπον, γεννηθεὶς Θεοτόκε ἐξ αἱμάτων σου.

Κάθισμα.

῏Ηχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν σωτήριον λόγον Νίνα τῆς χάριτος, ἀμυήτοις καρδίαις ἐν τῇ δυνάμει Χριστοῦ, ἀνεκήρυξας σαφῶς καὶ ἐγεώργησας,
πολιτείας ἱεράς, ἐπιδόσεις τὰς σεπτάς, τῷ ἔθνει τῆς Γεωργίας· διό σε ὑμνολογοῦμεν, ὡς ἀποστόλων ἰσοστάσιον.

Τῆς ἑορτῆς ὅμοιον.
Ἰορδάνου τοῖς ῥειθροις δι΄ ἀγαθότητα, τῶν ἀνθρώπων τὴν φύσιν Σῶτερ ἀπέπλυνας, καὶ πολίτας οὐρανοῦ ἡμᾶς ἀνέδειξας· διὸ ὑμνοῦμεν εὐσεβῶς, τὸ μυστήριον τῆς σῆς οἰκτῖρμον ἐπιφανείας, σὺν τῷ Προδρόμῳ βοῶντες· δόξα τῷ κράτει σου Φιλάνθρωπε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σαρκὸς πόνων ἠλόγησας, Νίνα ἀγάπῃ τῇ τοῦ Σωτῆρος, καὶ αὐτοῦ κηρύττεις, τὸ θεῖον ὄνομα.

Τὸ τῆς πίστεως κήρυγμα, προσβεβαιοῖς θαυμάτων ἐνεργείᾳ, καὶ ἀμέμπτῳ βίῳ, Νίνα θεόπνευστε.

Ὁ σὸς λόγος ὡς ἴαμα, Νίνα καρδίαις ἐσκοτισμέναις, ὄντως ὡράθη, ἐν θείῳ Πνεύματι.

Θεοτοκίον.

Λύτρωσαί με πανάμωμε, τῆς μοχθηρᾶς ἐχθροῦ ἐπηρείας, καὶ καταύγασόν με, φωτὶ τῆς σῆς χάριτος.

ᾨδὴ ε΄. Τῆς νυκτὸς διελθούσης.

Οὐδαμῶς ἐν τοῖς πόνοις τοῖς τοῦ Εὐαγγελίου, Νίνα τὴν καρδίαν κεχαύνωσαι, ἀλλ' ἀτρέπτῳ ἐννοίᾳ, ἅπασι κηρύττεις, τοῦ Χριστοῦ τὴν θείαν ἐπίγνωσιν.

Νόμῳ τῷ τοῦ Σωτῆρος, τὸν ἐν τῇ ἀνομίᾳ, ἄνακτα ὦ Νίνα ὡδήγησας, τῷ φωτὶ τῶν σῶν ἔργων, καὶ ταῖς τῶν θαυμάτων, θείαις ἐνεργείαις καὶ χάρισι.

Νέκρωσιν ἁμαρτίας, καὶ ζωῆς μακαρίας, ἐν τῇ Γεωργίᾳ ἐκήρυξας, ἰσαπόστολε Νίνα, ὡς εἰσδεξαμένη, θείων ἀποστόλων τὸ χάρισμα.

Θεοτοκίον.

Ἴθυνον τὴν ζωήν μου, Θεοτόκε παρθένε, πρὸς λιμένα δέομαι ἄκλυστον, ἀληθοῦς μετανοίας, ἵνα τὴν ἀπάτην, πᾶσαν ἀποκρούσω τοῦ δράκοντος.

ᾨδὴ στ΄. ᾽Εν ἀβύσσῳ πταισμάτων.
Νόμων θείων Χριστοῦ τὴν λαμπρότητα, τοῖς ἐν Γεωργίᾳ λαοῖς ἀνεκήρυξας, ὡς θεία ἰσαπόστολος, ἐν δυνάμει θαυμάτων
ἀοίδιμε.
Ἀρεταῖς κοσμουμένη θεόπνευστε, Νίνα καὶ θαυμάτων ταῖς θείαις δυνάμεσι, πρὸς πολιτείαν κρείττονα, ὁδηγεῖς τοὺς πιστῶς προσιόντας σοι.
Νεκρωθείσας ψυχὰς θείῳ λόγῳ σου, ἐν τῇ Γεωργίᾳ πρὸς γνῶσιν σωτήριον, Νίνα σαφῶς ἐξήγειρας, καὶ Χριστῷ σεσωσμένας προσήγαγες.

Θεοτοκίον.
Μυστηρίου μεγίστου διάκονος, μῆτερ ἀειπάρθενε σαφῶς γεγένησαι, Θεὸν κυοφορήσασα, ὑπὲρ φύσιν καὶ λόγον καὶ ἔννοιαν.

Κοντάκιον.
Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἀποστόλων τῶν θετων ὁμόζηλος, ἐν Γεωργίᾳ ἐπιφάνας πάνσεμνε, καὶ πᾶσι Χριστοῦ τὴν ἐπίγνωσιν, λόγοις καὶ θαύμασιν ἐκαλλιέργησας, ὦ ἰσαπόστολε Νίνα θεόπνευστε.
Ὁ Οἶκος.

Ἀνατεθεῖσα τῷ Χριστῷ, ἐν ὁλοτρόπῳ σπουδῇ καὶ προθύμῳ καρδίᾳ, τῆς φυσικῆς ἀσθενείας οὐδόλως ἐφρόντισας, ἀλλ᾽ ἀνδρειοτάτῃ ψυχῇ, πρὸς ἀνδρικοὺς ἀγῶνας καὶ ἐνεργείας ἐχώρησας ἔνδοξε· τὸν γὰρ θεῖον Σταυρὸν παρὰ τῆς ἁγνῆς Θεοτόκου δεξαμένη, παντὶ τῷ κόσμῳ ἐσταύρωσαι, καὶ ἀποστολικὴν χάριν εἰσδέδεξαι καὶ ἐν Γεωργίᾳ παραγενομένη, τοῦ Χριστοῦ τὴν Ἀνάστασιν πᾶσιν ἐκήρυξας, καὶ πρὸς
γνῶσιν αὐτοῦ, τοὺς ἐν σκότει καὶ σκιᾷ τῆς πλάνης καθεύδοντας ἐξήγειρας, διδαχαῖς ἱεραῖς καὶ θαύμασι παραδόξοις ἐκλάμπουσα, ὦ ἰσαπόστολε Νίνα θεόπνευστε.

Συναξάριον.

Τῇ ιδ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἁγίας ἐνδόξου ἰσαποστόλου Νίνας, εὐαγγελιστρίας καὶ φωτιστρίας τῆς ᾽Ιβηρίας Γεωργίας.

Στίχ. Νίνα ὡς φῶς ἔλαμψεν ἐν Γεωργίᾳ
θανοῦσα δὲ εὕρηκεν ἄῤῥητον δόξαν.

Δεκάτ' ἠδὲ τετάρτῃ Νίναν
μόρος έκάλυψε μέλος.

Αὕτη ἦν τῷ τρίτῳ μετὰ Χριστὸν αἰῶνι, γεννηθεῖσα ἐκ γονέων εὐσεβῶν, ἐκ Καππαδοκίας προερχομένων, καὶ συγγενείᾳ πρὸς τὸν μεγαλομάρτυρα καὶ τροπαιοφόρον Γεώργιον σεμνυνομένων. ᾽Εν
εὐσεβείᾳ ἀναχθεῖσα καὶ χρηστοῖς ἤθεσι, παρεγένετο σὺν τοῖς τοκεῦσιν ἐν ῾Ιεροσολύμοις, ἔνθα χρηματισθεῖσα παρὰ τῆς ῾Υπεραγίας Θεοτόκου, καὶ Σταυρὸν παρ᾽ αὐτῆς λαβοῦσα, ἀποστολικὴν πορείαν πιστεύεται, πρὸς ἣν καὶ ἀπεστάλη, εὐλογηθεῖσα ὑπὸ τοῦ ἱεροῦ ποιμένος τῆς ἁγίας Σιών. Καὶ μετὰ ζήλου θερμοῦ, ἀψηφήσασα κόπων, καὶ ὑπεριδοῦσα φυσικὴν ἀσθένειαν, παρεγένετο ἐν τῇ Γεωργίᾳ (᾽Ιβηρίᾳ), ἔνθα δι' εὐαγγελικῆς πολιτείας καὶ παραδόξων θαυμάτων, κηρύξασα τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, καὶ φανερώσασα τῆς πρὸς αὐτὸν πίστεως τὴν δύναμιν, τὸν βασιλέα τῆς χώρας, σὺν πλείστοις ἄλλοις, μετήγαγεν εἰς εὐσέβειαν· καὶ θεαρέστως πολιτευθεῖσα, καὶ καλῶς τὸν δρόμον τελέσασα, μετῆλθε πρὸς τὴν αἰώνιον ζωήν, τῶν καμάτων τὰ γέρα καὶ ἔπαθλα παρὰ Χριστοῦ καρπουμένη.

Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.

ᾨδὴ ζ΄. ᾽Αντίθεον πρόσταγιια.

Ἐδέξω τὸν τίμιον Σταυρὸν καὶ θεῖον, ὦ Νίνα θεόπνευστε, παρὰ τῆς θεομήτορος, καὶ χαίρουσα ἔδραμες, ἐπὶ τὰ ἔθνη μακράν, καὶ Χριστὸν ἐκήρυξας, ἐν Γεωργίᾳ λόγοις καὶ πλείστοις θαύμασι.

Λαμπρότητι βίου σου οἱ ἐν τῇ πλάνῃ τὸ φῶς εἰσεδέξαντο, τῆς πίστεως πανεύφημε, καὶ σκότος ἀπέθεντο, τῆς ἀγνωσίας βαθύ, Νίνα παναοίδιμε, Χριστὸν ὑμνολογοῦντες τὸν ὑπερένδοξον.

Πολλῶν καλῶν πρόξενος τῇ Γεωργίᾳ, ἐγένου πανεύφημε, Νίνα ὡς ἰσαπόστολος, ἐν ταύτῃ κηρύξασα, Χριστὸν τὸν πάντων Θεόν, τὸν μόνον φιλάνθρωπον, σαρκὶ ἐπιφανέντα, εἰς σωτηρίαν ἡμῶν.

Θεοτοκίον.

Ὡς θρόνος πυρίμορφος τὸν πάντων Κτίστην, βαστάζεις ὡς νήπιον, ἐν ταῖς χερσί σου πάναγνε, ἐκ σοῦ προσλαβόμενον, σάρκα ἀτρέπτως ἁγνή, σῴζοντα πανύμνητε, τοὺς πίστει προσκυνοῦντας, τὰ μεγαλεῖά σου.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Γνώμῃ ἐνθέῳ ἀληθῶς, διαπρέψασα ἐν Γεωργίᾳ Νίνα, τῇ Χριστοῦ ἐπιγνώσει καθοδηγεῖς ἀσφαλῶς, τοὺς πίστει βοῶντας καὶ λέγοντας· Σὲ ὑπερυμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ἐν ταῖς χερσί σου τὸν Σταυρόν, ὅν σοι δέδωκεν ἡ πάναγνος παρθένος, περιφέρουσα Νίνα, θαυματουργεῖς δι' αὐτοῦ, ὑμνεῖτε βοῶσα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥήσεσι Νίνα ἱεραῖς, τῶν χειλέων σου ὁ βασιλεὺς ὑπείξας, τῷ Σωτῆρι προσῆλθεν, ἐν εὐσεβείᾳ βοῶν· ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀπειρογάμως ἐν γαστρί, συλλαβοῦσα τὸν Θεὸν δι' εὐσπλαγχνίαν, ἐσωμάτωσας τοῦτον, ἐν παρθενίᾳ ἁγνή, ἡμᾶς τῆς φθορᾶς ἐκλυτρούμενον, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστόν σου τόκον.

ᾨδὴ θ΄. ῾Η τὸν πρὸ ἡλίου φωστῆρα.

Στέφος ἀφθαρσίας ἐδέξω, ἐκ χειρός τοῦ Παντοκράτορος, τὸν σὸν ἀγῶνα Νίνα ἐκτελέσασα, καὶ συνόμιλος ἀληθῶς, τῶν
ἀποστόλων γέγονας, μεθ' ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.

Ἴθυνας τοὺς πρὶν ἀμυήτους, θείοις λόγοις σου καὶ θαύμασι, πρὸς τὴν Χριστοῦ ἐπίγνωσιν θεόληπτε, πολιτείας θεοπρεποῦς,
ὦ Νίνα γεωργήσασα, καρποφορίαν κρείττονα, ὡς τοῦ Σωτῆρος ᾽Ισαπόστολος.

Μνήμην σου τὴν θείαν τελοῦντες, ἀνυμνοῦμεν τοὺς ἀγῶνάς σου, καὶ ἐκβοῶμεν Νίνα ἰσαπόστολε· παῤῥησίαν πρὸς τὸν
Χριστόν, ὡς ἔχουσα ἱκέτευε, διδόναι ἡμῖν ἄφεσιν, παραπτωμάτων δυσωποῦμέν σε.

Ὄμβρησον ἡμῖν θεοφόρε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοῦ θεϊκοῦ ἐλέους δρόσον ἄνωθεν, ὡς ἂν σβέσωμεν τῶν παθῶν, τὸ πῦρ τὸ ἀκατάσχετον, Νίνα καὶ ἐπιτύχωμεν, τῶν οὐρανίων ἀπολαύσεων.

Θεοτοκίον.

Ὕψωσον τὸν νοῦν μου Παρθένε, ἐκ βυθοῦ τῆς ματαιότητος, πρὸς τὴν ἀγάπην τοῦ ἐκ σοῦ ἐκλάμψαντος, ἵνα πράξω θεοπρεπῶς, τὸ θεῖον αὐτοῦ θέλημα, καὶ τῆς αὐτοῦ λαμπρότητος, ἀξιωθῶ ὁ καταφεύγων σοι.

᾽Εξαποστειλάριον.

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροιςτοῦ ᾽Ιορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν έφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Τῆς ἁγίας ὅμοιον.

Ἐπεφάνης οἷα φῶς, ἐν Γεωργίᾳ πάνσεμνε, καὶ ἔλαμψας τοῖς ἐν σκότει, τῆς ἀγνωσίας τῆς Χριστοῦ, ἁγίας ἐπιγνώσεως, Νίνα τὸ θεῖον φέγγος, σημείοις καὶ θαύμασι.

Καὶ αὖθις τῆς ἑορτῆς. ᾽Επεφάνη ό Σωτήρ...

Εἰς τοὺς ΑΙΝΟΥΣ.

῾Ιστῶμεν στίχους στ' καὶ ψάλλομεν γ' τῆς ἑορτῆς καὶ γ' τῆς ἁγίας.

Τῆς ἑορτῆς. ῏Ηχος α΄.

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Χριστὸς ό Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός· τοῦτον λαοὶ προσκυνήσωμεν.

Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν· ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

Σὺ ἐν ᾽Ιορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου φιλάνθρωπε Κύριε, δόξα σοι.

Καὶ τῆς ἁγίας.

῏Ηχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.

Τὴν ἰσαπόστολον Νίναν πάντες τιμήσωμεν,τὴν ἐν τῇ Γεωργίᾳ, γεωργήσασαν πίστει, τὰ σπέρματα τῆς πίστεως τοῦ Χριστοῦ, ἐν σημείοις καὶ θαύμασιν· ὅτι πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, τῷ Δεσπότῃ πάσης κτίσεως.

Ἐκ τῆς Σιὼν ἀπεστάλης Νίνα θεόπνευστε, παρὰ τῆς Θεοτόκου, ἐνεργείᾳ ἀῤῥήτῳ, ἐπὶ τὴν Γεωργίαν καὶ τὸ σεπτόν, τοῦ Χριστοῦ Εὐαγγέλιον, ἀνακηρύττεις δυνάμει τῇ θεϊκῇ, ὥσπερ θεία ἰσαπόστολος.

Τοῦ Παρακλήτου τὴν χάριν λαβοῦσα πάνσεμνε, τοῖς ἴχνεσι τῶν θείων, τοῦ Χριστοῦ ἀποστόλων, ἐνθέως ἐπορεύθης Νίνα σοφή, καὶ αὐτῷ προσενήνοχας, ἐν Γεωργίᾳ τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀπάτης ἐγκαθεύδοντας.

Δόξα... ῏Ηχος β΄.

Ἀποστολικοῖς ὁμιλήσασα καμάτοις, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, τοῖς ἐν ἀγνωσίᾳ καθημένοις ἀποκαλύπτεις, Νίνα ἰσαπόστολε· ὅθεν Γεωργίας τὸ ἔθνος, ὁμολογεῖ τὴν χάριν, καὶ κηρύττει σου τὰ θαύματα, καὶ τὴν πρὸς Χριστὸν προσαγωγήν· καὶ τὴν άγίαν σου μνήμην ἑορτάζον, πρὸς Χριστὸν μεσῖτίν σε προβάλλεται, αἰτουμένην πᾶσι τὸ θεῖον ἔλεος.

Καὶ νῦν... ῾Ο αὐτός.

Σήμερον ὁ Χριστός, ἐν ᾽Ιορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον ὁ ᾽Ιωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. ῾Η θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ ᾽Ιορδάνης ἰδὼν ἀνεστρέφετο. ῾Ημεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.




ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ.

Τὰ συνήθη. ᾽Απόστολον ζήτει τῇ κε' Νοεμβρίου, Εὐαγγέλιον κατὰ Ματθαῖον ὅπερ ζήτει τῇ Τετάρτῃ τῆς γ' ἑβδομάδος Ματθαίου.

Κοινωνικόν. Εἰς μνημόσυνον...

Μεγαλυνάριον.

Χαίροις ἰσαπόστολε τοῦ Χριστοῦ, Νίνα θεοφόρε, σκεῦος θεῖον τῶν ἀρετῶν· χαίροις Γεωργίας, λαμπρὰ λαμπαδουχία, καὶ
πρέσβις καὶ μεσῖτις, ἡμῶν πρὸς Κύριον.

Δίστιχον.

Νίνα ἰσαπόστολε δέξαι τὸν ὕμνον
῞Ον σοι ὁ Γεράσιμος ὕφανεν ἤδη.

Κυριακή, 1 Ιανουαρίου 2012

ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΊΟΥ ΑΚΟΛΟΥΘΙΑ 15 ΙΑΝΟΥΑΡΊΟΥ

ΤOΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ

Μνημη IE΄ΙΑΝΟΥΑΡΙΟΥ
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε Ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄.

Καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄Ἔδωκας σημείωσιν
Δεῦτε οὖν συνέλθωμεν, τῶν Μοναζόντων συστήματα, καὶ τὰς χεῖρας κροτήσωμεν, τελοῦντες ἐν ᾄσμασι, τοῦ ἐκ Θηβαΐδος, ἀσκήσει Ὁσίᾳ, εὐαρεστήσαντος Θεῷ, τὴν ἐπιλάμψασαν μνήμην σήμερον, καὶ πίστει ἐκβοήσωμεν· Παῦλε πατέρων ἀγλάϊσμα, τὸν Δεσπότην ἱκέτευε, ἵνα εὕρωμεν ἔλεος.
Πᾶσαν τὴν ἐπίγειον, ἐναπορρίψας προσπάθειαν, ἀνεδέξω ,ὡς
πάνσοφος, τοῦ πένθους τὰ σύμβολα, καὶ ἐν δυσπροσίτοις, ἐρήμοις σκηνώσας, ἀσκητικαῖς σου ἀγωγαῖς, σαρκὸς ὑπέταξας τὰ κινήματα, καὶ θεῖον οἰκητήριον, τοῦ Παρακλητου γεγένησαι, Ἀσκητῶν ἀκροθίνιον, Πάτερ Παῦλε μακάριε.
Μνήμη σου ἡ παντιμος, ὥσπερ ἀστὴρ οὐρανόφωτος, ἀνατείλασα σήμερον, αὐγάζει τὰ πέρατα, θείαις φρυκτωρίαις καὶ ἀποδιώκει, τὴν σκοτοδίνην τῶν παθῶν Χριστοῦ δυνάμει Παῦλε μακάριε· Διὸ ἐπαγαλλόμενοι, αὐτὴν τελοῦμεν γηθόμενοι, τῆς ζωῆς σου κηρύττοντες, τὰ λαμπρὰ προτερήματα.
Ὅλος ἀνακείμενος, ἀπὸ νεότητος Ὅσιε, εὐσεβῶς τῷ Κυρίῳ σου, τελείως κατέλιπες, τὰς προσκαίρους σχέσεις, καὶ ἐν τῇ ἐρήμῳ,
διαπεράσας ἱερῶς, θέοφρον Παῦλε τὸν βίον ἅπαντα, μετέστης πρὸς ἀείζωον, δόξης τῆς θείας ἀπόλαυσιν, καὶ χαρᾶς ἐκοινώνησας, ἀϊδίου καὶ κρείττονος.
Δόξα. Ἦχος πλ. β΄.
Τῶν Μοναστῶν τὴν καλλονήν, καὶ τῶν Ὁσίων κλέος, Παῦλον τὸν οὐράνιον ἄνθρωπον, τὸν ἀληθῶς δι’ ἀνενδότου ἀσκήσεως, Ἀγγέλων τὴν ζωὴν μιμησάμενον, τῶν εὐσεβῶν αἱ χορεῖαι, ἐν ὕμνοις τιμήσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· τρισμακάριστε, Πάτερ Παῦλε, ὡς ἔχων παρρησίαν, Χριστῷ τῷ Θεῷ, ἱκέτευε ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν πρέσβευε Δέσποινα, μετὰ τοῦ Ὁσίου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε τὸν Ἀσκητήν, καὶ Θηβαΐδος ἄνθος, τῆς προσευχῆς τὸν οἶκον, ὑμνήσωμεν προθύμως, τὸν Παῦλον τὸν μακάριον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Δόξαν τὴν τοῦ Χριστοῦ, θερμῶς, ἐπιποθήσας, σαρκὸς τὰς ἀπολαύσεις, ἐμίσησας τελείως, Παῦλε Θεομακάριστε.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Βίον Ἀγγελικόν, διέδραμες ἐν κόσμῳ, Θέοφρον Πάτερ Παῦλε, ἐντεῦθεν Ἰσαγγέλου, εὐκλείας κατηξίωσαι.
Δόξα. Τριαδικόν.
Δόξα σοι ὁ Θεός, πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ Παναγία, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου σου.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα ἀγαθή, ἡ τέξασα τὸν Κτίστην, σὺν τῷ Ὁσίῳ Παύλῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων, αὐτὸν νῦν καθικέτευε.

Τό, Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε Ἐκέκραξα, ἱστῶμεν Στίχους ς΄. Καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Ὅτε, ἐπινεύσει θεϊκῇ, Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῇ του Κυρίου στοργῆς· Ὅθεν ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, Ἄγγελος καθάπερ ἐπεβίωσας.
Πάσης, ἀνθρωπίνης σεαυτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα Μονάζοντα καὶ βίου δι’ ὅλου, ὤφθης ἀγνοούμενος· ὅθεν Ἀντώνιος, εὗρεν ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσεν.

Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι’ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους πεπλησμένος τὸν πάντων, καὶ προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν.

Ἕτερα. Ἦχος δ΄. Ὡς Γενναῖον ἐν Μάρτυσιν

Ἀγαπήσας τὸν Κύριον, ὁλικῶς ἐκ νεότητος, κοσμικὴν κατέλιπες ματαιότητα, καὶ δι’ Ὁσίας ἀσκήσεως, τελείωςἐνέκρωσας, τὰς κινήσεις τῆς σαρκός, Ἀντωνίου συνόμιλε , ὅθεν εἴληφας, ἀπαθείας τὴν χάριν Πάτερ Παῦλε, καὶ χιτῶνα ἠμφιέσω, τῆς ζωηφορου νεκρώσεως.

Τὴν τοῦ κόσμου τερπνότητα, τὰ φθαρτὰ καὶ τὰ ῥέοντα, νουνεχῶς
λελόγισαι ὥσπερ σκύβαλα, καὶ ὁλοτρόπως ἠγάπησας, Χριστὸν τὸν Θεὸν ἡμῶν, Πάτερ Παῦλε ἀληθῶς, καὶ αὐτοῦ τοῖς προστάγμασιν, ἰθυνόμενος, πολιτείαν ἐβίωσας Ἁγίαν σὺν Ἀντωνίῳ ἐγένου, τῶν Ἀσωμάτων ἰσότιμος.
Εἰς οὐδὲν ἡγησάμενος, τὰς προσκαίρους τερπνότητας, τὸν Σταυρὸν ἀνέλαβες,ἐπωμάδιον, Χριστοῦ τῷ λόγῳ μακάριε, ὑπείκων ὡς πάνσοφος, καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἀκριβῶς ἠκολούθησας, τὸ σαρκίον, ἐγκρατείᾳ στερρᾷ ὑποπιάζων καὶ ῥωννύμενος ὦ Παῦλε, τῆς ἐν Ἐδὲμ καταπαύσεως.
Δόξα. Ἦχος πλ.β'.
Ὅσιε Πάτερ τὰ μέλλοντα ἀγαθὰ προσδοκῶν, τὰ ὧδε τελείως ἀπώθησας καὶ διὰ τὴν ἀποκειμένην ἐν οὐρανοῖς ἐλπίδα, παρώδευσας τοῦ προσκαίρου βίου τὰ φθαρτά, ὡς σκιὰν καὶ ἀράχνην καὶ ὄναρ· καὶ νῦν τυχὼν τῆς οὐρανίου χαρᾶς, καὶ ἀπολαύσας τοὺς καρποὺς καὶ τὸν ἁγιασμόν. Διὸ τρισμακάριστε Πάτερ, Παῦλε τῆς Θηβαΐδος τὸ καύχημα, μὴ παύσῃ πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν σοῦ τιμώντων, τὴν μνήμην τὴν σεβάσμιον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς Μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, τὸ Φῶς Ἱλαρόν, τὸ Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. δ', 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Ἰδιόμελα
Ἦχος α΄.
Τὸν οὐράνιον ἄνθρωπον, καὶ ἐπίγειον Ἄγγελον, τὸ κλέος τῶν Μοναζόντων, καὶ Θηβαΐδος τὸ ἐγκαλλώπισμα, Παῦλον τὸν θεοφόρον, ἐν ἐγκωμίοις φαιδροῖς μακαρίσωμεν. Οὗτος γὰρ ἀγῶσι ἀσκητικοῖς, τὴν δυσήνιον σάρκα νικήσας, καὶ ὑπὲρ φύσιν ἐγένετο· Καὶ νῦν τῷ θρόνῳ τοῦ Κυρίου παριστάμενος, σὺν Ἀντωνίῳ τῷ κλεινῷ, καὶ τοῖς λοιποῖς Ὁσίοις πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Εὐφραίνου Παῦλε θέοφρον, Ἀσκητὰ Πανεύφημε, Θηβαΐδος τὸ κλέος, καὶ Μοναστῶν τὸ καύχημα· ὅτι ἡ ἐν ἀσκήσει ὑπομονή σου, τελειότητος ἔργον σχοῦσα, τῆς ψυχῆς σου τὸ κτῆμα διέσωσεν, ὑπομονῇ οὐκ ἐν ἀσθενείᾳ,μόνον γνωριζομένη, ἀλλὰ καὶ ἐν πειρασμοῖς δοκιμαζομένη· ἣν δὸς εὐχαῖς σου καὶ ἡμῖν τοῖς διαπλέουσι τοῦ παρόντος βίου τὴν θάλασσαν, ἐν ὕμνοις εὐφημοῦσί σε.
Ἦχος γ΄
Τὴν ἐν Χριστῷ ἑλόμενος ζωήν, τὰ ἐν κόσμῳ κατέλιπες, ὡς πλήρη
θείας συνέσεως, Πάτερ Παῦλε μακάριε· καὶ ἐν τῇ Αἰγύπτῳ ἐκλάμψας,
ὥσπερ λειμῶνα, τῆς ἐγκρατείας τοῖς ἀτρύτοις ἀγῶσι, τῆς σαρκὸς τὸ φρόνημα ἐνέκρωσας, καὶ τὸ χεῖρον τῷ κρείττονι ὑπέταξας. Ὅθεν τοῦ Πνεύματος τὴν χάριν δεξάμενος, τῶν Μοναζόντων ἐγένου ὁδηγός· καὶ νῦν πρεσβεύων, τῷ σῷ Δεσπότῃ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Τὸν ἐν Ὁσίοις μέγιστον, Παῦλον, ὡς ἀσκητικῶς πολιτευσάμενον, κατὰ χρέος ἐν ὕμνοις ἐπαινέσωμεν· προθύμως ἐν τῇ ἐρήμῳ οἰκῶν, δουλεύσας Θεῷ ἀμέμπτως, τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ ἔχων, δίκαιος καὶ ἄμεμπτος ὤφθη. Διὸ ἐν τοῖς οὐρανοῖς, σὺν Ἀγγέλοις χορεύων, πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τῶν πίστει τιμώντων, τὴν Ἁγίαν αὐτοῦ πανήγυριν.
Δόξα. Ἦχος β΄.
Τὸν ἀστέρα τὸν πολύφωτον, τὸν ἐν οὐρανῷ τῆς ἀρετῆς ἐστηριγμένον, καὶ τῆς ἀσκήσεως ὡραιοδρόμον ἥλιον, τὸν τοῦ πάντων Δεσπότου, θεράποντα γνήσιον, Παῦλον τὸν Ὁσιώτατον, τῶν Μοναζόντων τὰ στίφη, ἐν ἐγκωμίοις εὐφημήσωμεν· Οὗτος γὰρ ὁ μακάριος, ἐν τοῖς Αἰγύπτου ἐρήμοις, δαυϊτικῶς αὐλιζόμενος, ἐν ἀγρυπνίᾳ καὶ προσευχῇ βιοτεύων. Διὸ καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν, πρεσβεύει Χριστῷ ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια

Χαίροις τῶν Μοναστῶν καλλονή, τῆς ἀπαθείας τὸ δοχεῖον τὸ πάγχρυσον, πραότητος θεῖος οἶκος, ἀκτημοσύνης κανών, προσευχῆς ἀόκνου, ἐργαστήριον· ὦ Παῦλε μακάριε, Παρακλήτου τὸ σκήνωμα, τῶν μονοτρόπων, ὁδηγὸς ὁ σωτήριος, καὶ καλλώπισμα, Θηβαΐδος περίδοξον· Ὅθεν τοὺς ἑορτάζοντας, τὴν πάνσεπτον μνήμην σου, λιταῖς ἀόκνοις σου ῥῦσαι, τῆς ἐπηρείας τοῦ ὄφεως, Χριστὸν ἱκετευων,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίροις πνευματικὲ ὁδηγέ, στηλογραφία καὶ λαμπρὰ ὑποτύπωσις, ἐρήμου τῆς Αἰγύπτιας , χειραγωγὲ Ἀσκητῶν, πρὸς λειμῶνας θείας ὡραιότητος· ψυχῆς γὰρ κατάστασιν, ἐγκρατείᾳ καὶ δάκρυσι, λαμπρύνας ὤφθης, Μοναζόντων διδάσκαλος, ἐνθεώτατος καὶ κοσμήτωρ τοῦ Πνεύματος. Ὅθεν Παῦλε τιμῶντές σε, σοφίας ὡς σκήνωμα, καὶ ἀρετῆς ἐκμαγεῖον, τὰς σὰς λιτὰς ἐκδεχόμεθα, πρὸς κρείττονα βίον, καὶ χαρὰν Θεοῦ ἡδὶστην, τὴν ὑπὲρ ἔννοιαν.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίρων τοῦ Λυτρωτοῦ τὸν Σταυρόν, ἀναλαβὼν ὡς νουνεχὴς ἐπωμάδιον, διήνυσας θεοφρόνως, τὴν τεθλιμμένην ὁδόν, τοῦ ἐχθροῦ μὴ πτήξας τὰ προσκόμματα καὶ ἤρθης τῷ ἅρματι, τῶν Ὁσίων ἀγώνων σου, ὄντως πρὸς ὕψος ἀρετῶν τὸ μετάρσιον, καὶ ἀπέλαβες, τὸν ἀκήρατον στέφανον. Ὅθεν σου τὴν πανήγυριν, τελοῦντες τὴν πάντιμον, μετ’ εὐφροσύνης σοι πάντες βοῶμεν Παῦλε μακάριε· Χριστὸν ἱκετεύων, μὴ ἐλλίπῃς ὑπὲρ παντων, τῶν εὐφημούντων σε.

Δόξα. Ἦχος πλ.δ΄.
Ἀσκητικοῖς ἐν ἐρήμῳ κατορθώμασι, τῶν παθῶν τὰς ὁρμὰς ἐνέκρωσας, καὶ ψυχὴν ἐζώωσας Παῦλε Ὁσιώτατε· ὡς ἱστὸν γὰρ λύσας ἀράχνης, ἐχθροῦ τὰ πανουργεύματα, ὑφηγήτωρ εὐσεβείας, καὶ θεῖος ἀλήπτης Μοναστῶν πέφηνας· Ἀγγέλων οὖν συγχορεύων νῦν τοῖς τάγμασι, μὴ παύσῃ Θεὸν ἰλεούμενος ἡμῖν, τὸν μόνον Φιλάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τό, Νῦν ἀπολύεις,τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος γ΄ . Θείας πίστεως.

Θείου Πνεύματος τῇ ἐπινεύσει, πρῶτος ᾤκησας, ἐν τῇ ἐρήμῳ, Ἠλιοὺ τὸν ζηλωτὴν μιμησάμενος· καὶ δι’ ὀρνέου τραφεὶς ὡς Ἰσάγγελος, ὑπ’ Ἀντωνίου τῷ κόσμῳ ἐγνώρισαι. Παῦλε Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον. Ἦχος πλ.α΄. Τὸν Συνάναρχον Λόγον.

Τοῦ Προδρόμου τὸν βίον Πάτερ μιμούμενος, ἐν τῇ Αἰγύπτῳ διῆλθες, τὴν ἐν ἀσκήσει ζωήν, προσδεχόμενος Θεοῦ τὸ θεῖον ἔλεος, οὗ δαψιλῶς ἐπιτυχών, χάριν ἐκβλύζεις τοῖς πιστῶς, τὴν μνήμην σου ἐκτελοῦσι, Πάτερ Παῦλε Θεοφόρε, Θηβαΐδος τὸ ἐγκαλλώπισμα.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσὰ ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.
Καὶ Ἀπόλυσις.

Μετὰ τὴν α΄. Στιχολογίαν Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τὸν βίον σου σοφέ, εὐσεβῶς διανύσας, τῆς δόξης τοῦ Χριστοῦ, κληρονόμος ἐδείχθης, Ἀγγέλων γεγένησαι, ἰσοστάσιος Ὅσιε· χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, Παῦλε αἴτησαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάνσεπτον μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀκένωτε πηγή, ζωηφόρων ναμάτων, Παρθένε ἀγαθή, τοῦ ἐλέους σου ῥείθροις, καρδίαν ἀπόπλυνον, τοῦ ἀχρείου οἰκέτου σου, ἣν ἐμόλυνεν, ἡ βορβορώδης κακία, ἡ μὴ τήρησις, τῶν του Θεοῦ ἐνταλμάτων, καὶ βίος ὁ φαῦλός μου.
Μετὰ τὴν β.' Στιχολογίαν, Κάθισμα.
Ὥσπερ Ἄγγελος, ἐκ Θηβαΐδος, καὶ ὡς ἄσαρκος, καλῶς βιώσας, καὶ σκιρτήματα σαρκὸς κατεπράϋνας, τὰ τῶν δαιμόνων δεινὰ μηχανήματα, τῇ τῶν ἀγώνων καθεῖλες ἐνστάσει σου· ὅθεν στέφει σε, ἀφθάρτῳ Χριστὸς κατέστεψε, σὺν Ἀντωνίῳ, ὦ Παῦλε μακάριε.
Δόξα... Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Δέσποινα Εὐλογημένη, ἡ κυήσασα τὸν Ζωοδότην, σαρκωθέντα δι’ ἄφατον ἔλεος· χαῖρε Θεοῦ τὸ πυρίμορφον ὄχημα· χαῖρε τρυφῆς οὐρανίου Παράδεισε. Ἀλλὰ πρέσβευε Παρθένε θεομακάριστε, πταισμάτων δωρηθῆναι ἡμῖν ἄφεσιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ταχὺ προκατάλαβε

Σαρκὸς τὴν ἀπάθειαν, ἀσκητικαῖς ἀγωγαῖς, νεκρώσας ἀπάθειαν, ἐκτήσω ὄντως ψυχὴν τελείαν Πανεύφημε. Ὅθεν ἐν σοὶ πλουσίως, ἐξεχύθη ἡ χάρις, θαύμασι μαρτυροῦσα, ἐκλεκτόν σε Κυρίου, γενόμενον Παῦλε θεόφρον, διό σε γεραίρομεν.

Δόξα. Καὶ νῦν... Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, τοῦ Προανάρχου Πατρός, ὁ Λόγος ὁ ἄναρχος, ἐκ
τῆς νηδύος τῆς σῆς τεχθεὶς ὡς ηὐδοκησεν, Ἄχραντε Θεοτόκε τῆς ἀρχαίας κατάρας, ἔλυσεν ὡς οἰκτιρμῶν, τὴν ἀσέληνον νύκτα· διό σε κατὰ χρέος, ἀεὶ μακαρίζομεν.
Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄. ἤχου.
Προκείμενον. Ἦχος δ΄. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πᾶσα πνοή.
Εὐαγγέλιον. Ζήτει εἰς τὴν ἑορτὴν τοῦ Ἁγίου. Σάββα ( Ματθ. ια΄ 27-30)
Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ἰδιόμελον Ἦχος πλ. β΄.
Πάτερ Ἱερώτατε, Ὁσίων ἐγκαλλώπισμα, καὶ τῶν πιστῶν ἡ ἀντίληψις, πανσόφως τὰ ἐπίγεια παριδὼν ὡς ῥέοντα, τὰ οὐράνια ἐπόθησας, ὡς ἀεὶ διαμένοντα Ἀγγέλων τὸν βίον κτησάμενος θεῖε Παῦλε·Οἷς ἐν τοῖς οὐρανοῖς συνδιαιτώμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων τὴν πάνσεπτον μνήμην σου.

Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ ἁγίου ὁ παρών, Οὗ ἡ ἀκροστιχίς:
«Τὰς ἀρετὰς τοῦ θείου Παύλου τιμήσωμεν ».

ᾨδὴ α΄ Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Τῷ φέγγει τῆς χάριτος, καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου, πανηγυρίζοντας, φωταγωγησον, καὶ σκότους ἁμαρτίας, πρεσβείαις σου λύτρωσαι, Παῦλε μακάριε.
Ἀστράψας ὡς ἥλιος, φωταγωγεῖς τὴν ὑφήλιον, φωτὸς οἰκητήριον, φῶς Παῦλε τὸ θεῖον, ἀνατέλλων τε, καὶ δύνων φωτοφόρος, γενόμενος Ὅσιε, Κανὼν ἀσκήσεως.
Σοφίαν ἐπλήρωσε, τὴν σὴν καρδίαν ὁ Κύριος· αὐτῷ γὰρ μακάριε ἀπὸ νεότητος, ἠκολούθησας, Παῦλε ἐν Θηβαΐδι, βιώσας ὡς Ἄγγελος, ἐν
κόσμῳ Ὅσιε.
Θ ε ο τ ο κ ί ο ν

Ἁγίασον Δέσποινα, τὴν ταπεινήν μου διάνοιαν, ἡ τὸν ὑπερούσιον
Λόγον κυήσασα καὶ ὑπάρχουσα, πασῶν Ἁγιωτέρα, τῶν ἄνω Δυνάμεων, Θεοχαρίτωτε.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους

Ῥεόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, Σταυρὸν Παῦλε μακάριε, καὶ ἐν ἀβάτοις μέρεσιν, σπηλαίοις τε καὶ ὄρεσι, ὑποχωρῶν διετέλεσας.
Ἐν σώματι Ἄγγελος ἐδείχθης, καὶ ὡς ἄσαρκος βιοτεύων, πάχους σαρκὸς καὶ φύσεως, ὑπερηρμένος ὦ Παῦλε, θεουργικῶς λαμπόμενος, καὶ θαυμαστῶς κλεϊζόμενος.
Τὰς πορείας ἴθυνας τοῦ νοός, πρὸς θείου θελήματος Παῦλε, λιμένα γαληνότατον, καὶ τῆς κακίας θάλασσαν, κυματουμένην πνεύματι
τῆς πονηρίας διέφυγες.
Θ ε ο τ ο κ ί ο ν.
Ἀξίως τὴν χάριν σὺ δέδεξαι, Μαρία Κυρία τοῦ παντός, ὡς τὸν Θεὸν γεννήσασα, ἐν σαρκὶ ὑπὲρ ἔννοιαν, τὸν ἐν ταυτῷ σὲ δείξαντα,
Παρθένον καὶ Θεομήτορα.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ
ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον, πόλιν Παῦλε κατέλαβες
ἐπιμόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς βιοτεύων· διό σε γεραίρομεν.


Ἕτερον. Δόξα... Τὸν Συνανάρχον Λόγον.

Τὴν ψυχήν σου δοχεῖον, τοῦ θείου Πνεύματος, τῶν παθῶν τῇ νεκρώσει
ἀπεργασάμενος, τῆς ἐγκρατείας φυτουργὸς θεοειδέστατος, καὶ τῆς
ἀγάπης τῆς ἁγνῆς, λύχνος ἐφάνης φαεινός, θεοειδέστατε παντὸς καταυγάζων, τοὺς εὐσεβῶς ἀνευφημοῦντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πανάσπιλον Κόρην καὶ κόσμου λύτρωσιν, τὴν τῶν Ἀγγέλων Κυρίαν, καὶ προσφυγὴν τῶν πιστῶν, μακαρίσωμεν βροτοί, καὶ μεγαλύνωμεν ὅτι ἐκύησε σαρκί, τὸν τῶν ὅλων ποιητήν, τοῖς πᾶσι χαρὰν διδοῦσα, καὶ ἐγείρουσα τοὺς πεσόντας, αὐτῆς πρεσβείαις τε
καὶ δεήσεσι.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Σωτῆρος τῷ θείω νόμῳ, πορευθεὶς ἐκ νεότητος, ἐμάκρυνας Πάτερ, πάσης κοσμικῆς ματαιότητος, καὶ ἐν ἐρήμοις σκηνώσας βίον ἄσαρκον, Παῦλε Ὅσιε, μετὰ σαρκὸς διελήλυθας.

Τὰ παρόντα ὑπερεῖδες, διὰ μόνα τὰ μένοντα, καὶ τῷ θείῳ πόθῳ ὅλην
σου τὴν καρδίαν προσέδησας· καὶ τῆς κακίας τὸ κράτος ὅθεν ἔλυσας Χριστοῦ τῇ χάριτι, Παῦλε Ὁσίων καύχημα.

Ὁλοθύμως καθ' ἑκάστην, τῷ Δεσπότῃ τῆς κτίσεως, ὑμνεῖς θεῖε Παῦλε καὶ δοξολογίαν ἀένναον, Αὐτῷ ἀνέπεμπες αἴρων πρὸς οὐρανὸν τὰ σὰ ὄμματα, τῆς φιλοθέου καρδίας σου.

Θεοτοκίον.
Ὑποκύψασαν τῇ φθορᾷ, ἀναπλάττεις τὴν βροτείαν, φύσιν συντριβεῖσαν, Ἄχραντε Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα ἀπειρόγαμε· ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Θεῷ σὺ ἐνέκρωσας σαρκὸς ἐπιθυμίας σου, τὸν σὸν νοῦν ἐζώωσας καὶ
ἤρθης εἰς σφαίρας θείας πνευματικῆς, Παῦλε Θέοφρον, τελειώσεως
Χριστόν, ἔχων κέντρον βίου σου, τὸν γλυκύτατον Κύριον.

Ἐπάτησας δαίμονα, ἐν τῇ στερρᾷ ἀσκήσει σου, θεόφρον Παῦλε πνευματοφόρε, τοῦ Ἀντωνίου ὁμότιμε τοῦ σεπτοῦ, καὶ τῶν Ἀγγέλων συνόμιλε, τῆς Θηβαΐδος φωστήρ, καὶ Μοναζόντων τὸ κλέος.

Ἱερῶς λαμπόμενος, τῇ φωταυγίᾳ τοῦ Πνεύματος Παῦλε τοῦ Ἁγίου ἔδειξέ σε, φωστῆρα μέγα Πατέρων Θεοειδῶν, καὶ φάρον ἀμέμπτου ἀγωγῆς, πάντας καταυγάζοντα, τοὺς ἐν σκότει καθεύδοντας.
Θεοτοκίον.
Ὅλον κατατρωθέντα τῆς ἁμαρτίας ἴασαι, τῷ δραστικωτάτῳ σου φαρμάκῳ, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα, λόγχῃ τὸν τρωθέντα δι’ ἐμέ, Ἄχραντε καὶ τρώσαντα, τὴν καρδίαν τοῦ ὄφεως.

ᾨδὴ στ΄ Τὴν θείαν ταύτην.
Ὑπέμεινας φλογμὸν ἡλίου, νυκτὸς τὸν παγετὸν ἐκαρτέρησας, τοῦ θείου Πνεύματος, Παῦλε Θεόφρον τῇ χάριτι· ὅθεν τρυφᾷς τῆς ἄνω μακαριότητος.
Πράξεσι σὺ κεκοσμημένος, τῆς σῆς καθαρωτάτης ἀσκήσεως, Παῦλε μακάριε, τῶν Ἀσκητῶν ὁ κανὼν πέφηνας· διό σου τὴν πανήγυριν ὕμνοις τιμῶμεν.
Ἀγγέλους ἔσχες συλλήπτορας, τὸν ἅπαντά σε χρόνον αὐγάζοντας καὶ χορηγοῦντάς σοι θείας οὐσίας τὴν ἔλλαμψιν, ἐμμέσως, Πάτερ Παῦλε Θεομακάριστε.
Θεοτοκίον.
Ὑπὲρ πιστῶν ἀνυμνούντων σε, ἱκέτευε τὸν πάνσεπτον τόκον σου, Θεογεννήτρια καὶ τὴν ἀχλὺν ἀποδίωξον, ἡμῶν τοῦ βίου ζάλης καὶ πάσης θλίψεως.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν ἐρήμοις ἀνδρικῶς ἀγωνισάμενον, καὶ δι'ἀσκήσεως στερρῶς
καταπατήσαντα, τοῦ Βελίαρ τὰς παγίδας τὰς ψυχολέθρους, εὐφημήσωμεν ἐν ὕμνοις οἱ φιλέορτοι, ὡς παρέχοντα ὑψόθεν χάριν ἄφθονον, τοῖς κραυγάζουσι· Χαίροις Παῦλε μακάριε.
Ὁ Οἶκος
Ἀνενδότῳ ἀσκήσει, τῶν παθῶν Θεομάκαρ, μειώσας τὴν ἀσέληνον νύκτα, τῆς ἀπαθείας τὴν φαιδράν, ἡμέραν ἔφθασας Παῦλε πανεύφημε καὶ τῷ φωτὶ ὡμιλήσας, τῷ καθαρῷ διὸ βοωμεν·
Χαῖρε τῶν Θηβῶν ἡ εὐκοσμία
Χαῖρε Αἰγύπτου ἡ δᾳδουχία
Χαῖρε ὁ Χριστὸν ἀρεταῖς ἐνδυσάμενος
Χαῖρε ὁ ἐχθρὸν ἀνδρικῶς τροπωσάμενος
Χαῖρε ἄνθος εὐωδέστατον γεωργίας θεϊκῆς
Χαῖρε κρίνον Ἱερώτατον βιοτῆς ἀσκητικῆς
Χαῖρε ὅτι ἐδέξω τοῦ Κυρίου τὴν χάριν
Χαῖρε ὅτι μετῆλθες ἐν ἀσκήσει τὸν βίον
Χαῖρε πιστῶν μεσίτης θερμότατος
Χαῖρε ἡμῶν προστάτης ἀκοίμητος
Χαῖρε Χριστοῦ τὸν Σταυρὸν ὁ βαστάσας
Χαῖρε αὐτοῦ τῆς χαρᾶς κοινωνήσας
Χαίροις Παῦλε μακάριε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ 15ῃ τοῦ Μηνὸς Ἰανουαρίου, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν
Παύλου τοῦ Θηβαίου.
Στίχ. Εἰ θαῦμα Θήβαις ταῖς παρ’ Αἴγυπτον πύλαι
Πόσον γε Παῦλος, κἂν βίου λίπῃ πύλας;
Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος.

Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν
Λογισμοῖς φαυλότητος τὸν νοῦν ἐκκαθάρας καὶ τὴν καρδίαν σου,
ἡδυπαθείας σοφέ, ἀγῶσιν ἀσκήσεως, ἀδιαλείπτοις σου, καὶ δακρύων σου, ἐκβλύσεσι μακάριε, Παῦλε Πατέρων κλέϊσμα.
Ὁ διάκοσμος Κυρίου, Παῦλε πίστεως, κατοικητήριον παντοδαπῶν ἀρετῶν, φωτὶ θείας χάριτος, ὁ ἐλλαμπόμενος, ζόφον δίωξον, ἡμῶν τῶν γεραιρόντων σου, τοὺς πρὸς θέωσιν καμάτους.

Ὑψιβάμων ἀρεταῖς ὑπερουράνιος Παῦλε μακάριε, τῇ πολιτείᾳ τελῶν, τὸ φρόνημα μέτριος, ὑπῆρχες καὶ ταπεινός, ὑπὲρ ἅπαντας· Θεός σε καὶ ἀνύψωσεν, ὑπὲρ πάντας θαυμασίως.
Θεοτοκίον.
Τοῖς πᾶσι ὁ παρεχόμενος βουλήματι, τὸ εἶναι Πάναγνε, ἐκ σοῦ ἀρχὴν χρονικήν, λαμβάνει καὶ τίκτεται, λύων τὰ χρόνια, παραπτώματα, τῆς συμπεσούσης Ἄχραντε, τῶν βροτῶν ῥευστῆς οὐσίας.

ᾨδὴ η΄ Λυτρωτὰ τοῦ παντός.

Ἱερόν σε Μοναζόντων ὁ δῆμος, πρὸς τὸν Χριστὸν μεσίτην κτησάμενος,
καὶ πρεσβευτὴν θερμότατον, καὶ προστάτην παμμάκαρ, Παῦλε Ὅσιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

Μάκαρ Παῦλε νυσταγμὸν ἀμελείας, ἐκ βλεφάρων ψυχῆς ἀπωσάμενος, τὸν τοῖς δικαίοις πρέποντα, νῦν κεκοίμησαι ὕπνον, καὶ πρὸς ἡμέραν, ἀνέσπερον λαμπρὸς μεταβέβηκας.

Ἤκουσας φωνῆς τῆς τοῦ Δεσπότου σου, προσκαλουμένης σε, πρὸς τὰ ἄνω, περιφανῶς βασίλεια Παναοίδιμε Παῦλε, Πατέρων καύχημα, ὡς καλῶς καὶ Ὁσίως βιώσαντα.
Θεοτοκίον.
Σωθέντες ἐξ ἀρᾶς τῆς προμήτορος, διὰ σοῦ τῆς Ἁγνῆς Θεομήτορος, Εὐλογημένη Δέσποινα, εὐλογοῦμεν Παρθένε δεδοξασμένη, τὸν πανάγιον Τόκον σου σέβοντες.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ὡς ἄσαρκος πάντα τὰ κόσμου, ἀποθέμενος Πάτερ Παῦλε, δι’ ἐγκρατείας καὶ πόνων, πρὸς οὐρανίους σκηνὰς ἀνέδραμες· ἐν αἷς τοῦ ποθούμενου σοι, ἐπαπολαύεις κάλλους Ὅσιε.

Μνήμην τὴν πανίερον πάντες, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν Θεοφόρον πάντες ζηλώσωμεν, καὶ αὐτῶν νῦν ἐκβοῶμεν· Χαίροις Παῦλε Πατέρων καύχημα.

Ἔχων σου τὴν αἴσθησιν Παῦλε, νῦν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθῳ, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, Ἀγγελικὴν τερπνότητα καὶ παραδείσου τρυφὴν ἄληκτον.
Θεοτοκίον.
Νύμφη ἡ Πάναγνος εὐφραίνου, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, ὑπὲρ χρυσίου λάμπουσαν, καὶ ὑπὲρ ἥλιον ἀστράπτουσαν.

Ἐξαποστειλάριον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε
Μεθέξεσι θεουμένος, ταῖς πρὸς τὸ Θεῖον Ὅσιε, Θεὸς θετὸς χρηματίζεις, σὺν Ἀντωνίῳ παμμάκαρ· μεθ οὗ ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Παῦλε φωστὴρ Μοναζόντων.
Ἕτερον.Ὅμοιον.
Ἀγῶσι τῆς ἀσκήσεως, τὸ τῆς σαρκός σου φρόνημα, ἐνέκρωσας
Πάτερ Παῦλε, τὴν δὲ ψυχὴν ἀπειργάσω, οἶκον φωτοειδέστατον, τῶν χαρισμάτων Ὅσιε, τοῦ Παναγίου Πνεύματος, ὧν διανέμεις τὸν πλοῦτον, τοῖς καθαροῖς τῇ καρδίᾳ.
Θεοτοκίον.
Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ Πατρὸς γεγένηκας, Χριστὸν
Πανύμνητε Κόρη, τὸν Βασιλέα τῆς δόξης· οὗ τὸν Σταυρὸν οἱ Ὅσιοι καὶ Ἀσκηταὶ ἀράμενοι, ὀπίσω τούτου ἔδραμον· μεθ ὧν ἀπαύστως δυσώπει,
ὑπὲρ ἡμῶν Θεοτόκε.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἱστῶμεν Στίχους δ΄. καὶ ψαλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Παῦλε μακάριε, ἀπαρνηθεὶς τὰ τερπνά, τὰ τοῦ κόσμου ὡς πρόσκαιρα, οἶκον ἐν τῇ ἐρήμῳ, ἡσυχίαν ἑλόμενος· ἔνθα ἐβίωσας ὥσπερ ἄσαρκος, ἔρωτι θείῳ ἀποκρουσάμενος, πάσας τὰς φάλαγγας, καὶ τὰ πειρατήρια τοῦ πονηροῦ, ἔχων προμαχοῦσάν σοι, χάριν τοῦ πνεύματος.
Ὅσιε Παῦλε πανεύφημε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, τοῖς σοῖς ὤμοις
ἐβάστασας, καὶ προθύμως ὥδευσας, τὴν ὁδὸν τῆς ἀσκήσεως, καὶ τῶν χαρίτων τοῦ θείου πνεύματος, πλήρης ἐγένου πόνοις
τοῖς ἀγωνίσμασι. Ὅθεν ὁ Κύριος, ἐκλεκτὸν ὡς ὄντα σε περιφανῶς, εἰς λυχνίαν τέθηκε, τοῖς πᾶσι λάμποντα.

Ὅσιε ΠαῦΛε τρισόλβιε, τῶν Ἀσκητῶν ἀρωγός, μονοτρόπων τε πρόμαχος καὶ προστάτης γέγονας, σαῖς εὐχαῖς καὶ δεήσεσι, φωτὶ ἀκτίστῳ νοῦν, ἐλλαμπόμενος, ψυχὰς φωτίζεις τῶν προσιόντων σοι· πρέσβευε Ἅγιε, καὶ ἡμᾶς ἐκσώζεσθαι ἐκ πειρασμῶν, καὶ τῶν περιστάσεων, τοὺς εὐφημοῦντάς σε.
Ὅσιε Παῦλε Θεόληπτε, ἀσκητικαῖς ἀγωγαῖς, ἐν ἐρήμοις καὶ ὄρεσι,
τοῦ Ἁγίου Πνεύματος, ὑπεδέξω τὴν ἔλλαμψιν, καὶ τὸ σκότος τῆς ματαιότητος, ὡς ἑωσφόρος λαμπρὸς ἠφάνισας. Ὅθεν τρεφόμενος, ὑπ’ ὀρνέου πάνσοφε, πᾶσιν ἡμῖν γνώριμος γεγέννησαι, δι’ Ἀντωνίου τε.

Δόξα... Ἦχος πλ.α΄.
Ὅσιε Πάτερ, ἀναπτερούμενος τῷ νοΐ, πρὸς τῶν ἐφετῶν τὸ ἀκρότατον, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς πραγμάτων· σκύβαλα ἡγήσω νουνεχῶς, τὰς ἐπικήρους ἀπολαύσεις, τῶν διαμενόντων ἀγαθῶν, τὴν κτῆσιν ἐπεπόθησας· Διὸ τὸν Χριστὸν ἠκολούθησας, Παῦλε παναοίδιμε, οὗ τῆς θείας μακαριότητος ἀμέσως κατηξίωσαι. Αὐτὸν οὖν ἱκέτευε, δωρηθῆναι τῇ Οἰκουμένη, τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Καὶ νῦν Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογια Μεγάλη. Ἐκτενὴς καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου
ἡ γ΄ καὶ στ΄. ᾠδές.
Ἀπόστολος τοῦ Ὁσίου
Προκείμενον. Ἦχος Βαρύς.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Ἀπόστολος.
Ζήτει τῷ Σαβ. τῆς κζ.' ἐβδομ. (Γαλ.ε΄ 22-26,ς΄. 1-2) Ἀλληλούΐα γ.' ) Ἦχος πλ.β.'
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον: Τοῦ ὁσίου Ζήτει τῷ Σαβ.τῆς ια.' Ἑβδ. Λουκᾶ ΙΒ΄. 32-40
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάρια.
Χαίροις Μοναζόντων ὁ ὁδηγός, προσευχῆς ὁ τύπος, καὶ Αἰγύπτου ὁ θησαυρὸς· Χαίροις ὡς φωστῆρας, ἐκ θείου Ἀντωνίου,
ἐγνώρισαι τῷ κόσμῳ, Παῦλε μακάριε.

Χαίροις Θηβαΐδος θεῖος βλαστός, καὶ Αἰγύπτου πάσης,
ἀπροσμάχητος βοηθὸς· Χαίροις δι’ὀρνέου τραφεὶς θεόφρον Παῦλε·
ἡμᾶς τοὺς σὲ τιμῶντας, χάριν δεδώρησαι.
Δίστιχον
Παῦσίν μοι δίδου κατὰ παθῶν ὦ Παῦλε,
ἡμῖν τῷ σοὶ προσφέρων, τούσδε τοὺς ὕμνους.

ΜΑΡΚΟΣ ΚΩΦΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΑΡΚΟΥ ΤΟΥ ΚΩΦΟΥ
ΟΥ Η ΜΝΗΜΗ Τῌ 2ᾼ ΙΑΝΟΥΑΡΙΟΥ
Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος
ὑπὸ Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου,
Ὑμνογράφου τῆς Ἁγἰας τοῦ Χριστοῦ
Μεγάλης Ἐκκλησίας,
Μερίμνῃ τοῦ ἐν Πάτραις Σωματείου
Κωφῶν-βαρηκόων ΝΔ Ἑλλάδος.
1996
Τῇ β΄ Ἰανουαρίου μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν
ΜΑΡΚΟΥ ΤΟΥ ΚΩΦΟΥ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ γ΄προεόρτια τοῦ Μηναίου καὶ εἶτα τὰ παρόντα τοῦ Ὁσίου.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς φυσικῆς ἀκοῆς σου, Πάτερ στερούμενος, διήνοιξας Κυρίῳ, τὰ ἐσώτατα ὦτα, δεξάμενος τὸν λόγον αὐτοῦ εὐθύς, καὶ σταυρὸν τῆς ἀσκήσεως, ἐν προθυμίᾳ βαστάσας, φωστὴρ κλεινός, Ἐκκλησίας ἀναδέδειξαι.
Τῶν κοσμικῶν καὶ ματαίων, Μᾶρκε οὐκ ἤκουσας, τὰς ψυχοφθόρους ῥήσεις, ὅθεν ὅλος ἐδόθης, εἰς τήρησιν θελήματος τοῦ Χριστοῦ, Ὃν καὶ μόνον ἠγάπησας, ᾯ καὶ ὡμοίωσαι πράξεσιν ἀγαθαῖς, τῶν πιστῶν φανεὶς διδάσκαλος.
Ἡ τοῦ Κυρίου παιδεία ἡ ἀκατάληπτος, διήνοιξε τὰ ὦτα, διανοίας σου Μᾶρκε, καὶ ἔπλησε ψυχήν σου ὡς ποταμός, θεωρίαις τοῦ Πνεύματος, ὧν τῆς γλυκύτητος δίδου μοῖραν ἡμῖν, τοῖς γεραίρουσι τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄
Τῆς κοσμικῆς ἀποστὰς ταραχῆς, Μᾶρκε θεόσοφε, τῆς ὁσιότητος τὴν τρίβον διεπέρασας θαυμαστῶς, τῶν ἐντολῶν τοῦ Κυρίου ἀσφαλιζόμενος τῇ χάριτι· διὸ γέγονας κῆπος κεκλεισμένος, κατευωδιάζων ταῖς ἀρεταῖς τοὺς προσιόντας σοι· ὅθεν τῆς σιωπῆς τῶν ἐσχάτων νῦν συμμετέχων, ἱκέτευε δεόμεθα τὸν Κύριον ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν σεβάσμιον μνήμην σου.
Καὶ νῦν. Τὸ ὁμόηχον τοῦ μηναίου προεόρτιον.
Ἔρχεται πρὸς Ἰορδάνην Χριστός.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα ὁσιακά.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις,καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ψάλλομεν στιχηρὰ ἰδιόμελα.
Ἦχος α΄.
Τὴν κώφωσιν ὡς χάρισμα Θεοῦ δεξάμενος, Μᾶρκε ὁσιώτατε, καὶ ἀνακράζων τὸ ὄνομα Κυρίου εἴη εὐλογημένον, δέδεξαι παρ’Αὐτοῦ τὸ δῶρον τῆς μυστικῆς ἀκοῆς· ὅθεν γευσάμενος ἐμπείρως τῶν μυστηρίων τοῦ οὐρανοῦ τὴν θεολογίαν, διδάσκαλος ἐγένου πολλοῖς εἰς σωτηρίαν. Νῦν δὲ τῆς άγγελικῆς ὑμνολογίας ἀπολαύων, πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄ .
Τῆς περιεργείας τῶν παρόντων ἀποστάς, ἔνδον τὸν νοῦν ἔστρεψας Μᾶρκε πάτερ σοφῶς, ἔνθα ἐφεῦρες τὸν πολύτιμον Μαργαρίτην, δι’εὐχῆς ἀρεμβάστου καὶ ἡσυχίας διηνεκοῦς· ὅθεν καὶ ἡμᾶς ταραττομένους ἐκ τῶν ποικίλων μεριμνῶν, τὸν νοῦν εἰρήνευε διὰ τῆς μνήμης τοῦ Θεοῦ, καὶ τῆς αἰσθήσεως τῆς παρουσίας Αὐτοῦ μακάριε.
Ἦχος γ΄.
Τὸν λογισμόν σου βεβαιώσας ἐπὶ τὴν πέτραν τοῦ Χριστοῦ, οὐδαμῶς ἐπτοήθης ἐκ τῶν προσγενομένων σου πειρασμῶν· ἀλλὰ εὐχητικῶς πορευόμενος, τεῖχος χαλκοῦν ἐφάνης τοῖς τεχνάσμασι τοῦ ἀντιδίκου, οὗ τὰς προσβολὰς ὡς ψυχοφθόρους οὐκ ἤκουσας, πιστὸς φανεὶς τῷ Δεσπότῃ σου Μᾶρκε, Ὃν καθικέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Περιφραγμένος τὴν ψυχὴν ἐκ τῆς ἀνηκοΐας, μόνον τὸν Χριστὸν ἔσχες κυριεύοντα τῶν λογισμῶν καὶ τῶν πράξεών σου. Τούτῳ γὰρ διήνοιξας τὰ ἔσω σου ὦτα, ἀδιαλείπτως ἐνωτιζόμενος τὰ ζωοποιὰ αὐτοῦ προστάγματα· οἷς γέγονας διδάσκαλος μυστικός, τὴν Ἐκκλησίαν χαροποιῶν ταῖς ἀρεταῖς σου, Μᾶρκε ὁσιώτατε.
Δόξα. Ἦχος πλ.α΄.
Οὐδὲν ἠμελημένον τῷ Θεῷ, οὐδὲν ἀπρονόητον, οὐδὲν μωμητόν, τοῖς προσέχουσιν ἐν σοφίᾳ. Διὸ καὶ σὺ πάτερ Μᾶρκε, ταῦτα ἔχων ἐν νῷ, οὐκ ἐγόγγυσας τῷ Κυρίῳ, τῆς ἀκοῆς σου στερηθείς, ἀλλ’ ἐν πνεύματι, εὐχαριστίας, τὰς ἀρετὰς εἰργάσω, ὡς γνήσιος υἱὸς καὶ πιστός. Καὶ πληρωθεὶς τῆς χάριτος πολλοῖς ἐγένου διδάσκαλος, τοῦ μὴ ἀνοήτως θεοδικεῖν, ἀλλὰ τὰ πάντα ἐκ Θεοῦ παραδέχεσθαι, ὡς ἄριστα γενόμενα. Ὅθεν νῦν παριστάμενος μετὰ τῶν Ὁσίων, πρέσβευε ἀειμακάριστε, καὶ ὑπὲρ ἡμῶν τῶν πόθῳ τιμώντων σε.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ
Στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τοῦ Κυρίου ὑπήκουσας, δεῦτε λέγοντος ὄπισθεν, ὅσοι ἐκ προθέσεως τοῦτο θέλουσιν, ἀκολουθήσατε ἔδραμες, ποθῶν τὰ οὐράνια, πάτερ Μᾶρκε ἐκ ψυχῆς, καὶ ἀσκήσει διέλαμψας, ὥσπερ ἄσαρκος, τῆς σαρκὸς μὴ φροντίζων παρὰ χρείαν, καὶ μηδόλως ὠφελούσης, μετὰ τὸν θάνατον ἄνθρωπον.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Εἰσακήκοας Ὅσιε, ὡς προφήτης τῷ Πνεύματι, ἐν τῇ φυλακῇ σου ἀεὶ ἱστάμενος, καὶ κατενόησας τέλειον, Χριστοῦ τὴν σωτήριον, καὶ σῳσίκοσμον αὐτοῦ, πρὸς ἀνθρώπους κατάβασιν, ὅθεν ἔκθαμβος, τῆς ἀγάπης πιστούμενος τὸ βάθος, ᾔνεις Μᾶρκε καθ΄ἡμέραν, φιλανθρωπίας τὸ πέλαγος.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου…
Καὶ παράλυτοι ἔξαλλοι, ἐν Χριστῷ Μᾶρκε φαίνονται, καὶ κωφοὶ ακούουσιν ὢ τοῦ θαύματος! ὅτι καινὸς νόμος τέθυται, Αὐτοῦ ἐνδημήσαντος, πρὸς ἡμᾶς τοὺς ταπεινούς, καὶ οἱ ὅροι μεθίστανται, οἱ τῆς φύσεως, ὥστε γίνονται μείζονες τῶν πρώτων, οἱ ὡς ἔσχατοι δοκοῦντες, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος.
Δόξα. Ἦχος β΄.
Τῶν ψυχοβόρων σειρήνων τὰς ᾠδὰς οὐκ εἰσήκουσας, καὶ ἀπαλλαγεὶς ὦ Μᾶρκε πειρασμῶν ἀλυσιτελῶν, εὐπλόως διῆλθες τὸν δίαυλον τῆς ἀσκήσεως· ἐνωτιζόμενος δὲ τὰ ὑπὲρ μέλι γλυκύτερα λόγια τοῦ Θεοῦ, ἐθησαύρισας σεαυτῷ πλοῦτον οὐράνιον, εξ οὗ μετάδος καὶ ἡμῖν, ὡς φιλόστοργος πατήρ, τοῖς ἐκτελοῦσιν ὅσιε τὴν μνήμην σου.
Καὶ νῦν. Προεόρτιον, ἦχος ὁ αὐτός.
Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τὰς ἁμαρτίας ἡμῶν. Ἔρχεται γὰρ ὡς ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καὶ φησὶ πρὸς τὸν Ἰωάννην· δεῦρο ὑπηρέτησον, ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον. Δεῦρο ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι κορυφῆς τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.
Νῦν ἀπολύεις. Τρισάγιον κλπ. ὅτι σοῦ ἐστίν.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
(Μητροπολίτου Πατρῶν Νικοδήμου).
Τὴν ἄνωθεν ἤκουσας κλῆσιν, ὑπάρχων κωφός· τὰ ὦτα εὐήκοα φωνῇ τοῦ Λόγου δεκνύς, ἀσκήσει διέλαμψας· πάντων κατεφρόνησας, τῶν φθαρτῶν καὶ ῥεόντων ἔδωκας σὴν καρδίαν τῷ Χριστῷ ἑκουσίως. Προστάτα θεῖε Μᾶρκε, κωφῶν αὐτοῖς συμπαράστηθι.
Ἕτερον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ ὦτα διήνοιξας τῆς σῆς ψυχῆς τῷ Χριστῷ, καὶ ἔδραμες ὄπισθεν Αὐτοῦ ὡς ἄλλος ἀμνός, εὐήκοος ὅσιε· ὅθεν καλλικαρπήσας, ἐν ἀσκήσει ἐνθέῳ, εἴληφας τὸ βραβεῖον, βιοτῆς σου, ὦ Μᾶρκε. Διὸ πάτερ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τὸ προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄. Στιχολογίαν. Κάθισμα.
῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.

Ἐδέξω μυστικῶς, ἐντολὰς τοῦ Δεσπότου, καὶ ἔγραψας αὐτάς, ἐν πλαξὶ τῆς ψυχῆς σου, γενόμενος Ὅσιε θεολόγος ἐκ πράξεως· ὅθεν δίδαξον, ἡμᾶς πῶς δεῖ θλίψεις βίου, καὶ δυσάρεστα, ἐν εὐχαρίστῳ καρδίᾳ ἀεὶ ὑποδέχεσθαι.
Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Φορέσας τὴν ἐμήν, ᾽Ιησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ ᾽Ιωάννης ἐβόα· πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;
Μετὰ τὴν β' στιχολογίαν. Κάθισμα.
῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Ἡσύχως ἐβίωσας ἐν τῇ ἀσκήσει σοφέ, δεχθεὶς ὥσπερ χάρισμα τῆς φυσικῆς ἀκοῆς, τὴν ἔλλειψιν ὅσιε, ὅθεν ὡς σώφρων πάτερ, τὴν εὐχὴν ἐξασκήσας, δέδεξαι ἐκ Κυρίου, μυστικὰς ἀναβάσεις, ὧν Μᾶρκε καταξίωσον, τοὺς σὲ γεραίροντας.

Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.

Πτωχεύσας ὁ πλούσιος δι' εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, ᾽Ιορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ ᾽Ιωάννου, προφανῶς βαπτισθῆναι. ῾Υμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.


Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
῏Ηχος πλ.α'. Τὸν συνάναρχον Λόγον.

Τῶν ἀγγέλων τὸν βίον ἐπιποθήσας σφοδρῶς, τῷ Δεσπότῃ προσῆξας ψυχῆς ᾠδὰς μυστικάς, Μᾶρκε ὅσιε κωφὲ ἐρήμου καύχημα· διὸ συνὼν ἐν οὐρανοῖς πάντων Ἁγίων κοινωνός, ἱκέτευε ὑπὲρ ὅσοι, τὴν μνήμην σου ἐκτελοῦσι, καὶ πολιτείαν σου θαυμάζουσι.

Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.

Ὁ συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι' ἡμᾶς, ἤδη ἐπείγεται ὑπαντήσωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ. Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.
Οἱ ᾽Αναβαθμοί. Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου. ᾽Εκ νεότητός μου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου.
Στίχος. ῾Υπομένων τὸν Κύριον καὶ προσέσχε μοι.
Εὐαγγέλιον, ὁσιακόν, Βλ.εἰς τὸν ὄρθρον τοῦ ὁσ. Σάββα.
Ὁ Ν΄ ψαλμός. ᾽Ελέησόν με ὁ Θεός.


Δόξα. Ταῖς τοῦ σοῦ ῾Οσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός..
Στιχηρὸν ἰδιόμελον. ῏Ηχος πλ.β'.

Τῷ εἰσακούοντι Χριστῷ καὶ αὐτὰ τὰ κρυπτὰ τῆς διανοίας, δουλεύσας πάτερ Μᾶρκε πιστῶς, ἐπήκουσας χαίρων, τὸ εὖ σοι δοῦλε ἀγαθέ. ῞Οθεν μνημόνευε καὶ ἡμῶν θεῖε ἀσκητά, καὶ τῶν ψυχῶν τὰ ὦτα διάνοιξον, πρεσβείαις εὐπροσδέκτοις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου κλπ.

Εἶτα οἱ κανόνες κατὰ τὴν τάξιν.
Ὁ Κανὼν τοῦ ῾Οσίου, οὖ ἡ ἀκροστιχίς:

«Μᾶρκε κωφέ, ἄκουέ με μέλποντα σὸν βίον. ᾽Α(θανάσιος)».

ᾨδὴ α'. ῏Ηχος δ'. ᾽Ανοίξω τὸ στόμα μου.

Μακάριε ἄνθρωπε, Μᾶρκε κωφὲ ὦτα ἄνοιξον, καρδίας καὶ χείλη μου, ἔμπλησον χάριτος, ὅπως βίον σου, αἰνέσω κατ' ἀξίαν, καὶ μέλψω ἀγῶνάς σου καὶ κατορθώματα.
Ἀρχὴν σῆς ἀσκήσεως, ἀποταγὴν ποιησάμενος, ἡσύχως ἐβίωσας, ἐπιποθῶν τὸν Χριστόν, καὶ τὰ ὦτα σου, καρδίας διανοίξας, ἐδέξω προστάγματα, ψυχοσωτήρια.

Ῥυσθεὶς βρόχων ῞Οσιε, τῶν κοσμικῶν σῷος ἔφθασας, εἰς τόπον ἀσκήσεως, βρύων νοήματα, τῆς καρδίας σου, ἐχθροῦ εἰς ἀναβάσεις, Θεῷ προσηλούμενος, διὰ τῆς νήψεως.


Θεοτοκίον

Κυρία μου Δέσποινα, ἡ τὸν Σωτῆρα κυήσασα, κωφῶν διανοίξαντα, ὦτα προστάγματι, τούτῳ πρέσβευε, κωφόν με ἀναδεῖξαι, πρὸς κόσμου ἀκούσματα, ψυχὴν τὰ βλάπτοντα.

ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.

Ἐνέκρωσας Μᾶρκε πάθη πάντα, δοθεὶς τῷ Χριστῷ ὅλῃ ψυχῇ, καὶ ὡς τῆς ἀναστάσεως, υἱὸς βιοὺς μεμύησαι, τὰ βάθη θείου Πνεύματος, καὶ μυστηρίων ἀπόῤῥητα.

Κωφεύων δελέατι τοῦ πλάνου, ἐτήρησας Μᾶρκε σὴν ψυχήν, παρθένον ἀδιάφθορον, ἥν περ ἁγνὴν παρέστησας, Νυμφίῳ τῷ ἀφθάρτῳ σου, καὶ ἀρεταῖς κατεποίκιλας.

Ὠτίων σου ἥψατο Δεσπότης, ἐν τρόπῳ, ὦ Μᾶρκε μυστικῷ, διδάξας σοι τὰ πρέποντα, τῇ ὑπηχήσει Πνεύματος, Οὗ εἶτα σάλπιγξ γέγονας, τὴν Χάριν ἐκδιηγούμενος.

Θεοτοκίον

Φυσίζωε Κόρη ζώωσόν με, πρεσβείᾳ σου τῇ ζωοοποιῷ, πρὸς τὴν Ζωὴν ῝Ον ἔτεκες, ὅτι ταῖς ἁμαρτίαις μου, θνήσκω καὶ μὴ βουλόμενος, τῇ συνηθείᾳ ἑλκόμενος.

Κάθισμα. ῏Ηχος γ'. Τὴν ὡραιότητα.

Τὴν καθαρότητα, τῆς διανοίας σου, βλέπων ὁ Κύριος, Μᾶρκε σοὶ δέδωκεν, εὐχὴν, νηστείαν, φυλακήν, αἰσθήσεων καὶ εἰρήνην· ὅθεν πεφανέρωσαι, ἐξ ὧν πείρᾳ μεμάθηκας, ὁδηγὸς ἀλάθητος, πρὸς ζωὴν τὴν αἰώνιον, ἐν ᾗ ἐπαπολαύων Δεσπότου, μνήσθητι πάτερ τῶν τιμώντων σε.


Δόξα, Καὶ νῦν. Προεόρτιον, ὅμοιον.

Ὁ ἀπερίγραπτος, ὢν τῇ θεότητι, περιγραφόμενος, ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, ᾽Ιορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα, πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται. Πρὸς ῝Ον νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστέ, τῇ ἐπιφανείᾳ σου.

ᾨδὴ δ'. ῾0 καθήμενος ἐν δόξῃ.
Ἔστης ὡς πεφυτευμένον, ξύλον ἐν τοῖς ὕδασιν ῞Οσιε, ἀπὸ τῶν ῥευμάτων, λόγου τοῦ Κυρίου τρεφόμενον, ὅθεν ἀπέδως καρπόν σου πολυπλάσιον, τῆς ἀσκήσεως, ἐν τῷ καιρῷ ἐκδημίας σου.

Ἅπερ εἶχες ἐν καρδίᾳ, τῷ Δεσπότῃ ἐγνώριζες, διὰ τῆς συντόνου, Μᾶρκε εὐκτικῆς ἐργασίας σου, ὅθεν ἐδέχου τὴν χάριν ἐν τοῖς ἔργοις σου, θησαυρίζων, πλουτισμὸν σωτηρίας αἰώνιον.

Κύριος μερὶς ὑπάρχων, σῆς ζωῆς ὑπερτίμητος, θείαις σε ἐννοίαις, ἔθρεψε καὶ ηὔξησεν ῞Οσιε, διὸ ἐγένου ὡς ναῦς τις πολυφόρητος, ᾽Εκκλησίαν, ἀρεταῖς σου σιτίζων ὡς ἄριστα.
Θεοτοκίον

Ὀλισθαίνων καθ' ἑκάστην, ἐξ ἀδυναμίας μου Ἄχραντε, σὲ καθικετεύω, στήριξον ἁρμοὺς τῆς καρδίας μου, ὥστε βαδίζειν εὐθέως ἐν τοῖς τρίβοις μου, καὶ μὴ γένωμαι, τοῦ φιλτάτου Υἱοῦ σου ἀλλότριος.
ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Ὑψαύχενον ἄρχοντα, τῆς ἀνομίας ῞Οσιε, τῇ ὑπακοῇ Μᾶρκε καθεῖλες, καὶ ταπεινώσας, σαὐτὸν κατείληφας, ὕψη τὰ τῶν θείων δωρεῶν, τὸν Χριστὸν μιμούμενος, ἐνδυθέντα ταπείνωσιν.


Ἐνέκρωσας ἅπαντα, τὰ ἐμπαθῆ νοήματα, τῶν αἰσθήσεων σου πάτερ Μᾶρκε, ζωῶν ψυχήν σου, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τῇ συσταυρώσει τῷ Χριστῷ εἴληφας τὸ σφράγισμα, ἀναστάσεως ῞ Οσιε.

Μᾳκρύνων ἐμάκρυνας, τῶν αἰτιῶν τῆς πτώσεως, ἄφθορον τηρῶν μονογενῆ σου, ταύτην γλυκαίνων, τῇ μνήμῃ τοῦ ᾽Ιησοῦ, Οὗ οὐδὲν γλυκύτερόν ἐστι, ἥδυσμα μακάριε, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι.

Θεοτοκίον.

Ἐλέησον Δέσποινα, τῷ μητρικῷ ἐλέει σου, τὴν κατασυντετριμμένην, καὶ ἡλκωμένην, ψυχήν μου πάθεσι, ἡ τὸν ἐλεήμονα Χριστόν, ἐν γαστρὶ βαστάσασα, ἰατρεύοντα πταίσματα.
ᾨδὴ β΄. Τὴν θείαν ταύτην.

Μεγίστην εὗρες ἀνάπαυσιν, τὴν πᾶσάν σου ζωὴν Μᾶρκε ὅσιε, ἀνατιθέμενος, τῷ προνοοῦντι τῆς κτίσεως, καὶ νόμοις φιλανθρώποις, ταύτην θριγκώσαντι.

Ἐκτείνων χεῖρας ἱκέτιδας, τὴν Χάριν κατεβίβαζες ῞Οσιε, τοῖς αἰτουμένοις σου, εὐχὴν λαβεῖν τὴν δραστήριον, καὶ ἄνεσιν ἐκ πάσης βλάβης καὶ θλίψεως.
Λεόντιον ἔσχες φρόνημα, κατὰ τοῦ ἀντιπάλου μακάριε, φρυαττομένου σοι, καὶ οἰομένου τοῖς βέλεσιν, τὸν τόνον τῆς ψυχῆς σου ποιῆσαι ἄχρηστον.
Θεοτοκίον

Πενήτων πέλεις προμήθεια, τροφέα πάντων τέξασα Δέσποινα, ὅθεν πεινῶντά με, πνευματικῶς ταχὺ ἔκθρεψον, τῷ Σώματι Υἱοῦ σου, καὶ θείῳ Αἵματι.


Κοντάκιον. ῏Ηχος δ'. Ὁ ὑψωθείς.

Ὦτα μὴ ἔχων φυσικὰ ὑπερῆρας, τοὺς ταῦτα ἔχοντας κωφὲ πάτερ Μᾶρκε, ὡς τοῦ Κυρίου λόγους εἰσδεξάμενος, ἐν τῇ διανοίᾳ σου, καὶ ἐργάτης ἐγένου, θεϊκῆς ἀσκήσεως, καὶ ζωῆς ὑπὲρ φύσιν· ὅθεν τιμῶντες βίον σου σεπτόν, αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.

Ὁ Οἶκος.

«῎Εφφαθά» σοι ὡς εἶπε Φιλάνθρωπος,τὰ ἀνήκοα ὦτα ἠνοίγησαν κεκλεισμένα ἐκ φύσεως ῞Οσιε καὶ γεγόνασι πλέον ἤ πρότερον ἐπιτήδεια πρὸς εὐηκοΐαν· ὅπου γὰρ θέλει Θεός, ἡ φύσις ἀνέστραπται, ἐνεργοῦντος τοῦ νόμου τῆς Χάριτος· ὅθεν ὡς ὁ Ἀββακοὺμ δέδεξαι μυστηρίων βαθέων ἀποκάλυψιν καὶ κωφὸς τὸ φαινόμενον διαμένων ἐσάλπισας εὐηχέστερον τῶν ἀκουόντων, ὅτι δίκαιαι αἱ κρίσεις Κυρίου καὶ ἀγαθαὶ αἱ ἐπίνοιαι Αὐτοῦ.
Διὸ διαλάμψας ἐν ὑπομονητικῇ εὐχαριστίᾳ καὶ ἀσκήσει συντονωτάτῃ, κατοικεῖς ἐν οἴκῳ αἰωνίως μελῳδούντων, Μᾶρκε ὁσιώτατε, ἡμεῖς δὲ ταπεινῶς αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.

Τὸ Συναξάριον.

Τῇ β' τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Μάρκου τοῦ Κωφοῦ.


Στίχοι
῾0 Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Δευτερίῃ Μᾶρκος χθόν' ἔλιπεν τὴν πολύβοον.
Καὶ τὸ παρὸν ὑπόμνημα.

Ὅτε ἤκμασεν ὁ ὅσιος οὗτος πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς, τίνες οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ πολιτεία, οὐκ ἠδυνήθη μὲν παρά τινος μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ μακάριος πάσῃ δυνάμει εἰς τὸ ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς τὸ ἀκούειν καὶ ποιεῖν ἐπιμελῶς καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα· ὅθεν διὰ σκληρᾶς ἀσκήσεως ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς Χριστοῦ γενόμενος διὰ τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ μισθαποδότου Δεσπότου εἰς τὴν αἰώνιον Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμποδίστως τὸ οὐράνιον ἀγγελικὸν μέλος μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος.
Καὶ τὰ λοιπὰ τοῦ Συναξαριστοῦ.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μᾶς. ᾽Αμήν.
ᾨδὴ ζ' Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐνάρκησας ἐν τῆ ἀσκήσει ῞Οσιε, οὐδὲ ἐνύσταξας ἀπὸ τῆς σῆς φυλακῆς, διὸ κεχαρίτωσαι, ποικίλαις χάρισι, παρὰ τοῦ Παντοκράτορος, καὶ ἐφορῶντος καλῶς, τοὺς ἀγάπῃ, πρὸς Αὐτὸν τὰ σκάνδαλα, καὶ δεινὰ τῶν ἐχθρῶν ὑπομένοντας.

Νοῦν ἀκράτητον, τῇ προσευχῇ ἐδέσμευσας, καὶ καθυπέταξας, ἐν θεϊκοῖς λογισμοῖς, διό σοι ἀνέβλυσαν, ὕδατα Χάριτος, δι' ὧν, ὦ Μᾶρκε ὅσιε, πολλοὺς ἐπότισας, καὶ τὴν δίψαν ἀπὸ τῶν ψυχῶν αὐτῶν, διδαχαῖς ταῖς σοφαῖς σου κατέπαυσας.


Τίς μοι ἔκραζες, παράδεισος ἢ Κύριος καὶ ξύλον γνώσεως, ἀφ' οὗ τρυφῶ δι' εὐχῆς, γλυκύτατον ῎Ονομα, Αὐτοῦ ἐγένετο· ὅθεν δεῦτε τρυφήσατε, ὅσοι οὐκ ἔσχετε, θείαν γεῦσιν, τῆς Αὐτοῦ χρηστότητος, ἵνα γνῶτε ἐκ πείρας τὸ ἔλεος.

Θεοτοκίον.

Ἀκουσάτω μου, τὸν στεναγμὸν ἡ Δέσποινα, ἡ πολυεύπλαγχνος, καὶ μὴ παρίδῃς οἰκτράν, τὴν δέησιν ταύτην μου τὴν πολυστένακτον, ἀλλὰ τὸ οὖς σου κλῖνόν μοι, ἵνα ἐξείπω σοι, τῆς ψυχῆς μου, πάντα ἁμαρτήματα, καὶ ἀνάπαυσιν εὕρω ὁ ἄθλιος.

ᾨδὴ η'. Πᾶίδας εὐαγεῖς.


Στῦλος ἐν εὐχαῖς ὡράθης πάτερ, καὶ πύργος ἐν πειρασμοῖς ἀκλόνητος, ὅπλα ἐνδυσάμενος, ἅπερ Παῦλος εἴρηκεν, ὅθεν ἐδέξω ἄφθονον, Μᾶρκε τὴν ἔκχυσιν, τοῦ Πνεύματος, τοῦ θείου δι' Οὗπερ, γέγονας ἀλείπτης, πολλῶν εἰς σωτηρίαν.
Οὐρανὸν ἐποίησας καρδίαν, καὶ νοῦν σου παράδεισον μακάριε, ἐν οἷς ἐνεθρόνισας, ᾽Ιησοῦν τὸν πάγκαλον, ἐφύτευσας δὲ σύνδενδρον, τῶν ἀρετῶν τὴν πληθύν, διὰ βίου, πλήρους καθαρότητος, ὃν παράσχοις τοῖς πόθῳ τιμῶσί σε.
Νύκτα τοῦ παρόντος βίου πάτερ, ἀπτώτως διῆλθες φωτιζόμενος, ἀγλαΐαις Πνεύματος, καὶ πολλοὺς ἐφώτισας, τοῖς θείοις σου διδάγμασι, φῶς ἐκ μεθέξεως, τοῦ πρωτίστου, γεγονὼς σὺ δεύτερον, ὅπερ αἴτει, ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Βρόχος μοι τραχὺς ἡ ἁμαρτία ἐγένετο ῍Αχραντε συμπνίγων με, ὅθεν τὸν ταλαίπωρον, τοῦ θανάτου λύτρωσαι, χαριζομένη Πνεύματος, ἀέρα εὔζωον, ὅπως χαίρων, εὕρω τὴν ἀνάψυξιν, καὶ δοξάζω σε πάντοτε Πάναγνε.


ᾨδὴ θ'. ῞Απας γηγενής.

Ἴδε τὴν ἡμῶν, κωφώτητα ὅσιε, ἐξ ἧς τὸ θέλημα, τοῦ Χριστοῦ οὐ θέλομεν, ἀκοῦσαι οὔτε καὶ διαπράξασθαι, καὶ σαῖς εὐχαῖς ἐκδίωξον, νάρκην δαιμόνιον, διανοίγων, ὦτα τὰ ἐσώτατα, ὑπηκόους ποιῶν ἡμᾶς τάχιστα.

Ὅτι ὁ εχθρὸς ὡς ὅπλῳ ἐχρήσατο πάτερ ψυχώλεθρον σὺ εὐτέχνως ὄργανον, τῆς σωτηρίας σοφῶς μετέβαλες, ἀκούων ἃ οὐκ ἤκουσεν, οὖς τὸ φαινόμενον, ἀλλὰ μόνον, τοῦ Θεοῦ ὁ ἄνθρωπος, μυστικῶς ἐνεργείᾳ τοῦ Πνεύματος.

Νοῦς ἀγγελικός, ὡράθης πανόσιε, Μᾶρκε τῷ βίῳ σου, νῆψιν ἔχων ἄπαυστον, εὐχαριστίαν καὶ δοξολόγησιν, Δεσπότου ᾯ νῦν ἵστασαι, σὺν τοῖς ἀγγέλων χοροῖς, καὶ ἀκούεις, ὕμνον ἀκατάληκτον, καὶ ὁρᾷς αὐτοψεὶ θεῖον Πρόσωπον.
Θεοτοκίον.

Ἅπαντα κακῶς, τὰ τάλαντα Δέσποινα, ἅ περ μοι δέδωκεν, σὸς Υἱὸς ἐσκόρπισα, ἐκδαπανήσας ὡς δοῦλος ἄτιμος, διὸ ἀπαῤῥησίαστος, τυγχάνων δέομαι, χρῷ ὡς Μήτηρ, τῆ πολλῇ ἀγάπῃ σου, καὶ Θεόν μοι ἐκμείλιξον τάχιστα.
Ἐξαποστειλάριον.
῏Ηχος β'. Γυναῖκες ἀκουτίσθητε.
Ἀκούσας τοῦ Κυρίου σου, τὴν κλῆσιν τὴν σωτήριον, ὀπίσω ἔδραμες Μᾶρκε, Αὐτοῦ ὡς ἄλλο ἀρνίον, ποθῶν ζωὴν ἀσκήσεως, ἐν ᾗ καὶ εὐηρέστησας, διὸ ἀκούεις νῦν χαίρων, τῶν ἀσωμάτων τοὺς ὕμνους.
Προεόρτιον, ὅμοιον.

Φωνὴ βοῶντος ἤχησε, καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν ἔπλασεν, ἐν ᾽Ιορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.



ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ψάλλομεν στιχηρὰ προσόμοια.
῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Μᾶρκε τοῦ Κυρίου ἀσκητά, ἔστησας τοὺς πόδας γενναίως ἐπὶ τὴν πέτραν σου, χάριτι ζωούμενος, τοῦ θείου Πνεύματος, πρὸ ὀμμάτων σου θέμενος, Χριστοῦ τὴν ἀγάπην, καὶ τὴν συγκατάβασιν, ὑπὲρ τοῦ γένους ἡμῶν· ὅθεν φιλοτίμως διῆλθες, τρίβον τῆς στενῆς βιοτῆς σου, δράγματα συλλέξας πολυτίμητα.

Ὤτων στερηθεὶς τῶν φυσικῶν, Μᾶρκε παμμακάριστε πάτερ, οὐκ ἐδειλίασας, οὐδὲ κατὰ Πλάστου σου ἤγειρας ἔνστασιν ἀλλὰ χαίρων ἐχώρησας εἰς τὴν μυστικὴν ἀπόκτησιν, ἅπερ καὶ εἴληφας· ὅθεν καθ' ἡμέραν καὶ ὥραν, ἔσχες ἀναβάσεις καρδίας, τοῦ Θεοῦ φωνὴν ἐνωτιζόμενος.

Χαῖρε τὴν χαρὰν τὴν μυστικήν, ἣν οὐδεὶς δυνήσεται Μᾶρκε, σοῦ ἀφαιρέσαι ποτέ, ὅσα γὰρ τῆς Χάριτος, ἀμετακίνητα, καὶ Θεὸν καθικέτευε, δοῦναι ἡμῖν πᾶσι, ὦτα πανευήκοα τῶν θελημάτων Αὐτοῦ, ἵνα ἐντολῶν τῇ τηρήσει, τὸν τῇ ἁμαρτίᾳ φθαρέντα, ἄνθρωπον ῥαδίως ἀποβάλωμεν.

Δέχου πολιτείας σου μισθόν, τὴν μετὰ ἁγίων ᾽Αγγέλων, ὦ Μᾶρκε σύστασιν· σὺ γὰρ ὥσπερ ἄσαρκος, ἐν γῇ ἐβίωσας, σιωπῶν καὶ εὐχόμενος, ἐντεῦθεν ἐν γνώσει, μέλλοντος μυστήριον ποθῶν βιῶσαι σοφέ, οὗπερ μετασχὼν νῦν μνησθείης, καὶ ἡμῶν τῶν σήμερον μνήμην, ἐν χαρᾷ τὴν σὴν ἀγόντων ὅσιε.


Δόξα.῏Ηχος πλ.δ'.

Ὁ ἔχων ὦτα ἀκούειν ἀκουσάτω, ἀδελφοί, Μάρκου τοῦ κωφοῦ, τὰ θεῖα κατορθώματα. Οὗτος γὰρ μὴ ἀπαναινόμενος μικροψύχως, τὴν ἐπισυμβᾶσαν αὐτῷ κώφευσιν, οὐκ ἐπαύσατο βοῶν τῷ Δεσπότῃ· εὐχαριστῶ σοι Κύριε φιλόψυχε, ὅτι ἐκ τῶν πειρασμῶν ἐξήγαγές με, φυλάξας με ἀπὸ τῶν ἀκουστικῶν συμπτωμάτων, καὶ τὴν διάνοιαν ἀναδείξας ἐργαστήριον, τῶν σωτηριωδῶν καὶ γλυκυτάτων ἐννοιῶν σου. ῞Οθεν γῆθεν σήμερον δεχθείς με μετ' ἀγγέλων, δὸς τὴν θείαν χάριν σου, τοῖς ἑορτάζουσι τὴν μνήμην μου.
Καὶ νῦν. Προεόρτιον ὁμόηχον.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' ᾽Αγγέλων μοι λειτούργησον. ᾽Εκτείνας ἅψαι τῇ παλάμη, τῆς κορυφῆς μου τῆς ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν ᾽Ιορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε, δόξα σοι.
Δοξολογία μεγάλη κλ.π., ὡς σύνηθες.

Μεγαλυνάριον.

Χαίροις Μᾶρκε ὅσιε ἀσκητά, ὡς εὐαρεστήσας, κεκληκότι σε ᾽Ιησοῦ, εὔχου δὲ δοθῆναι, τὰ ἔσω ὦτα πᾶσι, τοῖς πόθῳ εὐφημοῦσι, πάνσεπτον μνήμην σου.

Στίχοι.
Εὐχαῖς σου κώφευσον τὰ ὦτα ψυχῆς μου, ὥστε ἀκούειν, Μᾶρκε, μόνον Κυρίου.

Συνετέθη ἡ παροῦσα ἀκολουθία ἐν τῆ ῾Ιερᾷ Μονῇ Σίμωνος Πέτρας ῾Αγίου ῎ Ορους ῎Αθω, τῇ 10. 11.1996.