tag:blogger.com,1999:blog-2969437684033494932024-03-13T22:08:50.485-07:00ΑΚΟΛΟΥΘΙΕΣ ΑΓΙΩΝπλήρεις ακολουθίες αγίων της Ορθοδόξου Εκκλησίας.(ακολουθίες, παρακλήσεις, εγκώμια, χαιρετισμοί)σε μορφή κειμένου.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.comBlogger16125tag:blogger.com,1999:blog-296943768403349493.post-85354968268734301852014-02-05T07:56:00.001-08:002014-02-05T07:56:25.481-08:00Ο ΑΓΙΟΣ ΜΕΛΗΣ Ο ΑΡΤΟΠΟΙΟΣ
ΚΑΙ ΟΙ ΣΥΝ ΑΥΤΩ ΤΡΕΙΣ ΥΙΟΙ ΝΕΟΦΥΤΟΣ, ΓΑΪΟΣ ΚΑΙ ΓΑΪΑΝΟΣ
ΕΚ ΔΙΚΑΙΣΙΜΟΥ ΤΟΥ ΠΟΝΤΟΥ (ΤΖΕΒΙΖΛΙΚ)
ΩΝ Η ΜΝΗΜΗ Τῌ 4ῃ ΜΑΪΟΥ
ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΥΠΟ ΚΟΝΤΑΞΗ ΧΡΗΣΤΟΥ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ' καί ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
῏Ηχος β΄ Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε τῶν μαρτύρων ὁ κρουνός, ταῖς ψυχαῖς ἐπέχεε χάριν, διὰ τοῦ αἵματος, πάντων τὴν τοῦ Πνεύματος ζητούντων φώτισιν, ἀνεφάνη ὁλόλαμπρος ὡς ἄστρον τῶν Μάγων , Μέλης ὁ ἀνένδοτος ἀγωνιστὴς τοῦ Χριστοῦ. Ὅθεν βαρυτίμου ἐπάθλου , σὺ καὶ οἱ υἱοί σου τυχόντες, δρόμον κατεδείξατε σωτήριον.
Ἄρτον ἑτοιμάσας τοῦ Χριστοῦ, τέκνοις και συμβίᾳ προσφέρειν, διὰ τῆς πίστεως, εἵλκυσας εἰς λύτρωσιν υἱοὺς ἀνδρόφρονας, καὶ γυνὴ ἀπεστάτησεν μὴ δεχθεῖσα τὴν χάριν, μάλιστα ἀλλόμορφος ἀποδειχθεῖσα ψυχῇ. Οὕτως ἐκ δειλίας καὶ φόβου, καὶ ἀδίκου ὀργῆς ἐμπλησθεῖσα, τύραννον ἀλόγως ἀνεζήτησε.
Ῥώμῃ ψυχικῇ καθοπλισθείς, ὄργανον Θεοῦ ἡτοιμάσθης, διὰ τῆς χάριτος, γνώμην ἀταπείνωτον εἰς λύκους ἔδειξας, καὶ μαρτύριον ἤνεγκας σὺν υἱοῖς φιλτάτοις, τῆς συμβίας ἔγκλημα διαπραττούσης φρικτόν, οὔσης ἐν κακότητος σκότει, μένεα πνεούσης ἀδίκως, Μέλη τῇ δυνάμει ἀκατάβλητε.
Αὖθις εἰς ἀπόφασιν ἀχθείς, τὴν σὴν ἱερὰν παρρησίαν Μάρτυς ἀνέδειξας, πίστιν εἰς Ἀνέγκλητον δηλώσας ἔνθεον, κατεδέξω ἀλήθειαν τοῦ Χριστοῦ καὶ χάριν, ὑπερβὰς τὸ δέλεαρ τῆς ἐν τῷ βίῳ τρυφῆς, οὕτως ὡς παράδειγμα ἤρθης, στήριγμα υἱοῖς σου ἑδραῖον, Μέλη, θεοφρόνως σὲ γεραίρομεν.
Δόξα. Ἦχος α΄.
Δεῦτε πιστοὶ τιμήσωμεν ἐν δόξῃ, τὸν γενναῖον ἀθλητὴν Μέλητα, ὃς τοὺς ἄρτους τῆς εὐσεβείας ἐποίησεν πλαστουργήσας τοὺς υἱοὺς αὐτοῦ ἐν ἀνδρείῳ φρονήματι καὶ ἐμφυσήσας αὐτοῖς τὸν ἔνθεον πόθον τῇ Ἀνεγκλήτου διδαχῇ. Καὶ νῦν τὸν Θεὸν ἐξαιτεῖται ἁμαρτιῶν συγχώρησιν δοθῆναι ἡμῖν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
᾽Απόστιχα.
Ἦχος β΄ . Ἦχος τοῦ ᾽Εφραθᾶ.
Χάριτος πιστωθείς, ἐγένου ὡς πυρφόρος ἀλείπτης τῶν υἱῶν σου, καὶ προσβολαῖς ἀθέων, ἀκλόνητος παρέμεινας.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Δράκοντος σθεναρῶς ἀπώθησας τὰς πλάνας, ἠράσθης τὸν Σωτῆρα, ἐπάρχου ὑποσχέσεις ἀπέρριψας ἀοίδιμε.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Μέλη ἀρτοποιέ, ἐργάτα ἀληθείας, ὑψώθης ἐν Κυρίῳ, ἐστήριξας τὴν πίστιν , τὴν πλάνη ἀπεκήρυξας.
Δόξα. Τριαδικόν.
Χάριν τὴν παρὰ σοῦ ἐδέχθη Μέλης θείαν, Τριὰς ὑπεραγία, καὶ τρεῖς υἱοὺς θυσίαν εὐπρόσδεκτον προσήγαγε.
Καί νῦν. Θεοτοκίον.
Μέλης τοῦ σοῦ Υἱοῦ ἐγένετο ἐργάτης, Παρθένε Παναγία, αὐτῷ συνηριθμήθη ὡς πρόσφορον αἰώνιον.
Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὸ ᾽Απολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ ᾽Απόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσιν.
Τὴν Νικίαν συνήντησας, ἣ Χριστοῦ προσεκάλεσε τῇ συνάξει πίστεως, ἐν ᾗ ἔμελλες ἀπαλλαγῆναι τῆς πλάνης σου ἀρεστὸς γενόμενος τῷ καλέσαντι Χριστῷ, Μέλη ἄνερ πανάριστε· ὅθεν ἔφλεξας τῶν υἱῶν σου τὴν ἄδολον καρδίαν τῷ πυρὶ τῷ ἀϊδίῳ, τῆς σωτηρίας ταῖς χάρισι.
Μοδιανὸς ὁ θεσπέσιος, φίλος ὢν ἐν χρηστότητι, συναθροίσας ἅπαντας τοὺς μανθάνοντας, τῆς ἀληθείας τὰ πράγματα, κοινωνὸς ἐγένετο, τῶν κινδύνων καὶ παθῶν ἀπειλούντων τὸν οἶκόν του· ὅθεν ἔχαιρε, συναντήσας σε ζήλῳ τοῦ μανθάνειν, Μέλη, ἔνθεον σοφίαν ἀκροωμένων τῶν τέκνων σου.
Ἡ συμβία ἠρνήσατο τὴν ἀλήθειαν δέξασθαι, προδιδοῦσα ἄβυσσον τῆς σκληρότητος, οἰκογενείας ἐχώρισεν, πολέμιος ἵστατο κατὰ Μέλητος σφοδρός, ἐν τυφλότητι ἔμεινε· ὅθεν ἔσχατον, προτροπῇ τοῦ ἐπάρχου ἐξωθήθη τέκνων ὅρασιν τιτρώσκειν ἀνηλεῶς ἡ ἀπάνθρωπος.
Ἀθλητὰ παναοίδιμε, ἠξιώθης τῆς χάριτος , σὺν υἱοῖς εἰσῴκισας τὰ οὐράνια, καὶ Καρτερίου τὸ δόλιον, ἀπέφυγες δέλεαρ, ἀπορρίψαι τὸν Χριστόν, ἵνα λάβῃς ἐκτάρια, ὡς ἀντάλλαγμα· ἐν μιᾷ τῇ ἡμέρᾳ ἐβαπτίσθης, καὶ τὸν στέφανον τῆς δόξης τοῦ μαρτυρίου παρέλαβες.
Δικαισίμου τὸ κόσμημα, ὁ ἐργάτης τῆς βρώσεως, οὐρανοῦ ἐπῴκησας τὸ στερέωμα, καὶ τῆς συζύγου σκοτόμαιναν, ἀπώσω τὴν ἄκρατον, ἀφροσύνης τὸν οἰκτρὸν καὶ ἐκ δαίμονος ὄλεθρον, ἐν βαπτίσματι, Γαϊανοῦ, Νεοφύτου καὶ Γαΐου, τῶν υἱῶν σου ἀσφαλίσας τὴν πολυπόθητον θέωσιν.
Τοὺς κινδύνους ἠγνόησας, τῶν γηΐνων ὑπέρτερος, ἀπεδείχθης, Μέλη, δι΄εὐτολμίαν σου, ἀνεκαινίσθης τῇ χάριτι, ἠρνήσω τὸν θάνατον τῆς ψυχῆς τὸν τραγικόν, εἰς Ἀνάστασιν ἔσπευσας· ὅθεν ἅγιε, ἐκ φθορᾶς καὶ βασάνων σοὶ ἱκέτας διαφυλάξας, ὑπὲρ ἡμῶν μάρτυς πρέσβευε.
Δόξα Πατρί.
Ἀρτοποιήσας τὴν ἀγάπην τοῦ Χριστοῦ ἔδωκας τοῖς υἱοῖς σου φαγεῖν ἄρτον ζωῆς, καὶ τὸ κῦμα τῆς ἀθεΐας καὶ εἰδώλων μανίας ἐθραύσθη στερραῖς ὑπὲρ Χριστοῦ ἐνστάσεσι ὑμῶν τῶν γενναίων Μαρτύρων. Πυρπολούμενος ζήλῳ τῆς συζύγου τὴν ἀλογίαν ὑπέμεινας καὶ τῶν παίδων τὴν πνευματικὴν ἀπώλειαν ἀπέτρεψας. Ὅθεν ταχέως εἰσάκουσον τὰς ἱκεσίας τῶν δεομένων σου καὶ πρέσβευε τῷ Θεῷ ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆ ῾Εορτῆς.
Εἴσοδος, Φῶς ῾Ιλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ ᾽Αναγνώσματα.
Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ΙΔΙΟΜΕΛΑ
Ἦχος α΄.
Ὡς στρατιώτης γενναῖος ἐτάχθης τοῖς τάγμασι τῶν μαρτύρων τῆς του Χριστοῦ ἀληθείας, συστρατεύσας τοὺς φιλτάτους υἱοὺς διὰ πνευματικῆς ὁμοφωνίας ἐν χάριτι. Ὅθεν, Ἅγιε Μέλη, συνεκρότησας ὁμάδα ἀμύνης κατὰ τοῦ ψεύδους τῶν εἰδώλων καὶ ἀνεκάλυψας τὸ φῶς τῆς ζωῆς· διὸ πρέσβευε τῷ Κυρίῳ ἵνα ἐλεήσῃ τοὺς εὐσεβῶς δεομένους δούλους Του.
Ἦχος β.΄
Διετράνωσας τὸ μεγαλεῖον τοῦ Χριστοῦ τῷ ἐπάρχῳ Καρτερίῳ, ὃ ἄρτι ἀπεκαλύφθη σοι διὰ Νικίας τῆς κορασίδος καὶ διὰ διδαχῆς Ἀνεγκλήτου τοῦ ἐπισκόπου, καὶ ἠρνήθης σθεναρῶς ἀποκηρύξαι τὴν ἀλήθειαν ἔναντι ἀπολαβῆς ἐκταρίων γῆς. Τὸν μαρτυρικὸν θάνατον ὑπέστης ὡς εἰσιτήριον τῆς αἰωνιότητος μετὰ τῶν προσφιλῶν παιδίων σου διὰ χειρὸς τῆς ἄφρονος συζύγου σου. Διὰ τοῦτο, ἅγιε Μέλη, πρέσβευε Χριστῷ ὑπὲρ τῆς σωτηρίας τῶν εὐσεβῶς τιμῶντων σε.
Ἦχος γ.΄
Νικίας κορασίδος συμμαρτυρησάσης ἐκ τῶν χειρῶν τῆς βαναύσου συζύγου σου, Μέλη πανένδοξε, ηὐξήθη ἡ χορεία τῶν μετὰ σοῦ συμπορευομένων πρὸς τὴν λαμπρότητα τοῦ οὐρανοῦ. Ὅθεν τὸν ἄρτον τὸν ἐπίγειον ἀνεπλήρωσας παρασκευάζων ἐσσαεὶ τὸν ἄρτον τὸν ὑπέργειον τῆς σωτηρίας. Διὸ παρεστηκὼς σὺν τοῖς τέτταρσι παισὶ Νεοφύτῳ, Γαΐῳ, Γαΐανῷ καὶ Νικίᾳ ἐνώπιον τοῦ ἀγωνοθέτου Κυρίου τοὺς στεφάνους τῆς δόξης ἐκομίσατε.
Ἦχος δ.΄
Ἐν τῷ ἰδίῳ ἀγωνίσματι συνεδέθησαν μετὰ σοῦ ἕτεροι τεσσαράκοντα πιστοί, σὺν τῷ πατρὶ τῆς Νικίας Μοδέστῳ καὶ τῷ διδάξαντί σε Ἀνεγκλήτῳ, Μέλη ἀξιάγαστε, ἐμποτισθέντες ταῖς Χριστοῦ διδαχαῖς. Ἀληθῶς ὑπέρλαμπρον τὸ πλῆθος τῶν λαβόντων μετὰ σοῦ τὸ τῆς νίκης βραβεῖον καὶ καταβαλόντων τὸ θράσος τῶν δυσμενῶν. Οὐκ ἐκάμφθητε, οὐ Θεὸν ἐξηρνήσασθε. Οὕτως ἐξαιτεῖσθε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος ὁ αὐτός.
Τὸν ἐν ἀθλοφόροις γενναῖον μάρτυρα τὸν ἐν Νουκερίᾳ ἀθλήσαντα Μέλητα τὸν ἀρτοποιὸν καὶ τοὺς σὺν αὐτῷ ἀξίως τιμήσωμεν, ὅτι ἐκραταιώθησαν ἐν Κυρίῳ μαρτυρῆσαι διὰ τὴν ἀλήθειαν. Περιφανῶς συνηριθμήθησαν ταῖς τῶν μαρτύρων χορείαις πρὸς δόξαν τοῦ τριαδικοῦ Θεοῦ καὶ ἀεὶ πρεσβεύουσι ὑπὲρ τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ
Χαίρων τῇ ἀντιλήψει τῇ σῇ, πρὸς τὸν ἀγῶνα θαρρετῶς προσεχώρησας, τυράννου εἰδώλων πλάνην διαπομπεύσας δεινῶς, ἀγαλμάτων ψεῦδος ἐφανέρωσας, τολμῶν ἀφθαρσίας τῆς ψυχῆς ἀναζήτησιν, παρεκινήθης σὺν υἱοῖς καὶ ἐπίστευσας ζήλου ἔμπλεως Ἀνεγκλήτου διδάγματα. Μέλη ἐπιστασίᾳ σου, τὰ τέκνα ἐστήριξας ἃ διαγωγὴν τὴν ἀνδρείαν τοῖς δυσσεβέσιν ἐπέδειξαν, Χριστὸν ἱκετεύεις τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Μέλη, συστρατευθεὶς τῷ Χριστῷ, ἐν ἀνυποίστοις μαρτυρίοις ηὐδόκησας, ῥανίσι τοῦ αἵματός σου τῆς σωτηρίας τυχεῖν μετὰ τῶν υἱῶν σου οὓς ἐβάπτισας, ἐνίσχυσας φρόνημα, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ τοῦ τυράννου ἀψηφήσας θρασύτητα, ἀπεσόβησας τὰς παγίδας τοῦ ὄφεως. Ὅθεν τὴν μνήμην ἅπαντες, τιμῶμεν ἀοίδιμε, καὶ ἀντιλήπτορα μέγαν τῶν αἰτημάτων σὲ ἔχομεν· Θεῷ ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Νεύσει ὑπερουσίου Θεοῦ, κατηξιώθης κατενώπιον ἵστασθαι ἰσχύϊ ἀκαταβλήτῳ τῆς ψυχικῆς ἀρετῆς, ἣν περιεβλήθης θείᾳ χάριτι. Συζύγου ἐβίωσας τὴν στυγνὴν βαρβαρότητα καὶ ἐλυπήθης τὴν Χριστοῦ ἀποστάτιδα, παραπαίουσαν εἰς νοὸς τὴν θολότητα· Μέλη, ποθήσας ἄφθαρτα, τὸν δρόμον ἐτέλεσας, σωματικῶν παθημάτων ἠψήφησας βάσανον, ἀεὶ Δικαισίμου σὺ ὑπάρχεις εἰς αἰῶνας Χριστοῦ τὸ σύμβολον.
Δόξα. Ἦχος πλ.δ.΄
Ἁγαθὸς τῇ σκέψει καὶ τῇ πράξει, τοὺς γλυκεῖς ἄρτους τῆς σωτηρίας, μάρτυς, ἡτοίμασας δοθῆναι τοῖς τρισὶν υἱοῖς σου, οὓς Νικία ἡ κορασὶς παρήγγειλε. Μεταναστεύσας ἐκ τῆς πατρικῆς γῆς βιαίως, εὑρέθης ἐνώπιον τῆς ἀληθείας τοῦ Χριστοῦ, ἣν ἠσπάσθης παρευθύς, πλὴν τῆς συμβίας ἣτις ἀπεστάτησεν ἀπεμπολήσασα τὴν εὐεργεσίαν τῆς ἀγάπης τοῦ Χριστοῦ. Ὅθεν ἡμᾶς τοὺς σὲ ὑμνοῦντας μάκαρ ἐπόπτευσον ἵνα φεύγωμεν τὴν ἁμαρτίαν καὶ τὰς πρεσβείας σου τῷ Θεῷ ἔκτεινον ὅπως ἀξιωθῶμεν τοῦ αἰωνίου ἄρτου τῆς βασιλείας Του.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Τῆς ἐρήμου πολίτης Ἦχος α΄.
Δικαισίμου τὸ κλέος ἀνεδείχθης ἀοίδιμε, καὶ μαρτυρικῶς ἐδοξάσθης ὡς Χριστοῦ παρασκεύασμα. Διένειμας τὸν ἄρτον τῆς ζωῆς, ἐνίσχυσας τοὺς παῖδάς σου στερρῶς· διό, Μέλη, απολαύεις ὧν δωρεῶν ἐν βίῳ ὲπεδίωξας. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ χαριτώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ τὸ μέγα ἔλεος.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα.
Ἦχος α΄ Τὸν τάφον σου Σωτήρ.
Σὲ πόθος τοῦ Χριστοῦ ἐκυρίευσε, Μέλη, καὶ ἄρτον κορεσμοῦ τῶν ψυχῶν σὺ ἐποίεις, τῶν σοῦ υἱῶν τὸν στόμαχον ἐκορέννυς τῇ πίστει σου. Ὅθεν μέλποντες τὴν παμφαέστατον μνήμην, διανέμομεν τὸν εύγευστότατον ἄρτον Χριστὸν μεγαλύνοντες.
Δόξα. Ἦχος δ.΄Ταχύ προκατάλαβε.
Τυράννου ἐκάθηρας ἀλαζονείαν σαρκός, καὶ ηὔξησας δύναμιν τῶν διδαγμάτων Χριστοῦ, παντὶ τῷ πιστεύσαντι · οὕτω τῇ προδοσίᾳ τῆς ἀλόγου συζύγου, τέκνα ἀπορριψάσης, ἐδοξάσθης στεφάνῳ· ἐντεῦθεν τῇ ἀνδρείᾳ ἐχθρὸν ἐταπείνωσας.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα.
῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Πυρωθεὶς διὰ φλογός, ἐξ οὐρανοῦ θείου φωτός, ἀπετόλμησας τῆς γῆς κατασιγάσαι τὴν φωνήν, τῆς εὐσεβείας κορυφῶν κυριαρχίαν, ἔσβεσας παθῶν τὴν ἀποχαύνωσιν, ἄνωθεν αἰτῶν μάρτυς βοήθειαν, καὶ τῶν εἰδώλων ἐδείκνυς ἔνδοξε, ψευδοῦς ἀξίας ὀντότητα· διὸ δικαίως ἀνερριχήθης ἐν οὐρανίοις ὑψώμασι.
Δόξα. Ἐπεφάνης σήμερον.
Τριμερῶς ἐμέρισας ἄρτον ὡραῖον, τοῖς υἱοῖς σου ἔδωκας εὐφροσύνην ἐν Χριστῷ, φύσιν τὴν βρότειον ἔθυσας, ἐγκαινιάζων ψυχῆς τε τὸ ἄφθαρτον.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
῏Ηχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπαράμιλλον σθένος διὰ Χριστόν, ἐφανέρωσας μάρτυς καὶ οὐρανόν, καὶ τούτου τὸ θέλγητρον ὡς ἀμάχητον ἔθεσας, καὶ γλυκυτάτου ἄρτου τὴν ζύμην ἀνέπλασας, εὐεργεσίας πάσης τὴν εἴσοδον ἤνοιξας. Μέλη, ἐπαξίως τὸν Χριστὸν ὡς ἐγεύθης, τὴν πλάνην κατέδειξας, ἐν κινδύνοις ἐνήθλησας, διὰ σύζυγον ἔφριξας. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα, καί νῦν. Τῆς ῾Εορτῆς.
Τὸ α' ᾽Αντίφωνον τοῦ δ' ἤχου καὶ τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καί ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ζ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
Ἐκ τοῦ κατὰ Λουκᾶν
ιβ΄ 2 - 12
Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· οὐδὲν συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται· ἀνθ' ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ, ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ· ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Ὁ Ν'. Δόξα, Ταῖς τοῦ Αθληφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
᾽Ιδιόμελον, Ἦχος πλ.β΄.
Στίχ. ᾽Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.
Τῷ ζήλῳ τῆς Χριστοῦ ἀγαπήσεως πυρωθείς, διεμοίρασας τὸν οὐράνιον ἄρτον καὶ τὴν ἄρρητον γλυκύτητα τῆς αἰωνιότητος εἰς τοὺς τρεῖς υἱούς σου, Μέλη ἀθλητὰ πανάριστε. Ἠναντιώθης τῷ ἀσεβεῖ φρονήματι τῆς συμβίας σου καὶ ἔπαθες διὰ τὴν θανάσιμον προδοσίαν αὐτῆς, ἀλλὰ τῶν βασάνων διεξῆλθες τὴν δοκιμασίαν ἀνδρείῳ φρονήματι, ἀξιωθεὶς μετὰ τῶν παίδων Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ τοῦ στεφάνου τῆς ἐκπάγλου νίκης. Ὅθεν αἴτει καὶ ἡμῖν κινδύνων ἀποφυγὴν καὶ τὸ θεῖον ἔλεος.
῾0 ῾Ιερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Εἶτα οἱ Κανόνες τοῦ Πάσχα, ἢ τῆς τυχούσης Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς·
«Μέλη δίδαξόν με ἐξυμνῆσαί σου τὸ κλέος. Χρήστου»
ᾨδὴ α'. Ἦχος α'. ᾨδὴν ἐπινίκιον.
Χριστοῦ ὃν ἐπόθησας ἐδέχθης πίστιν, ἀλήθειαν κατηύγασας τῷ μαρτυρίῳ σου, καρποφοροῦσαν ἐν γῇ, Μέλη τιμήσω ἐν ᾠδαῖς τὴν θείαν ἄθλησιν.
Ἐλπίδι ῥωννύμενος του Ζωοδότου, προθύμως ὑπέμεινας φρικτὰ μαρτύρια, ἀπεκηρύξω τὴν γῆν, δι’ἣν ὁ ἄρχων σὲ λυγᾶν ὤθησε πρότερον.
Ἀνέγκλητος ἔταμε τὴν βιοτήν σου, καινίσας τὸ πνεῦμα σου καινῷ μηνύματι, καὶ τὴν ἐλπίδα Χριστοῦ, αἰωνιότητος τὸ φῶς, σοὶ ἐνεφύτευσε.
Θεοτοκίον
Ἡφαίστειον ἔμπλεον ἐκ θείας λάβας, ἐπύρωσας σκάμματα ἁγνῆς ἀθλήσεως, καὶ τῷ Υἱῷ σου ὁμοῦ, ὡς στυλοβάτις οὐρανοῦ πλάνην ἀπέλασον.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου
Ἐν οὐρανῷ ζητῶν προάγεσθαι, Μέλη, στερρωτάτῳ φρονήματι τοῦ Καρτερίου ἀπειλὰς οὐδαμῶς ἐδικαίωσας, καρτερίᾳ ὑπεστήριξας τὴν πίστιν τὴν ἔνθεον.
Τῆς ἀληθείας σοὺς μετέτρεψας γόνους ἐραστάς καὶ ὀχύρωμα,παμφαεστάτους νικητὰς στεφανίτας ἐν χάριτι, κληρωθέντας εἰς μαρτύριον καὶ αἰώνιον ἔπαινον.
Μοδιανὸς εἰς οἶκον ἔφερε, Μέλη, οἰκογένειαν γνώσεσθαι, τῶν μυστηρίων τοῦ Θεοῦ, ἃ στερρῶς ἐδιδάχθητε, παριδόντες τιμωρίας τε καὶ βίον τὸν πρόσκαιρον.
Θεοτοκίον
Χαρμονικῶς ψαλμοῖς ὑμνήσωμεν πάντες σε ὦ Μήτηρ ὑπέρτιμε, ὅτι ἐδέχθης ἐν σαρκὶ τὸν Θεὸν τὸν ἀχώρητον, ἐγερθέντα ἐκ τοῦ τάφου καὶ τὸν ἄνθρωπον σώσαντα.
Κάθισμα. Ἦχος δ'. ῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῶν ἐπιγείων ἀπηρνήσω τὸ νέκταρ, τοῦ σταυρωθέντος ἐννοήσας θυσίαν, κατενεχθέντος ἄνωθεν πληρῶσαι τὸν νοῦν· σύζυγος μὴ χαίρουσα ἀπεμπόλησε γνῶσιν, μείνασα ἐν πλάνῃ τε καὶ καὶ εἰς ὄφεως ψεῦδος, Μέλη, ἐδέξω δόξαν θεϊκήν, καὶ τοὺς υἱούς σου εἰς πίστιν προσήγαγες.
Καὶ τῆς ῾Εορτῆς.
Κάθισμα. Ἦχος γ.’
Θείας πίστεως.
Μέλη ἔλαμψας ἐν Νουκερίᾳ, ῥῆμα ἤκουσας τοῦ Ἀνεγκλήτου, καὶ τοὺς υἱοὺς πρὸς σωτηρίαν προέτρεψας, ἀποκηρύξας συζύγου τὸ φρόνημα καὶ ἐννοήσας Χριστοῦ τὴν ἀλήθειαν· ὅθεν ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν τῆς ἑορτῆς.
ᾨδὴ δ'. ᾽Εν Πνεύματι προβλέπων
Ἐβλάστησεν τὸ δένδρον τῆς χάριτος ἐν σοί, ἥπλωσε λυτρώσεως τὸ φύλλωμα ψυχαῖς, καὶ Ἀνεγκλήτου ἐμφορούμενος τοῦ ζήλου, ἄτρωτος ἔμεινας ἐπάρχου, Μέλη, δόλου, Κύριον θεσπίσας ὡς πρότυπον.
Ζηλώσας, Μέλη, αἴγλην καὶ δύναμιν Χριστοῦ, ἀπέκρουσας ἐπίθεσιν τοῦ ὄφεως δεινήν, καὶ ἀνεκάλυψας τὸ θεῖον μεγαλεῖον, ἐχθροῦ νοήσας τὴν ἀπάτην καὶ τὴν πλάνην ὥστε τὰς παγίδας διέφυγες.
Διδάξας τέκνα σθένος καὶ ἄκαμπτον ψυχήν, ἐκράτησας ἀλώβητα τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ νικηφόρως ἐναθλήσας ἐν τῷ βίῳ, ἄτρωτον ποίησον καρδίαν τῶν τραυμάτων, ἃ αἱ ἁμαρτίαι ἐπέφερον.
Θεοτοκίον
Ὡς Μήτηρ τοῦ Σωτῆρος ἱκέτευε ἀεί, παθῶν ἡμῶν εἰς κάθαρσιν Υἱόν σου συντελεῖν καὶ καρποφόρος ἡ πρεσβεία σου τυγχάνοι, Δέσποινα ἄκουσον ἀνθρώπων τὰς δεήσεις, οἳ τῷ Υἱῷ σου πιστεύουσι.
ᾨδὴ ε'. Τὴν σὴν εἰρήνην.
Διώξας πλάνης εἴδωλα, τοῦ κόσμου ψευδῆ, ἀφάτως ἐτέθης πιστῶν ἐνδιαίτημα, καὶ τῷ φρονήματι ᾧ ἕστηκας, ἐπαξίως, Μέλη, κατηξιώθης δόξης.
Προστάτης μέγας ἔμεινας υἱῶν σου στερρῶς, ἀσμένως ἐγένου Χριστοῦ ἱλαστήριον, ἀποκαθαίρεται σῷ πνεύματι, τοῦ θανάτου ὄντως ἡ ἀθυμία μάρτυς.
Τὸ σῶμα Μέλη ἔδωκαν κυσὶν οἱ ἐχθροί, σορόν σου ἁγίαν φρικτῶς ἐβεβήλωσαν, σπαρασσομένης τῆς φθαρτότητος, τῆς ψυχῆς σου οὔσης ἐν ἀφθαρσίᾳ πλήρει.
Θεοτοκίον
Παρθένε χαῖρε ἔλλαμψιν ἀνδρὸς σθεναροῦ, τοῦ δόντος Υἱῷ σου ψυχὴν ἀκατάβλητον, ἀριστευσάντων τῶν συνάθλων του· τὰς ψυχὰς βοήθει ἵνα Θεὸν ζητῶσι.
ᾨδὴ στ'. Τὸν Προφήτην ᾽Ιωνᾶν.
Ἀφεθεὶς εἰς τὸν Χριστόν, συγκατένευσας φωτί, ἀνῃρέθης δι΄αὐτὸν κατακτήσας οὐρανόν, ἐλάμπρυνας τῇ σῇ ἀνδρείᾳ πιστῶν ὁμήγυριν.
Πολιτῶν τοῦ οὐρανοῦ συνεπλήρωσας πληθύν, ἀφθαρσίας τὴν στολὴν ἐνεδύθης ἀγαθέ, κατώρθωσας τῇ σῇ ἀθλήσει Χριστοῦ τὸ ζείδωρον.
Τῆς τροφῆς δημιουργὸς διεφύλαξας υἱοὺς, διαθρέψας καὶ τοὺς τρεῖς ἐκ τοῦ ἄρτου τῆς ζωῆς, πληρώσας ἐν μιᾷ ἡμέρᾳ ψυχῆς τὸ αἴτημα.
Θεοτοκίον
Ἐπιγείου βιοτῆς ἁγιότητος ἡ κλείς, οὐρανοῦ δὲ ἡ κρηπὶς ἐξελίχθης Μαριάμ, ἀξίωσόν με σῇ πρεσβείᾳ λαβεῖν τὸ ἔλεος.
Κοντάκιον. Ἦχος γ'. ῾Η Παρθένος σήμερον.
Ἠνδρειώθης χάριτι καὶ φωτὶ ἀϊδίῳ, ἕως τέλους ἕστηκας κατακτητὴς ἀληθείας, ἔνειμας τὴν ζωηφόρον ἀρτοποιΐαν, ἤσκησας μέχρι θανάτου Χριστοφιλίαν, διὰ τοῦτο, Μέλη μάκαρ, ἐκτήσω τόπον, ἀξίως, χαρᾶς ἀνεκτίμητον.
Ὁ Οἶκος
Ἐκ Δικαισίμου Πόντου ἐναρξάμενος βιοτὴν ὡς ἀρτοποιὸς Χριστομίμητε ἀθλητὰ εὑρέθης ἐν συνάξει διδασκόμενος τὴν θείαν ἀλήθειαν ὑπὸ Ἀνεγκλήτου ἐπισκόπου. Χαριτωθεὶς δὲ ἐν Πνεύματι ἐνεφύσησας τὸν θεῖον πόθον τοῖς ἠγαπημένοις υἱοῖς σου, ἀψηφήσας τὴν ἀπειλὴν τῆς ἀσπλάγχνου συζύγου, ἣτις προὐκάλεσε τὸ μαρτύριόν σου οὖσα δήμιος ἀνεγκέφαλος. Μακαρίζομεν τὴν προσήλωσιν τῷ Χριστῷ καὶ τὴν ἀκατάσειστον πίστιν εἰς τὴν ἄφθαρτον αἰωνιότητα καὶ εἰς τὰς ἀγκάλας τοῦ ἀθλοθέτου Δημιουργοῦ. Ὅθεν ἀναπέμπομεν δεήσεις ὡς νέμοντα πᾶσι τοῖς δεομένοις ἄρτον πνευματικὸν καὶ πρεσβεύοντα ἀενάως τῷ ἐλεήμονι Θεῷ ἵνα φωτίσῃ τὰς σκοτεινὰς καρδίας καὶ κτήσωσι τόπον, ἀξίως, χαρᾶς ἀνεκτίμητον.
Συναξάριον.
Τῇ δ’ τοῦ μηνὸς Μαΐου μνήμη τοῦ ἁγίου μάρτυρος Μέλητος τοῦ ἀρτοποιοῦ ἐκ Δικαισίμου Πόντου καταγομένου, ἀθλήσαντος ἐν Νουκερίᾳ τῆς Ἰταλίας μετὰ τῶν τριῶν υἱῶν του Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ.
Μέλη, ἄνθους μέλι εἵλκυσέ σε
πρὸς Χριστὸν, ὡς μέλισσαν ἀνθοκόμον.
Οὗτος ὁ μάρτυς τοῦ Χριστοῦ κατήγετο ἐκ Δικαισίμου τοῦ Πόντου (Τζεβιζλίκ ἢ ἄλλως Καρυαῖς) ἐπὶ αὐτοκράτορος Ῥώμης Βεσπασιανοῦ. Τὸ ἔτος 79μ.Χ, μετὰ την καταστροφὴν τῆς Πομπηΐας καὶ τῆς Ἡρακλείας, ἀνάγκη ἐτέθη ἵνα ἐνισχυθῶσιν οἱ πληθυσμοὶ τῆς περιοχῆς καὶ ἐλήφθη ἀπόφασις ὑπὸ τῶν Ῥωμαίων ὅπως μετοικήσωσι ἐκ τῆς περιοχῆς τῆς Τραπεζοῦντος ὅπου καὶ το Δικαίσιμον ἑκατὸ χιλιάδες κάτοικοι μετὰ τῶν οἰκογενειῶν αὐτῶν καὶ ἀνοικοδομήσωσι τὴν νέαν πόλιν. Μεταξὺ τῶν ἐπιστρατευθέντων εὑρέθη καὶ ὁ ἀρτοποιὸς Μέλης μετὰ τῆς συμβίας καὶ τῶν τριῶν υἱῶν αὐτοῦ Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ, ἡλικίας ἐννέα, ὀκτὼ καὶ ἑπτὰ ἐτῶν. Ἠργάσθη ἐπὶ δύο ἔτη εἰς τὴν ἀνοικοδόμησιν τῆς νέας πόλεως Νουκερίας, ἥτις ἀντικατέστησε τὰς καταστραφείσας Πομπηΐαν καὶ Ἡράκλειαν.
Ἡ δεκαετὴς Νικία, κόρη τοῦ φίλου του Μοδιανοῦ, τοῦ ἀνεκοίνωσε τὸν θάνατον τοῦ πατρός της, ἐπειδὴ ἦσαν Χριστιανοί. Ὁ Μέλης ἐπληροφορήθη διὰ τὸν Χριστὸν ἀπὸ τὴν Νικίαν καὶ μετὰ τὴν διδασκαλίαν τοῦ Ἀνεγκλήτου, δευτέρου διαδόχου τοῦ Ἀποστόλου Πέτρου, ἀπεφάσισε ὅπως βαπτισθῇ μετὰ τῶν τέκνων του. Ἡ σύζυγός του ὅμως ἠναντιώθη. Ὁ ἔπαρχος Καρτέριος ἐπὶ αὐτοκράτορος Δομιτιανοῦ μετὰ τὴν ἄρνησιν τοῦ Μέλητος καὶ τῶν τέκνων ὅπως συμμορφωθῶσι, παρεκίνησε τὴν σύζυγον τοῦ εἰκοσιεπτάχρονου Μέλητος ὅπως τυφλώσῃ τὰ τρία τέκνα της. Ὁ Μέλης ἐθρυμμάτισε θαυμαστῶς τὸ ἄγαλμα τῆς θεᾶς Τύχης καὶ ὁ ἔπαρχος Καρτέριος διέταξε καὶ ἀπέκοψαν τὴν ρῖνα καὶ τὰ ὦτα τοῦ μάρτυρος διὰ σωφρονισμόν. Ὁ μάρτυς παρέμεινε άκλόνητος καὶ ἡ σύζυγος, ἡ ὁποία ἔπνιξε καὶ τὴν μικρὰν Νικίαν ἐνωρίτερον θεωροῦσα αὐτὴν ὑπαίτιον διὰ τὸν ἐκχριστιανισμὸν τῆς οἰκογενείας της, ἀδιστάκτως ὕψωσε τὸν πέλεκυν καὶ ἐθανάτωσε τὸν σύζυγόν της. Ἡ σορός του ἐδόθη εἰς τοὺς κύνας. Τὴν ἑπομένην ἀπεκεφαλίσθησαν καὶ τὰ τρία τέκνα τοῦ Μέλητος διότι παρέμειναν στερρὰ εἰς τὴν πίστιν, ὁ δὲ Ἀνέγκλητος ἤχθη ἐνώπιον τοῦ αὐτοκράτορος Δομιτιανοῦ καὶ ὕστερον ἐθανατώθη. Ὁ δἐ Μέλης ἐθανατώθη τὴν 4ην Μαΐου, καὶ οἱ υἱοί του τὴν 5ην Μαΐου.
Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. ῾Η κάμινος Σωτήρ.
Ὑπῆλθες τῆς συζύγου ὠμότητα, ἐφύλαξας υἱῶν σου χρηστότητα, καὶ ἐξ ἐνέδρας τοῦ ἐχθροῦ οὐκ ἐπτοήθης ποσῶς.
Πλουσίως ἐβραβεύθης πανάριστε, ἐνήθλησας εἰς στίβον σωτήριον, καὶ ἐγκωμίοις ἠχηροῖς ὑμνολογεῖσαι ἐν γῇ.
Μαρτύρων προσετέθης τῷ χορῷ, ἡδύτητα ποθήσας οὐράνιον, καὶ τῶν ἀγγέλων τοὺς ψαλμοὺς ἀπολαμβάνεις ὠσί.
Θεοτοκίον
Δεήσεων ἀκούουσα ἁγνή, συμπάσχουσα δακρύων ἐκροῇ, καθικετέυεις τὸν Θεὸν ἀπονεκρῶσαι κακόν.
ᾨδὴ η'. ῝Ον φρίττουσιν ῎Αγγελοι.
Ἀνδρείας ὑπόδειγμα, ἐν οἴκῳ τοῦ Θεοῦ, σοφῶς ἐλειτούργησας παισὶ ὡς ὁδηγός, καὶ ἴθυνας τούτους πρὸς λειμῶνα ζωῆς, ἐν ᾧ ἐλαμπρύνθη, ἐν σοί ὁ φωτοδότης.
Ἀκάμπτῳ ἐλάσματι ὁμοία σὴ ψυχή, δεινῶς ἀπεσόβησε ἐχθροῦ τὴν προσβολήν, καὶ ἔπαρχον θάρρει ἀτενίσας πολλῷ, ὁδὸν μαρτυρίου διῆλθες στεφανίτης.
Κρατὴρ ἀναδέδειξαι ἀγάπης τοῦ Χριστοῦ, λαβὼν τὰ διδάγματα ζωῆς ἐξ οὐρανοῦ, Ἀνέγκλητον φίλον θεωρήσας λαμπρόν, ὁδὸν σωτηρίας σοὶ δείξαντα καὶ δόξης.
Θεοτοκίον
Θεόβρυτος Δέσποινα πηγάσας ποταμός, ἐκ σοῦ τὴν ἐγκόσμιον πληρῶν θείαν ῥοήν, τοῖς ὕδασι κόσμον ἀναστήσας νεκρόν, λουτρῷ, διανοίας ἐκάθαρεν ἐκ σκότους.
ᾨδὴ θ'. Τὴν ζωοδόχον πηγήν.
Ἐκ τῆς Νικίας ἐλθούσης εἰς οἶκόν σου, καὶ Ἀνεγκλήτου τὸν λόγον ἀκούσαντος, τὸν Χριστὸν ἐπίστευσας, πρὸς αὐτὸν ἀνέδραμες καὶ στρατιώτης ἐγένου θεηφόρος, φυλάξας, Μέλη, τῇ πίστει τὰ τέκνα σου.
Ἀγωνιστὴς μέχρι τέλους παρέμεινας, καὶ τῆς συμβίας τὴν βίαν ὑπέμεινας, καὶ λαμπρὸν παράδειγμα, συνεποῦς βουλήσεως, καταφρονήσας τῆς ὕλης ἀπαξίαν, τοῖς πᾶσι ἄρτον χαρίτων μετέδωκας.
Καταυγασθεὶς διανοίᾳ τῇ χάριτι, καὶ ἀντιλήπτωρ τῆς πλάνης γενόμενος, τὴν ψυχὴν ἐτράνωσας καὶ ὑπὲρ τὰ γήϊνα τῆς σωτηρίας τὸ κέρδος ἐπεθύμεις, ἐκπέμψας σῆμα Χριστοῦ τὸ οὐράνιον.
Θεοτοκίον
Μεσιτικῶς προστασίαν παρέχουσα, καὶ τὰς δεήσεις Παρθένε λαμβάνουσα, τῷ Δεσπότῃ πρέσβευε πάσης φθορᾶς ρῦσαί με, καὶ εὐσπλαγχνίαν μοι αἴτει Θεοτόκε, τῷ προσιόντι πρὸς σὲ μετὰ πίστεως.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσΘητε.
Τεχνίτης ἄρτου γέγονας ἄχρι Χριστὸν συνήντησας, παθεῖν προθύμως ἐπόθεις, ἀποστραφείς, Μέλη, πλάνην, καὶ τέκνα σου ἐστράτευσας εἰς τοῦ Χριστοῦ τὰ νάματα, έν οὐρανίοις μέτοχος κατηξιώθης τροφείων, διδάσκων πάντας ἱκέτας.
Καὶ τὸ τῆς ῾Εορτῆς.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
῾Ιστῶμεν στίχους δ' καί ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.
Ὤφθης ὡς ἥλιος, Μέλη, ἄστρον ὁλόλαμπρον, υἱοὺς συναριθμήσας εἰς ἐκπάγλους χορείας· ἡτοίμασας γὰρ ἄρτον ζύμῃ στερρᾷ Ἀνεγκλήτου διδάγμασιν· ὅθεν κατῄσχυνας πάντας τοὺς ἀρνητὰς τῇ δυνάμει τῆς Θεότητος.
Τὴν δεισιδαίμονα πλάνην εἰδώλων ἔφυγες, ηὐδόκησας κομίσαι Χριστοῦ τὴν μαρτυρίαν, κατέλιπες γηΐνων μέλι γλυκύ, συναθλήσας δι’ὕψιστα, καὶ ἐκζητήσας τὸ κάλλος μόνον Θεοῦ, ἐκληρώσω τὰ οὐράνια.
Ὡς παραστάτης ὑπάρχεις συναγαλλόμενος, Γαΐῳ, Νεοφύτῳ, Γαϊανῷ υἱοῖς σου, καθεῖλες προσωπεῖον κατακτητῶν, προσκυνούντων τὰ εἴδωλα, καὶ τῆς συμβίας ἐδέξω διαβολικῆς ἐπηρείας τὴν ἐνέργειαν.
Ὡς ἀστραπὴ θεηγόρε, Μέλη, ἐξέλαμψεν, ἡ χάρις τῇ ψυχῇ σου χωρίῳ εὐπροσίτῳ, ἠφάνισε φοβίαν καὶ δισταγμόν, ἐνισχύσασα φρόνημα, καὶ συμφρονοῦσιν ὑπῆλθες τὰς συμφοράς, καρτερῶν τὴ ἀπολύτρωσιν.
Δόξα, ᾽Ηχος πλ. α'.
Ἴσχυσας σθἐνει τῆς χάριτος, Μέλη ἀθλητὰ ὑπερένδοξε, ἀνατείλας ὡς ἄστρον ἄδυτον ἔν ταῖς καρδίαις τῶν πιστῶν. Μὴ δειλιάσας ὡς ἀνδρεῖος θάνατον, ὑπερέβης τὴν γονεϊκὴν ἀγάπην καὶ ἐνεπιστεύθης τὴν ἀγάπην τοῦ Χριστοῦ. Οὕτω συναθλήσας ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ μετὰ τῶν υἱῶν σου, τοῦ Ἀνεγκλήτου καὶ τὴν πληθὺν τῶν διδασκομένων ὑπ’αὐτοῦ σὺν Μοδιανῷ φιλτάτῳ καὶ Νικίᾳ θυγατρὶ αὐτοῦ, ἀπεκόμισας τὸν στέφανον τῆς αἰωνιότητος μακάριε. Πρέσβευε οὖν ἀκαταπαύστως τῷ σκέποντι Κυρίῳ καὶ Θεῷ ἵνα ἀξιωθῶμεν οἱ τιμῶντές σε τῆς αἰωνίου ζωῆς.
Καί νῦν. Τῆς Ἑορτῆς.
ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ’ ᾨδή. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ κγ΄Ἀπριλίου.
ΜΕΓΑΛΥΝΑΡΙΟΝ
Ἔνειμας τὸν ἄρτον τὸν θεϊκόν, τοῖς διαιτωμένοις μετὰ βρώματος τῆς ψυχῆς, καὶ ὑψώθης, Μέλη, εἰς οὐρανὸν εὐκλείας Χριστοῦ ἀπολαμβάνων τὴν ἀνταπόδοσιν.
Δίστιχον
Μέλη μέλιτος τοῦ οὐρανίου δίδου μοι τὴν γεῦσιν
Χρήστῳ ἀγάλλου σοι ὑμνολογοῦντι.
filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com1tag:blogger.com,1999:blog-296943768403349493.post-15408465221723810852012-09-30T12:03:00.002-07:002012-09-30T12:03:34.158-07:00 ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ
ΨΑΛΛΟΜΕΝΗ ΤΗ 20Η ΝΟΕΜΒΡΙΟΥ
ΕΝ ῌ ΑΝΑΜΝΗΣΙΝ ΠΟΙΟΥΜΕΝ ΤΟΥ ΓΕΝΟΜΕΝΟΥ ΘΑΥΜΑΤΟΣ ΑΠΑΛΛΑΓΗΣ
ΕΚ ΤΗΣ ΘΑΝΑΤΗΦΟΡΟΥ ΓΡΙΠΠΗΣ ΕΝ ΕΤΕΙ 1918.
ΕΙΣ ΘΕΡΜΟΝ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ ΚΑΙ ΤΗΝ ΠΕΡΙΟΙΚΟΝ.
Eγράφη υπό Κονταξή Χρήστου
Ἐν τῷ μικρῷ Ἑσπερινῷ
Ἱστῶμεν στίχους στ΄καὶ ψάλλομεν τῆς Ἁγίας τὰ κάτωθι δ΄.
Τῆς Ἁγίας, Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων
Παρασκευὴν ἀθληφόρον καὶ παρεστῶσαν δεινοῖς, πιστοὶ Θέρμου ἐνθέως, συνελθόντες συμφώνως, τιμήσωμεν εὐσήμως ὡς ἰατρὸν ἀμισθὶ θεραπεύουσαν ὅτι ἐκ γρίππης παμφθάρτου, βροτολοιγοῦ, θαυμαστῶς ἡμᾶς διέσωσε.
Εὐφραίνου, χόρευε, σκίρτα, Θέρμου κωμόπολις, ὅτι ὡς κηδεμόνα, ἀρωγὸν εὐσεβούντων, θεράπαιναν ὑγείας Παρασκευὴν θαυμαστῶς καθιέρωσας· συγκαταβᾶσα προθύμως ἐν συμφορᾷ, σῇ τὴν χάριν ἐναπέθετο.
Τῆς σωστικῆς σου προνοίας τίς διηγήσεται, τὸ μέγεθος ὁσία, ταχεῖα προστασία, ἀπάλλαξον ἱκέτας σου χαλεπῶν καὶ δεινῶν περιστάσεων· ὡς κηδεμόνα καὶ θείαν ἡμῶν φρουρόν, χαρμοσύνως μακαρίσωμεν.
Πολυωδύνων βασάνων σοῦ τὸ πολύαθλον, ἡτοίμασέ σε μάρτυς Θεοῦ τὴν πολιτείαν· ὡς γὰρ φιλοπονοῦσα τοὺς εὐσεβεῖς ἐν δεινοῖς, συγκατένευσας, ἀποτινάξαι προθύμως ὡς ἰατρὸς πανδημίας τὰ τοξεύματα.
Δόξα. Ἦχος δ΄
Σήμερον εὐήκοον οὖς, τῇ τῶν πιστῶν ἱκεσίᾳ, ἐν λιτανείᾳ τὴν εἰκόνα σου περιφέροντες, ἔστησας Παρασκευὴ ἀθληφόρε. Πᾶσαν νόσον ἀπελαύνουσα, ἐκ γρίππης ἐπηρείας ἐλυτρώσω σοὺς δούλους εἰς φιλόχριστον Θέρμον καὶ αὖθις διέκοψας τὸν ζόφον του θανάτου ἐπί τῇ ἐλεύσει σου ἐκ Μάνδρας ἔνθα ἡ ἁγία Μονή σου. Ὅθεν εὐσεβῶς δοξάζομεν πανεύφημε τὴν θείαν σου συγκατάβασιν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος δ’
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Αἶνον θεοπρεπῆ, τῇ σῇ Εἰσόδῳ Μῆτερ, προσάγομεν ὑμνοῦντες, Παρασκευὴν τὴν θείαν, πιστῶν τὴν ἀντιλήπτορα.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Πρόμαχος ἀρραγής, καὶ Μάνδρας ἡ ἱκέτις, τῷ Θέρμῳ ἀνεφάνης, Παρασκευὴ παμμάκαρ, διὸ ἀεὶ γεραίρει σε.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅλη φωτοειδὴς ἐπέστης ἀοράτως, τὴν νόσον καταπαῦσαι, τὸ πάλαι ἐν τῷ Θέρμῳ· κώμη κροτεῖ τὴν χάριν σου.
Δόξα. Τριαδικόν.
Ἔτρωσεν ἡ Τριάς, καρδίαν τῆς Ἁγίας ἀγάπῃ ἀπεράντῳ, τὴν γρίππην ἐξαλεῖψαι καὶ κώμην ἐκλυτρώσασθαι.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Ναῷ εἰσῳκισθεῖσα, δυσώπει τὸν Υἱόν σου, Παρασκευῇ ἁγίᾳ ὑπὲρ τῆς κωμοπόλεως.
Νῦν άπολύεις, τὸ τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.
Μετὰ τὸν Προοιμιακόν, τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄καὶ ψάλλομεν τῆς Ἑορτῆς ἰδιόμελα γ΄ καὶ τῆς Ἁγίας γ΄.
Ἦχος α’
Τῶν οὐρανίων ταγμάτων.
Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Θερμιωτῶν ἅπας σύλλογος, ἐκ καρδίας συντρέξωμεν, αἶνον χαριστήριον ἀναμέλποντες, Παρασκευῇ τῇ πανσώστιδι· δεινῆς γὰρ ἐρρύσατο, τὴν κωμόπολιν ἡμῶν, συμφορᾶς ἐκ τῆς μάστιγος, καὶ παρέσχετο, τὴν ἐκ γρίππης ὑγείαν, πλουτοδότως, καὶ χαρὰν καὶ εὐφροσύνην, τοῖς κεκμηκόσι ταῖς θλίψεσιν.
Ὡς θερμὴν ἀντιλήπτορα, καὶ ὑπέρμαχον ἔνθεον, Θέρμου ἡ κωμόπολις μακαρίζει σε, Παρασκευὴ ἀπαστράπτουσα καινήν σου πανήγυριν, συγκροτοῦσα εὐκλεῶς, καὶ τῆς σῆς ἀντιλήψεως, τὸ ἐξαίρετον, διατόρως κηρύττει ἐκβοῶσα· Σύ μοι ἔφορος καὶ ῥύστις, καὶ ἰατρὸς ἔσο πάνσεμνε.
Ὡς λειμὼν θεοφύτευτος, ὁ ναός σου ὁ ἅγιος, ἀληθῶς πανύμνητε ἀναδέδεικται, ξύλον ζωῆς τὴν εἰκόνα σου, ἐν μέσῳ τὴν ἔνθεον, κεκτημένος μυστικῶς, ζωὴν κρείττονα νέμουσαν, τοῖς ἐν πάθεσι, καὶ δεινοῖς ἀσθενείαις νεκρωθεῖσι, καὶ πληροῦσαν εὐφροσύνης, ἅπαν τοῦ Θέρμου τὸ πλήρωμα.
Δόξα. Ἦχος δ΄.
Σήμερον δεῦτε συνελθόντες ἀποτίσωμεν ἐνθέρμους εὐχαριστίας ἐπὶ τῇ σωστικῇ παρεμβάσει τῆς ὁσιομάρτυρος Παρασκευῆς εἰς τὴν ἐκ γρίππης θανατηφόρον πανδημίαν ἐν Θέρμῳ. Ἡμῶν γὰρ μαστιζομένων, ἔτεινε χεῖρα βοηθείας τῇ λιτῇ ἐν τῇ ἐπισκέψει αὐτῆς ἐκ τῆς ἐκ Μάνδρας ἱερᾶς Μονῆς, προσμετροῦσα τὴν τῶν πιστῶν προσμονὴν καὶ διαχέουσα τὴν χάριν τοῖς κινδυνεύουσι πρὸς ὄλεθρον. Ὅθεν γεραίρομεν εὐχαρίστως τὴν λυτρουμένην ἡμᾶς ἐκ συμφορῶν καὶ ἱκετεύομεν ἀενάως ἵνα σκέπῃ καὶ σώζῃ τοὺς καλοῦντας αὐτὴν εἰς βοήθειαν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος δ’.
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ', 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει, Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σο¬φί¬ας Σο¬λο¬μῶ¬ντος τὸ Ἀ¬νά¬γνω¬σμα.
(Κεφ. γ', 1-3)
Δι¬καί¬ων ψυ¬χαὶ ἐν χει¬ρὶ Θε¬οῦ καὶ οὐ μὴ ἅ¬ψη¬ται αὐ¬τῶν βά¬σα¬νος. Ἔ¬δο¬ξαν ἐν ὀ¬φθαλ¬μοῖς ἀ¬φρό¬νων τε¬θνά¬ναι, καὶ ἐ¬λο¬γί¬σθη κά¬κω¬σις ἡ ἔ¬ξο¬δος αὐ¬τῶν, καὶ ἡ ἀφ᾿ ἡ¬μῶν πο¬ρεί¬α, σύ¬ντριμ¬μα· οἱ δέ εἰ¬σιν ἐν εἰ¬ρή¬νῃ. Καὶ γὰρ ἐν ὄ¬ψει ἀν¬θρώ¬πων ἐ¬ὰν κο¬λα¬σθῶ¬σιν, ἡ ἐλ¬πὶς αὐ¬τῶν ἀ¬θα¬να¬σί¬ας πλή¬ρης. Καὶ ὀ¬λί¬γα παι¬δευθέ¬ντες, με¬γά¬λα εὐ¬ερ¬γε¬τη¬θή¬σο¬νται· ὅ¬τι ὁ Θε¬ὸς ἐ¬πεί¬ρα¬σεν αὐ¬τοὺς καὶ εὗ¬ρεν αὐ¬τοὺς ἀ¬ξί¬ους ἑ¬αυ¬τοῦ. Ὡς χρυ¬σὸν ἐν χω¬νευ¬τη¬ρί¬ῳ ἐ¬δο¬κί¬μα¬σεν αὐ¬τοὺς καὶ ὡς ὁ¬λο¬κάρ¬πω¬μα θυ¬σί¬ας προ¬σε¬δέ¬ξα¬το αὐ¬τούς. Καὶ ἐν και¬ρῷ ἐ¬πι¬σκο¬πῆς αὐ¬τῶν ἀ¬να¬λάμ¬ψου¬σι καὶ ὡς σπιν¬θῆ¬ρες ἐν κα¬λά¬μῃ δι¬α¬δρα¬μοῦ¬νται. Κρι¬νοῦ¬σιν ἔ¬θνη καὶ κρα¬τή¬σου¬σι λα¬ῶν καὶ βα¬σι¬λεύ¬σει αὐ¬τῶν Κύ¬ρι¬ος εἰς τοὺς αἰ¬ῶ¬νας. Οἱ πε¬ποι¬θό¬τες ἐπ᾿ αὐ¬τῷ, συ¬νή¬σου¬σιν ἀ¬λή¬θει¬αν, καὶ οἱ πι¬στοὶ ἐν ἀ¬γά¬πῃ προ¬σμε¬νοῦ¬σιν αὐ¬τῷ· ὅ¬τι χά¬ρις καὶ ἔ¬λε¬ος ἐν τοῖς ὁ¬σί¬οις αὐ¬τοῦ, καὶ ἐ¬πι¬σκο¬πὴ ἐν τοῖς ἐ¬κλε¬κτοῖς αὐ¬τοῦ.
Σο¬φί¬ας Σο¬λο¬μῶ¬ντος τὸ Ἀ¬νά¬γνω¬σμα.
(Κεφ. γ.' 15.)
Δί¬και¬οι εἰς τὸν αἰ¬ῶ¬να ζῶ¬σι, καὶ ἐν Κυ¬ρί¬ῳ ὁ μι¬σθὸς αὐ¬τῶν, καὶ ἡ φρο¬ντὶς αὐ¬τῶν πα¬ρὰ Ὑ¬ψί¬στῳ. Δι¬ὰ τοῦ¬το λή¬ψο¬νται τὸ βα¬σί¬λει¬ον τῆς εὐ¬πρε¬πεί¬ας, καὶ τὸ δι¬ά¬δη¬μα τοῦ κάλ¬λους ἐκ χει¬ρὸς Κυ¬ρί¬ου· ὅ¬τι τῇ δε¬ξι¬ᾷ αὑ¬τοῦ σκε¬πά¬σει αὐ¬τούς, καὶ τῷ βρα¬χί¬ο¬νι ὑ¬πε¬ρα¬σπι¬εῖ αὐ¬τῶν. Λή¬ψε¬ται πα¬νο¬πλί¬αν τὸν ζῆ¬λον αὐ¬τοῦ καὶ ὁ¬πλο¬ποι¬ή¬σει τὴν κτί¬σιν εἰς ἄ¬μυ¬ναν ἐ¬χθρῶν. Ἐν¬δύ¬σε¬ται θώ¬ρα¬κα δι¬και¬ο¬σύ¬νην καὶ πε¬ρι¬θή¬σε¬ται κό¬ρυ¬θα κρί¬σιν ἀ¬νυ¬πό¬κρι¬τον. Λή¬ψε¬ται ἀ¬σπί¬δα ἀ¬κα¬τα¬μά¬χη¬τον, ὁ¬σι¬ό¬τη¬τα· ὀ¬ξυ¬νεῖ δὲ ἀ¬πό¬το¬μον ὀρ¬γὴν εἰς ῥομ¬φαί¬αν. Συ¬νεκ¬πο¬λε¬μή¬σει αὐ¬τῷ ὁ κό¬σμος ἐ¬πὶ τοὺς πα¬ρά¬φρο¬νας· πο¬ρεύ¬σο¬νται εὔ¬στο¬χοι βο¬λί¬δες ἀ¬στρα¬πῶν, καὶ ὡς ἀ¬πὸ εὐ¬κύ¬κλου τό¬ξου, τῶν νε¬φῶν, ἐ¬πὶ σκο¬πὸν ἁ¬λοῦ¬νται, καὶ ἐκ πε¬τρο¬βό¬λου θυ¬μοῦ πλή¬ρεις ῥι¬φή¬σο¬νται χά¬λα¬ζαι. Ἀ¬γα¬να¬κτή¬σει κατ᾿ αὐ¬τῶν ὕ¬δωρ θα¬λάσ¬σης· πο¬τα¬μοὶ δὲ συ¬γκλύ¬σου¬σιν ἀ¬πο¬τό¬μως. Ἀ¬ντι¬στή¬σε¬ται αὐ¬τοῖς πνεῦ¬μα δυ¬νά¬με¬ως, καὶ ὡς λαῖ¬λαψ ἐ¬κλι¬κμή¬σει αὐ¬τούς, καὶ ἐ¬ρη¬μώ¬σει πᾶ¬σαν τὴν γῆν ἀ¬νο¬μί¬α, καὶ ἡ κα¬κο¬πρα¬γί¬α πε¬ρι¬τρέ¬ψει θρό¬νους δυ¬να¬στῶν. Ἀ¬κού¬σα¬τε οὖν, Βα¬σι¬λεῖς, καὶ σύ¬νε¬τε· μά¬θε¬τε Δι¬κα¬σταὶ πε¬ρά¬των γῆς· ἐ¬νω¬τί¬σα¬σθε οἱ κρα¬τοῦ¬ντες πλή¬θους, καὶ γε¬γαυ¬ρω¬μέ¬νοι ἐ¬πὶ ὄ¬χλοις ἐ¬θνῶν· ὅ¬τι ἐ¬δό¬θη πα¬ρὰ Κυ¬ρί¬ου ἡ κρά¬τη¬σις ὑ¬μῖν, καὶ ἡ δυ¬να¬στεί¬α πα¬ρὰ Ὑ¬ψί¬στου.
Εἰς τὴν Λιτήν.
Ἦχος α΄
Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Θέρμου κωμόπολις, καὶ μεγάλυνον τὰς δυναστείας Κυρίου. Ἰδοὺ γὰρ ἀρωγόν σοι προμηθῆ, παραδόξως ἀνέδειξε, Παρασκευὴν τὴν ἔνδοξον, πανδημίας σε λυτρουμένην, καὶ δι’εὐπραγίας πάσης χορηγοῦσά σοι τὰ πρόσφορα· ὅθεν τὴν ἱερὰν αὐτῆς εἰκόνα, ὡς ὄλβον οὐράνιον καὶ ἰατρεῖον ζωοποιόν, κεκτημένη βόησον· σύ μου πύργος ἰσχύος καὶ προστασίας ἔπαλξις, ὁσιομάρτυς ἀθληφόρε· διὸ γεραίρω εὐχαρίστως, τὴν πρὸς ἐμὲ κηδεμονίαν σου, δι΄ἧς σκέπεις καὶ σῴζεις, ἐξ ἀλλεπαλλήλων θλίψεων, τοὺς καλοῦντάς σε εἰς βοήθειαν.
Ἦχος β΄
Ὡς θαυμαστὴ καὶ σωτήριος, ἡ πρὸς ἡμᾶς σου ἀντίληψις, ὁσιομάρτυς Παρασκευή. Τῇ τῆς γρίππης καταφορᾷ προφθάσασα ἡμᾶς διέσωσας καὶ χεῖρα βοηθείας προσέφερας· κατὰ τὴν κλῆσίν σου γὰρ Ἁγία, ἡ χάρις σου ἐκλάμπει. Διὸ πανδήμως συνελθόντες, εὐγνωμοσύνης ὕμνον σοι ᾄδομεν, εὐεργέτιν τε καὶ σκέπην ἐν παντί σε εὑράμενοι, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ἦχος γ΄
Ὡς ἐν ἀνάγκαις ἐπικουροῦσα τὴν πρὸς τοὺς πάσχοντάς σου ἔκδηλον, ἐποιήσω ἐπίσκεψιν. Διὸ εὐλαβοῦντες τῇ σῇ προνοίᾳ τῆς βροτοφθόρου μανίας, τῇ σῇ ἐπεμβάσει ἐρρύσθημεν. Ἀλλ, ὦ ἱερωτάτη ἀθλήτρια, ἡ τοῦ Θέρμου ἑτοιμοτάτη ἔφορος, μὴ παύσῃ περιέπουσα ἡμᾶς, τοὺς ἐπιβοωμένους σε.
Ἦχος δ΄
Δεῦτε πᾶσα τοῦ Θέρμου ἡ περίοικος, ἐν τῇ μονῇ τῆς Μάνδρας συνέλθωμεν καὶ τὸν εὐαγῆ ναὸν τῆς Ἁγίας Παρασκευῆς καταλαβόντες, ἐν φωναῖς ἀλαλαγμοῦ αὐτῇ βοήσωμεν· Σὺ εἶ ὁ φοῖνιξ ὁ ὑψικόμος, ὁ ζωοδωρήτῳ καρποφορίᾳ, τοὺς θανατηφόρους καρπούς, τῶν δυσαλθῶν ἀσθενειῶν ἀποτρέπων· σὺ εἶ ἡ τὸν τοῦ Θέρμου χριστώνυμον λαόν, τῆς δεινοτάτης ἀπαλλάξασα γρίππης· ὅθεν τὰς ἀφθόνους εὐλογίας σου, ὁσιομάρτυς, ὡς δρόσον γλυκασμοῦ, οὐρανόθεν ἡμῖν ἐπόμβρησον, παρέχουσα ἑκάστῳ τὰ πρὸς σωτηρίαν αἰτήματα.
Δόξα. Ἦχος πλ.δ΄.
Δεῦτε ἅπαντες πιστοί, δαυιτικῶς βοήσωμεν· θαυμαστὸς εἶ Κύριε ὁ ἐνδοξαζόμενος, ἐν ταῖς βουλαῖς τῶν Ἁγίων σου, καὶ τίς ὑμνήσει Λόγε, τῆς σῆς μεγαλωσύνης τὸ κράτος; Διὰ πάθους γὰρ ζωήν, καὶ δι΄ἀσθενείας δύναμιν, τοῖς ἀθληταῖς σου πρυτανεύεις. Διὸ καὶ Παρασκευὴ ἡ ἔνδοξος, ἡ τῆς εἰκόνος σου σύμφυτος, ὑπὲρ τῆς δόξης σου παθοῦσα, παθημάτων βαρυτάτων καὶ δεινῶν ἀσθενειῶν, ἰατρὸς ἡμῖν ὤφθη ἀπαράμιλλος. Αὐτῆς ταῖς ἱκεσίαις Δέσποτα, σῶσον περιούσιον λαόν, καὶ τῇ πόλει σου παράσχου, εἰρήνην καὶ μέγα ἔλεος.
Εἰς τὸν Στίχον στιχηρὰ προσόμοια τὰ παρόντα τῆς Ἁγίας
Ἦχος δ΄ Ἔδωκας σημείωσιν.
Εἴληφας πανένδοξε, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἰαμάτων χαρίσματα, δι΄ὧν φλέγεις δαίμονας, καὶ διώκεις νόσους, καὶ παρέχεις πᾶσι, τοῖς προσιοῦσί σε πιστῶς, τὴν εὐρωστίαν ψυχῆς καὶ σώματος· διό σου ἐν τοῖς θαύμασι, ἡ τῶν Θερμίων κωμόπολις, καυχωμένη γεραίρει σε, ἐν τῷ θείῳ τεμένει σου.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Νέοι καὶ πρεσβύτεροι, Παρασκευὴ θεοτίμητε, ἐτησίως δοξάζουσι, τὰ θεῖά σου θαύματα, ἅπερ κατειργάσω, καὶ ἤλασας τάχος, τὴν νεμομένην μανικῶς, τὴν δὲ σὴν κώμην τὴν γρίππην ἔνδοξε· ἥνπερ ἀπαύστως φύλαττε, ἀπὸ παντοίας κακώσεως, ἀσινῆ καὶ ἀλώβητον, ἐκ Μονῆς τῆς Ἁγίας σου.
Στίχ. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ τὸ πρωῒ ἀγαλλίασις.
Ἅπαντας ἐνέπλησας, χαρᾶς ἀφάτου καὶ κρείττονος, ἀσφαλὲς καταφύγιον, ἡνίκα κατέπαυσας, τὴν λοιμώδη νόσον, τοὺς πιστούς σοι Θερμίους, οἵτινες κάλλιστον ναόν, σοὶ ἀνεδείμαντο ἑορτάζοντες, τὴν σὴν λαμπρὰν πανήγυριν, Παρασκευὴ ἀνυμνοῦντές σε, ὡς οἰκείαν ὑπέρμαχον, καὶ σεπτὴν ἀντιλήπτορα.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν ᾄσμασι σαλπίσωμεν καὶ ὕμνον χαριστήριον προσάξωμεν γηθόμενοι, ὡς εὐγνωμοσύνης φόρον, τῇ ἱερᾷ ἀθληφόρῳ. Θερμίων συστήματα συντρεχέτωσαν, καὶ τὴν παραδόξως τῆς λαοβόρου νόσου, προμηθείᾳ κρείττονι, ἀπαλλάξασαν ἡμᾶς ταχύ, καὶ βραβεύσασαν ὑγείαν εὐφημείτωσαν. Θέρμου ἡ περίοικος, καὶ ἡ φερώνυμος Μονὴ τῆς Μάνδρας, τὴν θερμὴν ἐν προστασίαις, ἐπαξίως μακαρίσωμεν. Τῶν νοσούντων τὴν ἰατρόν, τῶν θλιβομένων τὴν σκέπην, τῶν πασχόντων προστασίαν, τῶν πταιόντων τὸν ἱλασμόν, τῶν κακουχουμένων τὴν θεραπείαν, τὴν πλουτοδότιν τῶν ἀπορούντων, τῶν καχεκτούντων τὴν εὐρωστίαν, τὴν πάντας ἁπανταχοῦ θερμῶς προφθάνουσαν, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Φιλάγαθε Παρασκευὴ, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης καὶ σῶσον τὴν πόλιν σου ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Προεόρτιον.Ἦχος δ’
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης (ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου).
Παρθενίαν ἁγίαν τῷ Κυρίῳ ἐνέγκασα, εἶτα καὶ τὸ αἷμα γενναίως, δι΄ἀθλήσεως δέδωκας, διὸ καταστεφθεῖσα ἐξ Αὐτοῦ, ἰάματα πηγάζεις δαψιλῶς, τοῖς τιμῶσι σὴν εἰκόνα θαυματουργόν, ἐν Θέρμῳ (ἐν Μάνδρᾳ) χριστοκάρδιε· γρίππης ἐδίωξας φθοράν, σμήνη ἀκρίδος ἤλασας, καθικετεύουσα Θεόν, Παρασκευὴ πανθαύμαστε.
Δόξα. Ἕτερον. Ἦχος δ΄ . Ὁ ὑψωθείς (ἱερομ. Ἀθανασίου Σιμωνοπετρίτου).
Θερμήν σε πρέσβιν πρὸς Φιλάνθρωπον ἔχει, Παρασκευὴ ὁσιομάρτυς τὸ Θέρμον, εἰκόνα τὴν ἁγίαν σου τιμῶν πανευλαβῶς· ὅθεν πάντας φύλαττε, τοὺς προσπίπτοντας πόθῳ, ἐκ κακῶν καὶ θλίψεων, καὶ κινδύνων τοῦ βίου, καὶ βασιλείαν χάρισαι Θεοῦ, ἐν ᾗ εὐφραίνῃ, ἁγία πανθαύμαστε.
Καὶ νῦν ... Προεόρτιον.
Ἦχος ὁ αὐτὸς.
Ταχὺ προκατάλαβε.
Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα τῆς Ἁγίας.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῶν θείων σου θαυμάτων εἰς ὀσμὴν συνδραμόντες, τῆς πνευματικῆς εὐωδίας πληρούμεθα λιταῖς σου· σὺ γὰρ προνοεῖς ἡμῶν ἀεί, καὶ σῴζουσα φυλάττεις ἐκ δεινῶν, τοὺς τῇ σκέπῃ προσιόντας σου τῇ θερμῇ, Παρασκευὴ καλλιμάρτυς· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δεδωκότι σε ἡμῖν μεγίστην ἔφορον.
Δόξα καὶ νῦν. Προεόρτιον
Ἦχος ὁ αὐτός.
Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.
Μετὰ τὴν β΄ στιχολογίαν.
Ἦχος α΄.
Τὸν τάφον σου Σωτήρ.
Ὡς ἔαρ γλυκερόν, ἐκ τῆς Μάνδρας εἰσήχθη, ἡ θεία σου εἰκών, ἐν Θερμίων τῇ κώμῃ, ἀθληφόρε ἀνάργυρε, τὸν χειμῶνα σκεδάζουσα, ὃν ἐξήγειρεν, ἡ ἐκ τῆς γρίππης νοτία, καὶ παρέχουσα ῥῶσιν, γαλήνην καὶ χάριν, τοῖς νόσῳ στενάζουσι.
Δόξα καὶ νῦν. Προεόρτιον.
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῆς Ἁγίας καὶ προεόρτιον.
Ἦχος α΄ . Τὸν τάφον σου Σωτήρ.
Ἐπῆλθες δραστικῶς τῇ εἰκόνι σου κόρη, τὰ σῶστρα τοῖς πιστοῖς ἀνεδέξω τοῦ θύειν, ὡς ἂν ἐκ τῆς μάστιγος, λυτρωθῶσι τοῦ χείρονος· ὅθεν φέροντες τὴν εὐαγῆ σου εἰκόνα, καὶ τελέσαντες τὰ πρὸς Θεὸν θεοφρόνως, τῆς νόσου ἐρρύσθησαν.
Δόξα καὶ νῦν. Προεόρτιον.
Ἦχος ὁ αὐτός.
Ἑτοίμη εἰς ναὸν εἰσελθεῖν Θεομῆτορ, χαρὰν πνευματικὴν νηπιόθεν ἐδέχθης τῆς λύπης ἀντίθετον, καταπίστευμα ἅγιον, ἀνακράξωμεν δοξολογίαν ποιοῦντες ἀναμένοντες τοῦ σοῦ νηπίου πληρῶσαι εὐχὴν τῆς ἐλεύσεως.
Οἱ Ἀναβαθμοί, τὸ Α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Πᾶσα πνοὴ, Εὐαγγέλιον τῶν δέκα Παρθένων.
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 15: 21-28
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Ὁ Ν΄. Δόξα. Ταῖς τῆς ἀθληφόρου …
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Στίχ. Ἐλέησόν με ὁ Θεός… καὶ τὸ ἰδιόμελον. Ἦχος πλ. β΄
Εἰς ταχεῖαν βοήθειαν προσδραμοῦσα ἀναργύρως ἐδωρήσατο Παρασκευὴ ἡ προστάτις διὰ τῆς εἰκόνος τῆς Μονῆς αὐτῆς τὴν ἐκ τῆς ζοφερᾶς γρίππης ἀπαλλαγὴν. Συνωστισμὸς εἰς τάφους διεκόπη τῇ θαυμαστῇ αὐτῆς ἐνεργείᾳ ἀνανεοῦσα δι΄αὐτῆς τὴν τοῦ Θεοῦ παρουσίαν καὶ ἐν Θέρμῳ θερμανοῦσα τὴν ἐκ τῆς μάστιγος ψυχθεῖσαν πόλιν· ὅθεν ἐκχύλισμα ἀκράτου ευχαριστίας γευσαμένη μεσιτεύει ἀεὶ τῷ Θεῷ ὑπὲρ ὑγείας τοῖς κάμνουσι καὶ κατατρυχομένοις ἐκ νόσων καὶ θλίψεων.
Εἶτα οἱ κανόνες.
Ὁ προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ ἀλφάβητον μέχρι τῆς ζ΄ᾠδῆς.
Ποίημα, Ἰωσὴφ.
Ὠδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες.
Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε.
Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥνπερ ηὔξαντο, πληροῦντες Πάναγνε.
Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον.
Τῆς Ἁγίας φέρων τὴν ἑπομένην ἀκροστιχίδα.
Θέρμον τὰ σῶστρά σοι Παρασκευὴ θύει. Χρήστου.
Ἦχος ὁ αὐτός. Ἀνοίξω τὸ στόμα μου.
Διάρας τὸ στόμα μου, Παρασκευῆς τῆς προστάτιδος, Τριὰς ὑπεράγαθε, ὅπως ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια, ἐπίλαμψιν αἰτοῦμαι, δι΄ὧν σῴζει ἅπαντας, νόσων καὶ θλίψεων.
Ἀκούσασα θλίψεων, πάντας προφθάνεις ὡς τάχιστα, ἁγία πανεύφημε, τῶν θλιβομένων δεινῶς, καὶ τοῖς κάμνουσι, νοσήμασιν ἀτρύτοις, ὑγείαν καὶ λύτρωσιν, νέμεις τερψίθυμον.
Φωνὴν χαριστήριον, Παρασκευὴ ἀναμέλπει σοι, τοῦ Θέρμου κωμόπολις, ἀπορρυσθεῖσα ποτέ, τῇ προνοίᾳ σου, ἐκ γρίππης βαρυτάτης, καὶ χαίρει κηρύττουσα, χάριν τὴν ἄφθονον.
Θεοτοκίον.
Ἡλίου λαμπρότερος, ὁ ἐκ νηδύος σου Ἥλιος, ἐκ μήτρας ἀνέτειλε, θεογεννῆτορ Ἁγνή, καὶ ἐπλήρωσε, χαρᾶς καὶ εὐφροσύνης, τὰ σύμπαντα ἅπαντα, σώσας τὸν ἄνθρωπον.
Προεόρτιος
ᾨδὴ γ΄. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.
Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν.
Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν.
Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν.
Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι' οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν.
Τῆς Ἁγίας. Τοὺς σοὺς ὑμνολόγους.
Τρυχόμενοι νόσῳ πανωλέθρῳ, τοῦ Θέρμου οἱ κάτοικοι ποτέ, Παρασκευὴ θεινόμενοι, σὲ ἰατρὸν ἀνάργυρον, ἐν ἄλγει σε εὑράμενοι, τῆς συμφορᾶς ἀπηλλάγησαν.
Ἀὴρ μολυνθεὶς ὁ ζωογόνος, καὶ πᾶσι τοῖς πνέουσιν αὐτόν, τὸν ὄλεθρον ποιούμενος, τὴν νόσον διεξέτεινεν, ἀλλ΄ἐκ θανάτου ἤρπασας, Παρασκευὴ ἀγρυπνήσασα.
Ἀέναον σώτειραν καὶ ῥύστιν καὶ πρύτανιν ἀγαθοποιόν, λαμπρῶς σε ἐπιγράφεται, παγχρύσοις τε τοις γράμμασι, τοῦ Θέρμου ἡ κωμόπολις, φυλαττομένη τῇ σκέπῃ σου.
Θεοτοκίον
Νηπίων εἰσόδου καθηκόντως ἐκ νόμου ἀρχὴν πνευματικήν, προώρισται τὴν ἔνδοξον γευθῆναι καὶ ἀθάνατον Παρθένε θείαν τράπεζαν καὶ εὐφροσύνην οὐράνιον.
Κάθισμα. Κατεπλάγη Ἰωσὴφ.
Κηδεμόνα προμηθῆ καὶ σὲ προστάτιν ἐσσαεί, ἡ κωμόπολις ἡμῶν σὲ μακαρίζει πανδημεὶ, ὡς πεποιθυῖά τῇ σκέπῃ σου Ὁσιομάρτυς· Ἀλλ΄ἔσωσας ἡμᾶς, ἐκ τῆς ἐκ πάλαι ἀρᾶς, ἐκ θλίψεως δεινῆς διὰ εἰκόνος τῆς σῆς, Παρασκευὴ, καὶ ῥύου ἐκ μαστίγων καὶ λαοφθόρων δεινῶν σου πιστούς. Διὸ ὑμνοῦμεν τῆς χάριτός σου ἔμπυρον μεσιτείαν.
Δόξα. Καὶ νῦν ... Προεόρτιον, ὁ αὐτὸς.
Ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι, καὶ χαίρει ἐπ' αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρχομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν. Χαρὰν μηνύει, ἡ πρόοδος σου, Κόρη παρθενομῆτορ.
Προεόρτιος.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἱεραὶ προήγγειλαν γλῶσσαι Σεμνή, ἔσεσθαι χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτο σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπαδηφοροῦντες εἰς Ἅγια.
Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδίζων καὶ φέρων σε, μέτ' εὐφροσύνης, εἰς τὸν ἅγιον Ναόν, ναὲ Θεοῦ πανάγιε, ἄχραντε πανάμωμε Δέσποινα.
Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρατον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐφροσύνης τοῖς πέρασι.
Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύϊ, ἐργαζόμενος ἡμῶν, τὴν σωτηρίαν Ἄχραντε, χάριτι δι' ἄφατον ἔλεος.
Τῆς Ἁγίας. Τὴν ἀνεξιχνίαστον.
Τὴν ἀνερμηνεύτως ἐκβάσεις ἡμῖν, χαρμοσύνους ἔνειμε χάριτος, τῆς οὐρανίου· ἡ χριστώνυμος διὸ, Παρασκευὴ, κωμόπολις, εὐχαρίστῳ γλώσσῃ λαμπρύνει σε.
Τοῖς θεοφορήτοις πρεσβείαις ἡμῖν, εἰσηγήσω μάρτυς τὴν λύτρωσιν, ἐκ τοῦ κινδύνου, καταφέρουσα φθοράν, πανδημικῆς ἁλώσεως, ἐκ τῆς ἀσθενείας τῆς μάστιγος.
Τῆς μεγαλωσύνης σου ἔνθεον νοῦν, οι ἐν Θέρμῳ ᾄδουσι σύσσωμοι, εὐλογημένη· εὐσεβεῖς Παρασκευή, οἱ οἰκισταὶ ἀνήγειραν τὸν ναόν σου πίστει εἰς εὔνοιαν.
Θεοτοκίον.
Τὸ κατοικητήριον Μῆτερ Θεοῦ, ἐκ νηπίου ἔμελλες γίγνεσθαι, ἐν τῇ Εἰσόδῳ· Παναγία ἀληθής, ἐν τῇ ζωῇ ἐβάδισας, καὶ προσέχεις ἄλγει στενάζοντας.
Προεόρτιος.
Ὠδὴ ε’
Ὁ Εἱρμὸς.
Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.
Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῶ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκασμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τήν πικρίαν ἐξαίροντα.
Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννησις, ξένη σου ἡ Πρόοδος Παρθένε, ξένη ἡ ἔνδον τοῦ ἱεροῦ ἀγωγή, ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄχραντε.
Ὅλην σε ἡγίασε, τὸ πνεῦμα τὸ Πανάγιον, ἔνδον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον, Νύμφη τοῦ Πατρὸς περικαλὴς· ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου Γεννήτρια.
Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθημι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν καταπεσοῦσάν μου ψυχήν, καὶ ἐξασθενήσασαν, ἡδονῶν ἐπικλύσεσι.
Τῆς Ἁγίας. Ἐξέστη τὰ σύμπαντα.
Ἱλέῳ σου ὄμματι, ἐπέβλεψας ὡς ἥλιος, οἷα ἀρωγὸς τῶν θλιβομένων, Παρασκευὴ φθορᾶς ἀπηλλάξω ἡμᾶς, καὶ τῇ ἀοράτῳ σου ῥοπῇ, ἀσθενείας ἔπαυσας τὴν ὁρμὴν τὴν ἀκάθεκτον.
Ἁγνῆς τὰ Εἰσόδια, φαιδρῶς προερτάζοντες, συνεπικροτήσωμεν εὐθύμως, τὴν ἐκ θαυμάτων νεοφανῆ ἑορτὴν, τῆς Παρασκευῆς τῆς σωστικῆς εὐφροσύνως χαίροντες, καὶ λαμπρῶς ἑορτάζοντες.
Ἀγάπῃ συνέδραμον, νηστείαν καὶ μετάνοιαν, καθομολογοῦντες τῷ Κυρίῳ, πάλαι τοῦ Θέρμου οἱ οἰκισταὶ ἐν σπουδῇ, καὶ ἐν μεταγνώσει ἀληθεῖ, πίστει ἐμφορούμενοι, ἐκ τῆς γρίππης ἐσώθησαν.
Θεοτοκίον.
Ῥημάτων ὡς ἤκουσας, τοῦ σοῦ Υἱοῦ Πανάμωμε, ἀποκαλυφθείσης σωτηρίας, εὐηγγελίσω πρώτη παντὸς γηγενοῦς, τὴν τοῦ ᾍδου λύσιν παντελῆ, καὶ Ἀδὰμ τὴν ἔγερσιν, καὶ τοῦ κόσμου τὴν λύτρωσιν.
Προεόρτιος.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Ῥωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθένου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστερὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέασι.
Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κόραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον Ναὸν χορεύουσαι.
Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφητῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅγια τίθεται, τῷ Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμενος.
Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος.
Τῆς Ἁγίας. Τὴν θείαν ταύτην.
Παρασκευὴ ἡμᾶς ἔσωσας, τῆς γρίππης τὴν μανίαν καθήλωσας, ταχὺ τὸ πρότερον, οὕτω καὶ νῦν ἐπιφάνηθι, καὶ πᾶσαν εὐπραγίαν, ἡμῖν πρυτάνευσον.
Ἁγιαστήριον ἔνθεον, καὶ στήλην εὐσεβείας περίδοξον, Θέρμου οἱ κάτοικοι Μονὴν λαμπράν σοι ἀνήγειραν, κοινῶς Παρασκευὴ σοὶ δεήσεις πέμπουσι.
Μεγαλωσύνην καὶ αἴνεσιν, ἐν πράξεσιν εὐλάβειαν ἔχοντες, εὐσήμως ᾄσωμεν Παρασκευῇ προσευχόμενοι, εὐγνωμοσύνης φόρον ταύτῃ προσφέροντες.
Θεοτοκίον.
Πλήρης φωτὸς ὑπὲρ ἔννοιαν, ἡ Εἴσοδος Παρθένε ἡτοίμασε, ζωῆς τὴν ἔκλαμψιν, καὶ αἰωνίαν ἀπόλαυσιν, θανάτου τῆς φθορᾶς ἀπήλλαξας Δέσποινα.
Κοντάκιον.Προεόρτιον.
Ἦχος δ΄Ἐπεφάνης σήμερον.
Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.
Τῆς Ἁγίας.Ἦχος πλ.δ΄ Τῇ Ὑπερμάχῳ.
(Ἱερομ. Ἀθαν. Σιμωνοπετρίτου).
Σεπτὴν εἰκόνα προσκυνοῦντές σου χριστόαθλε, Παρασκευὴ καθικετεύομεν οἱ δοῦλοί σου ἀπὸ πάσης περιστάσεως σκέπε Θέρμον, ἐκδιώκουσα τὰς νόσους ταῖς πρεσβείαις σου, καὶ τὰ νέφη τῶν παθῶν καταπραΰνουσα, ὅπως μέλπωμεν· Χαίροις Μάρτυς ἀοίδιμε.
Ὁ Οἶκος.
Ῥωσθεῖσα χάριτος θαυμάτων ζωοδόχων μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν λιτήν σου καὶ συνελθόντων ἔνδον τῆς Μονῆς σου· ἐν τῷ ναῷ γὰρ παρεστῶτες ἱκετεύομεν ἔμπροσθεν τῆς εἰκόνος σου διὰ τῶν ὕμνων καὶ μεγαλοφώνως τιμῶμέν σε·
Χαῖρε, σωστικὴ τοῦ Θέρμου παρουσία· χαῖρε θεϊκῆς προνοίας κατοικία.
Χαῖρε, τῆς Μονῆς σου ἐν Μάνδρᾳ ὑπέρμαχος· χαῖρε τῶν νοσούντων εὐεργέτις ἐξαίρετος.
Χαῖρε ἰαμάτων ἀφθόνων ποτήριον· χαῖρε τοῦ Χριστοῦ φωτεινὸν ἱλαστήριον.
Χαῖρε δι΄ἧς γέμει εὐφροσύνης ὁ λαός, χαῖρε δι΄ἧς πληροῦται ἡ κωμόπολις φωτός.
Χαῖρε τοῦ ἐλέους ἡ σεμνὴ προμηθεία, χαῖρε τῶν θλιβομένων θερμὴ παραμυθία.
Τῇ αὐτῇ ἡμέρᾳ ἀνάμνησιν ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος τῆς Ἁγίας ἐνδόξου Ὁσιοπαρθενομάρτυρος Παρασκευῆς, ἀπαλλαγῆς ἐκ τῆς θανατηφόρου γρίππης, ἐν ἔτει 1918.
Στίχοι.
Παρασκευή, Θεῷ τὸ θρἀσος ἔχουσα, γρίππης ἀπαλλαγὴν δεικνύει τάχει.
Πανωλεθρίαν ἡ σὴ πρεσβεία ἀθληφόρε, τῇ γρίππῃ κατειργάσατο ἐν Θέρμῳ.
Τῆς Ἁγίας ἡ εἰκὼν λιτανευθεῖσα εἰς Θέρμον καὶ τὴν περίοικον, πεζῇ ἀπὸ τῆς ἐν Μάνδρᾳ Μονῆς αὐτῆς ἐν Νοεμβρίῳ εἰκοστῇ 1918 ἔτει συνέτεινεν εἰς τὴν πλήρη ἀπαλλαγὴν ἐκ τῆς πανδημίας γρίππης ὥστε, ἐνῶ πρότερον ἐπὶ τρεῖς μῆνας ἀπέθνησκον ἐξ αὐτῆς 2-12 ἀσθενεῖς καθ΄ἡμέραν, ἀπό τῆς λιτανεύσεως διεκόπησαν παντελῶς τὰ θανατηφόρα περιστατικά, ἀλλὰ καὶ οἱ προσευχόμενοι ἐν τῇ θέᾳ τῆς εἰκόνος ἀσθενεῖς ἐθεραπεύοντο.
Προεόρτιος.
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε.
Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν.
Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει.
Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Τῆς Ἁγίας. Οὐκ ἐλάτρευσαν.
Λιτανεύοντες εἰκόνα σου, πανσέβαστον, τῇ εὐδοκίᾳ σου, Παρασκευὴ ἀγαθή, τὸ Θέρμον ἐκράτυνας, ὡς πλοῦτος ἄσυλος, καὶ ἀκένωτον, τῇ πρὸς ἡμᾶς ἀρρήτου σου, συμπαθείας χορηγεῖον.
Συνθλιβόμενοι, τοῦ Θέρμου οἱ οἰκήτορες, καὶ ἀποθνήσκοντες, τῇ ἐκ τῆς γρίππης πληγῇ, τὸν ἄωρον θάνατον, ὀξὺν ἀκέστορα, παρ’ἐλπίδα σε ἐφεύραντο πανεύφημε καὶ ἐρρύσθησαν τῆς νόσου.
Ὑδατόρρυτος, νεφέλη ἀναψύχουσα, ἡ σὴ ἐπίσκεψις, ὤφθη τῷ Θέρμῳ ποτέ, τῆς γρίππης τὴν πάμβορον φλόγα σβεννύουσα, καἰ δροσίζουσα, τοὺς χαλεπῶς πυρέσσοντας, τῇ τῆς νόσου ἐπιτάσει.
Θεοτοκίον.
Ἀναμένεται ἡ Εἴσοδος, Πανάμωμε, ὡς καλλιέρημα τοῦ ζωοδότου Θεοῦ, προνοίας ἐπίτευγμα, καὶ ἐλατήριον τῶν τιμώντων σε, μετάνοιαν ποιήσασθαι τῆς ἁγίας τῇ ὠθήσει.
Προεόρτιος.
Ὠδὴ η’. Ὁ Εἱρμὸς.
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἄκουε σύνες πρεσβῦτα σοφέ, τῷ Ζαχαρίᾳ Ἄννα φησί· Βουλήσει θείᾳ ἣν ἔσχον παῖδα σεμνήν, γενναίᾳ ψυχῇ ὑπόδεξαι. Δι' αὐτῆς γὰρ ἔσται λύτρωσις, καὶ εἰς ναόν τὸν ἅγιον, ἀνάθου ταύτην βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Εὐλογητὸς μόνος Κύριος, ἐβόησεν ὁ ἱερεύς· Ζωῆς εἰσόδους νῦν ὑπεμφαίνεις σαφῶς, ἡμῖν φανερώσας ὅπερ μέλλει οἰκεῖν, θεοχώρητον παλάτιον, Χριστὸς ὁ Βασιλεύς τοῦ παντός· πρὸς ὃν βοᾷ πᾶσα γῆ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἰδοὺ πρεσβῦτα σοφώτατε, ἡ Ἄννα ἔφησεν εὐλαβῶς, Καλλίστην παῖδα, ἣν δέδωκέ μοι Θεός, λαμπρῶς ὑποδέχου καὶ προφήτευε. Μόνην μέλλουσαν εἰς πράγματα, προφέρειν τὰ κηρύγματα, μεθ' ὧν βοᾷς Προφητῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Νῦν ἔγνων γύναι σαφέστατα, προφρόνως ἔφη ὁ γηραιός· Ξύλον ἐν μέσῳ ὡς ἐκβλαστάνει ναοῦ· Ὅπερ ἐξανθήσει θεῖον ὄντως καρπόν, Παραδείσῳ εἰσοικίζοντα, τούς βρώσει ἐξωσθέντας φθορᾶς, ἀναβοῶντας χαρᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥητὸν ἀρρήτων μυήσεων, ἡ σὴ ψυχὴ Κόρη σεμνή. Σαφῶς ὑπάρξει ὁ Πρέσβυς ἔφη τρανῶς· Τὸν θεῖον ἰδοὺ Παρθένε οἴκει ναόν· Ὑπ' Ἀγγέλου τρεφομένη γάρ, βουλῆς μεγάλης Ἄγγελον κυήσεις, ᾧ μελῳδῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωνὴν σοι ᾄδομεν Κόρη ἁγνή, περιχαρῶς τοῦ Γαβριήλ. Χαῖρε τῆς πάντων αἰτία μόνη χαρᾶς. Ψυχῶν χαῖρε καθαρτήριον· Ὡς κυήσασα τὴν κάθαρσιν, ἡμῶν καὶ ἀπολύτρωσιν, τῶν μελῳδούντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῆς Ἁγίας. Ἄκουε Κόρη.
Εἶδον σε ὄψει ἁγία σεμνή, ἐλθοῦσα γὰρ Παρασκευὴ ἐν τῇ εἰκόνι σου, πάντες οἱ γηγενεῖς, οἰκήτορες εὐσεβείας δυνάμει Θεοῦ, Κυρίῳ ἐλιτάνευον πανάξιόν σου σκήνωμα, ἐν κατανύξει πολλῇ· Τὴν ὑγείαν, δὸς ἡμῖν ἔχουσα ὦτα ἐγκύπτοντα.
Γνῶσιν ποικίλων θαυμάτων ἡμεῖς, λαβόντες ἐν τῷ τῆς εἰκόνος σου ὁράματι, πάντες οἱ ἀσθενεῖς, ἐν σώματι ἐκτελοῦμεν θείαν βουλήν, καὶ ὡς ἰατρεῖον ἄμισθον, τῆς γρίππης καθαρτήριον, ἐπιστασίαν τὴν σὴν, ἐξυμνοῦμεν φύλαξ τῶν δίψῃ ζητούντων τὸν Κύριον.
Ῥῶσιν προχέει πιστοῖς σου πηγή , ναός σου, Παρασκευή, κόσμημα πολύτιμον, ἤγειραν ἱερόν, οἰκήτορες ἐξ ἀγάπης Θέρμου πιστοί, ὡς τῶν θαυμασίων μέγα στηλογράφημα σωτήριον· συναθροισθέντες αὐτῷ, ἀνυμνοῦμεν, μάρτυς, τὴν χάριν λυτρώσεως μάστιγος.
Ἔρρηξας φύσεως νόμον σεμνή, ἐν Θέρμῳ, Παρασκευή, γρίππην κατενίκησας, νόσον ὀδυνηράν, καὶ λύτρωσιν ἐκομίσω ἰσχύϊ Χριστοῦ, ὡς τῶν ἰαμάτων ἔδειξας φιλόστοργον τὴν κλῆσίν σου· ἀποκριθεῖσα πιστοῖς, τῶν βασάνων, μάρτυς, καθεῖλες τῆς νόσου ἐπίθεσιν.
Θεοτοκίον.
Ἄφατος ,κόρη, χαρὰ καὶ τρυφή, καὶ χάρις εισοδικῶς ἄρχεται λυτρώσεως,νήπιον ἱερόν, εἰς σύμπαντα δαψιλῶς ἀξίως βροτοῖς, τῆς παλινζωίας λίκνον ζωοδώρητον ἐπέρχεται, τριετιζούσης Ναῷ· Πλατυτέρα σῶσον λαόν σου ἐκ θλίψεων ἅπαντα.
Προεόρτιος Ὠδὴ θ’
Ἧς ἡ Ἀκροστιχίς, Ἰωσὴφ.
Ὁ Εἱρμὸς.
Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἴδε τοῦ Θεοῦ, τὸ ὄρος τὸ ἅγιον, μετὰ λαμπάδων φαιδρῶν, ἔνδον εἰς τὰ Ἅγια, βαδίζει λίθος ἐξ οὗ τμηθήσεται, καί τους βωμοὺς καὶ ξόανα, δαιμονικὰ λεπτυνεῖ, τοὺς βροτοὺς δέ, ἑαυτοῦ ἐργάσεται, καὶ ναοὺς καὶ σεπτὰ καταγώγια.
Ὤμοσε Θεός, καὶ νῦν ἐκπεπλήρωκε, φυλῆς Ἰούδα ἡμῖν, δοὺς τὴν ἀειπάρθενον, ἧς ἡ κοιλία ξύλον βλαστήσει ζωῆς, θανατηφόρου βρώσεως, ἀπολυτρούμενον, τοὺς τῇ πτώσει ταύτης ὑποκύψαντας, καὶ κλαπέντας ἀπάτῃ τοῦ ὄφεως.
Στόματι λαμπρῷ, ἡ Ἄννα ἐβόησεν, ἐν τῷ ναῷ τοῦ Θεοῦ· Σοὶ προσανατίθημι, ἣν μοι παρέσχου παῖδα ὦ Δέσποτα, ἐξ ἧς δι' οἶκτον ἄφατον, σωματοφόρος ὀφθείς, διασώσεις, κόσμον ὅν περ ἔπλασας, μεγαλύνων αὐτὴν ὡς μητέρα σου.
Ηὔγασεν ἰδού, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν δεινῶν, πύλη ἐπουράνιος, ναοῦ τὰς πύλας ἀναπετάσασα, μετὰ λαμπάδων πρόεισιν, ἔνδον εἰς Ἅγια, ὑφ' ἁγίας, τρέφεσθαι δυνάμεως, εἰς ἁγίαν Θεοῦ κατασκήνωσιν.
Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, ὅπως μὴ ἐπέλθῃ μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ' αὐτή με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος.
Τῆς Ἁγίας. Ἅπας γηγενής.
Σκέπη ἀσφαλής, καὶ φύλαξ σωτήριος, καὶ διαγνώσασα, τῇ βουλῇ τοῦ κρείττονος, τῆς γρίππης πάθος, κίνδυνον ἐπώδυνον· Παρασκευὴ, ταχύπτερον πρὸς ἡμᾶς πρόνοιαν, δι΄ἧς σῴζεις πάντας πάσης θλίψεως, ἀνυμνοῦμεν, Χριστὸν μεγαλύνοντες.
Ἴδε εὐμενῶς, εὐσπλάγχνῳ σου βλέμματι, ὡς ἀκεσώδυνος, τοὺς ἐν τῷ τεμένει σου, ἀθροιζομένους καὶ ἐξαιτοῦντάς σε, καὶ πᾶσι τὰ σωτήρια δίδου αἰτήματα, ἐν ἀγάπῃ, κυβερνῶσα, ἔνδοξε, τὴν παροῦσαν σεπτὴν κληρουχίαν σου.
Μνήμην ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν, τῶν θαυμασίων σου, συγκροτοῦντες σήμερον, Παρασκευὴ σὺν Χριστῷ γηθόμενοι, ἐν τῷ σεπτῷ τεμένει σου πάντες συνήλθομεν, οἱ ἐν τῷ Θέρμῳ, πόθῳ ἐκβοῶντές σοι· χαῖρε Θέρμου θεόσδοτε ἔφορε.
Θεοτοκίον.
Ὕδωρ ζωηρόν, πρὸς δόξαν ἁλλόμενον τὴν ὑπερκόσμιον, πότισόν με Ἄχραντε, τὸν ἐν τῇ δίψῃ παθῶν τηκόμενον· μὴ οὖν παρίδῃς δέομαι τὴν ἱκεσίαν μου· εἰ γὰρ Κόρη, καὶ πολλὰ ἐξήμαρτον, ἀλλ΄ἐκ σοῦ τὰς ἐλπίδας μου ἤρτησα.
Ἐξαποστειλάριον τῆς Ἁγίας καὶ τὸ τῆς Ἑορτῆς
Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἦχος γ΄
Ἡ τῶν Θερμίων προστάτις καὶ ἀρωγὸς θεοειδής, πάσης ἀνάγκης καὶ λύπης καὶ ἀσθενείας βλαπτικῆς, ἀπήμονας ἡμᾶς τήρει, Παρασκευὴ θεοφόρε.
Προεόρτιον, Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεοτόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τὰς εἰσόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην, καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρθένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κόσμον σῴζει.
Εἰς τοὺς αἴνους
Ἱστῶμεν στίχους δ΄καὶ ψάλλομεν στιχηρὰ προσόμοια τῆς ἁγίας δ΄.
Ἦχος α΄ Πανεύφημοι μάρτυρες.
Τὸ Θέρμον εὐφραίνου πανδημεί, ὅτι ἐν σοὶ κέκτησαι, ὡς θησαυρὸν ἀναφαίρετον, τὴν χαριτόβρυτον, καὶ σεπτὴν εἰκόνα, τῆς ὁσιομάρτυρος, καὶ θείας Παρασκευῆς τῆς σώστιδος, δι΄ἧς λελύτρωσαι, τῆς πικρᾶς πάλαι χειρώσεως, νῦν δὲ πάσης ἐναντίας μάστιγος.
Εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὅτι χαρᾶς εἴσοδος τῆς κορασίδος συνάξωμεν, μνήμην ἑόρτιον, τῶν πολλῶν θαυμάτων, τῆς ὁσιομάρτυρος, Παρασκευῆς τῆς θείας συνήλθομεν ἐν Θέρμῳ σήμερον· ὅτι φύλαξ ἀπροσμάχητος, ἡμῖν ὤφθη, ἰατρός τε καὶ ἄριστος.
Λιτῇ τῆς εἰκόνος σου σεμνή , θαυμαστῶς διέσωσας, κώμην ἐκ γρίππης καὶ λύτρωσιν, ἡμῖν ἐπέφερες, ἀναιροῦσα θλίψιν καὶ φλόγας σβεννύουσα, Παρασκευὴ ὁσία πανύμνητε, τοῦ Θέρμου σκέπαστρον· ὅθεν μάρτυς ἀκατάβλητε ἡμᾶς ῥύου προδήλου κακώσεως.
Ὁσία καὶ Μάρτυς τοῦ Χριστοῦ, καὶ σκεῦος πολύτιμον, Παρασκευὴ θεοδόξαστε, τοῦ θείου Πνεύματος, τοὺς φαιδρῶς τελοῦντας, τὴν ἐκ γρίππης λύτρωσιν, κινδύνων πολυτρόπων ἀπάλλαττε, καὶ αἴτει πάντοτε, τῶν πταισμάτων τὴν συγχώρησιν, τοῖς τιμῶσι, τοὺς λαμπροὺς ἀγῶνας σου.
Δόξα. Ἦχος πλ.β.΄
Χειμῶνος ποτὲ νοητοῦ, ἐνσκήψαντος τῷ Θέρμῳ, τῇ ἐντάσει τῆς γρίππης, οἶκοι ἠρημοῦντο, καὶ τάφοι ἐπληροῦντο, καὶ τὰ πάντα τῇ θλίψει συνείχοντο· ἀλλ΄ἐπιφανεῖσα ἡ ταχεῖά σου ἀντίληψις, ὁσιομάρτυς ἀθληφόρε, τὰ ἐκ τῆς νόσου δεινά, ἐκποδὼν ἐποίησεν· ὅθεν τὴν ἀνάμνησιν ἄγοντες, τῆς ἐξαισίου θαυματοποιΐας σου, ἐν τῇ σεπτῇ Μονῇ σου συνήλθομεν, ἱκετικῶς βοῶντές σοι· Ὡς πάλαι προφθάσασα διέσωσας ἡμᾶς, οὕτω καὶ νῦν μὴ παύσῃ , Παρασκευή, προνοεῖν ἡμῶν, τῶν σὲ προστάτιν θερμὴν κεκτημένων.
Καὶ νῦν. Προεόρτιον. Ἦχος α’
Γεωργίου Νικομηδείας.
Ἀγαλλιάσθω σήμερον, ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· Ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται· Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν· Ἀπενεχθήσονται φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ συνήθη.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Ἁγίας.
Τῆς ἁγίας Παρασκευῆς
Προκείμενον. Ἦχος δ'
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 3:23-29, 4:1-5
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ἀλληλούϊα. Ἦχος δ΄
Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
________________________________________ Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον (Μάρκ. ε´ 24-34.)
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσαἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ ᾿ησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντάσε, καὶ λέγεις τίς μου ἥψατο;καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Μεγαλυνάρια. (Ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου).
Ἐπιδεῖξαι θέλουσα ἐφ’ ἡμᾶς τὴν συμπάθειάν σου, ἀθληφόρε Παρασκευή, ὅθεν καὶ δακρύεις καὶ γρίππην φυγαδεύεις, καὶ πάντα θεραπεύεις ἡμῶν νοσήματα.
Θέρμην τῆς ἀγάπης σου πρὸς Χριστόν, δὸς τοῖς σοῦ ἱκέταις ἀθληφόρε Παρασκευή, πόθῳ προσκυνοῦσι, σὴν πάνσεπτον εἰκόνα, καὶ λύσιν αἰτουμένοις πάσης κακώσεως.
Φύλαττε πρεσβείαις σου πρὸς Χριστόν, ἐκ κακοῦ θανάτου, καὶ ὀργῆς θεομηνιῶν, Θέρμον σου δοξάζον Παρασκευὴ τὴν μνήμην, καὶ προσκυνοῦν μορφήν σου, θαυματοβλύζουσαν.
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Δίστιχον.
Παρασκευὴ πρόσδεξαι τοῦτον τὸν ὕμνον
Ὅν σοι Χρῆστος εἰσήνεγκεν ἄρτι.
filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-35591855534081443922012-04-17T13:12:00.000-07:002012-04-17T13:12:22.940-07:00ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΝΙΚΗΣ
ΗΣ Η ΜΝΗΜΗ ΤΕΛΕΙΤΑΙ ΤΗ 25Η ΑΠΡΙΛΙΟΥ
Ἔδωκας σημείωσιν. Ἦχος δ΄.
Ἔναυσμα τοῖς θαύμασι Γεωργίου τοῦ μάρτυρος, ἁγνὸν ἐνδιαίτημα, ἐδόθη σοι πίστεως Πνεύματι Ἁγίῳ, καὶ τὴν ἀνομίαν καὶ τὴν ψευδῆ καταγωγὴν εἰδώλων ἦρας, καὶ ἐπεδίωξας, Θεοῦ πρὸς καθ’ὁμοίωσιν καὶ τῆς ἁγνότητος φύλαξιν· διὸ Νίκη πανθαύμαστε, τὴν σὴν μνήμην γεραίρομεν.
Ἐπόθησας σκηνώματα Οὐρανοῦ καλλιπάρθενε, προφρόνως τολμήσασα, παρεῖδες ῥαπίσματα, βάσανον καὶ πόνους, καὶ Γεωργίου τῇ θαρραλέᾳ βιοτῇ προσειλκύσθης Χριστοῦ φρονήματι, διὸ καὶ τὰ τεχνάσματα τοῦ διαβόλου ἀπέκρουσας· ὅθεν Νίκη ἀπείληφας τῆς ἀτέρμονος τέρψεως.
Ἐνέκρωσας τῇ χάριτι τῆς σαρκὸς τὴν εὐπάθειαν, ὦ Νίκη ἀοίδιμε, θεόφρον ἐβλάστησας ἄνθος τῆς ἀγάπης, καὶ ἐν παρρησίᾳ ὡμολογήσασα Χριστὸν, σοῦ τὴν ψυχὴν ἐζώωσας θείῳ Πνεύματι, καὶ ξίφους τὴν ὀξύτητα ὡσεὶ θωπείαν ἐξέλαβες, δυσωποῦσα τὰ ἄφθαρτα, τοῦ Χριστοῦ τὴν λαμπρότητα.
Ἕτερα προσόμοια.
Ὅτε ἐκ τοῦ ξύλου σε. Ἦχος β΄
Ὅτε τῷ νικήσαντι Χριστῷ, εἵλου Νίκη μάρτυς δουλεύειν, ἐν ἡσυχίᾳ σεμνή, τὀτε τὰ σὰ κατἐλιπες καὶ συμμετέσχες Θεῷ, καὶ τῶν εἰδώλων τὸ κύημα σαφῶς ἀπεβάλου, πιστῶς καταφεύγουσα τῇ ἀληθείᾳ Χριστοῦ· ὅθεν μυστικὴν εὐωδίαν ἀοίδιμε ἀεὶ διαπνέεις, τοῖς σπεύδουσι ἐν χάριτι τῷ Κτίσαντι.
Νίκη κατενίκησας ἐχθρόν, τὸν ταλανίζοντα κόσμον ἀπὸ αἰώνων αρχῆς, Γεωργίου τοῦ μάκαρος τῇ τῶν θαυμάτων πληθεῖ, κινδύνους ἠψήφησας καὶ πρόσκαιρον βίον, οὖσα ἀπαρέγκλιτος καὶ ἀναπότρεπτος· σῶφρον εὐσεβῶς διεκράτεις τὸ φρόνημα ἀκέραιον ὅπως, τῶν τιμώντων σε ἐμπνέῃς τὰ πραττόμενα.
Ὕμνον παναρμόνιον ἰδού, ἡ τῶν σῶν πιστῶν παρουσία, χορείᾳ ψάλλει σοι, μνήμῃ τῇ πανσέπτῳ σου· καὶ τῷ τεμένει τῷ σῷ, ἱερῶς προστιβάζεται, ψυχῇ καὶ καρδίᾳ, σοῦ τὴν πανσεβάσμιον εἰκόνα ἀσπάσασθαι· οὕσπερ ἀβλαβεῖς περιφρούρει, θλίψεως παντοίας καὶ βλάβης, Νίκη Χριστομίμητε πρεσβείαις σου.
Δόξα Ἦχος πλ. β΄.
Τὴν ὁδὸν τοῦ μαρτυρίου ἤνυσας, γενναιότητι καὶ παρρησίᾳ ὑπὲρ Χριστοῦ ξίφει αποτμηθεῖσα την κεφαλήν, συναθληταῖς σου θαρρήσασα καὶ Γεωργίου τοῦ μάρτυρος τῶν θαυμασίων ἐκπληττομένη, μάρτυς Νίκη παναοίδιμε. Την τελειοτάτην ἀγάπην ἐνδειξαμένη πρός τὸν φιλοῦντά σε Χριστὸν, πανολβία ἔπιδε καὶ ἡμᾶς τοὺς δούλους σου και πρέσβευε ἀνελλιπῶς, ὅπως μείνωμεν στερροὶ τῷ φρονήματι τῆς πίστεως καὶ μὴ διολισθήσωμεν εἰς ἀτραποὺς σφαλεράς. Ὅθεν τιμῶμεν ἐκ πόθου τὴν μνήμην σου καὶ ὑμνοῦμεν τὴν θείαν σου ἄθλησιν.
Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα', 10, 13-20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσιν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῡτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τάς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. δ', 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ΙΔΙΟΜΕΛΑ
Ἦχος α΄
Εὐφραίνεται ἐνθέως ἡ τῇ σῇ κλήσει τιμῶσά σε πληθύς, μάρτυς Νίκη ἀξιοθαύμαστε· καὶ τὴν ἁγίαν σου μνήμην, κατὰ χρέος ἑορτάζουσα, τοῖς προτερήμασι καλλωπίζεται καὶ τοὺς μαρτυρικοὺς σου πόνους, δι΄ὧν Χριστὸν εὐηρέστησας, εὐσεβῶς μακαρίζει· ἣν ὁμήγυριν σὺν τῷ κόσμῳ ὅλῳ ἀεὶ περίεπε ταῖς σαῖς παρακλήσεσι ἀπὸ πάσης περιστάσεως.
Ἦχος β΄
Τῆς ἀγάπης Χριστοῦ τὸν σπόρον γεωργήσασα, ἁπλῆ κόρη, λαμπρὰν στολὴν ἠμφιάσω, ἀποβαλοῦσα τῆς φθορᾶς τὸ προκάλυμμα, Ἁγία Νίκη, πιστῶν τὸ καύχημα. Λαμπαδηφόρος εἰσελθοῦσα εἰς τὸν νυμφώνα τῆς δόξης τοῦ Χριστοῦ, πρέσβευε δεόμεθα σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄
Τῷ θείῳ φωτὶ καταυγασθεῖσα τὴν καρδίαν, θεομίμητε, χορηγεῖς ἀΰλως τῇ ψυχῇ τῶν πιστῶν τῆς ταπεινώσεως τὸ φρόνημα, ἵνα πάντες ἀνυψωθῶσιν εἰς αἰθερίαν χαρὰν ἐν τῷ θεϊκῷ σκηνώματι καὶ λάβωσι ῥῶσιν, μεγαλύνοντες τὸν σὲ δοξάσαντα Κύριον.
Δόξα.Ἦχος δ΄
Φερωνύμως μάρτυς Νίκη, νίκην ἐπέτυχες ἐπὶ τῆς γηΐνης φθορᾶς καὶ ἀπεμαγνητίσθης ἐκ τῆς ἰσχυρᾶς ἕλξεως τῶν εἰδωλικῶν σειρήνων, προσφυγοῦσα εἰς τὴν ἐλευθερίαν τοῦ Χριστοῦ. Καθοδηγουμένη ἀσφαλῶς ὑπὸ τοῦ μαχητοῦ Γεωργίου ἀπείληφας τῶν αἰωνίων ἀγαθῶν, λιποῦσα τὴν ματαιότητα τῆς συντόμου βιοτῆς. Ὅθεν πρέσβευε ἀεὶ ὑπὲρ τοῦ σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ
Χαίροις ἱερωτάτη σεμνή, Νίκη ὀφθεῖσα τοῦ Χριστοῦ τὴν λαμπρότητα, ἐν τάχει κόρη φυγοῦσα ἐκ τῶν τῆς πλάνης κακῶν, ἠξιώθης τοῦ στεφάνου τὸ ἔπαθλον. Ἠρνήθης τὰ πρόσκαιρα, καὶ διψῶσα πληρότητος, ὕδατα, πόθῳ ἀνεζήτεις οὐράνια, τῶν αἰωνίων ἀγαθῶν τὴν ποιότητα. Σκεῦος ἡμῶν σωτήριον, ἡμᾶς προστατεύουσα, μάρτυς ἀείμνηστε πίστει κἀγὼ θερμῶς ἱκετεύω σε, ψυχήν μου πληγεῖσαν, μολυσμοῖς τε κακωθεῖσαν γοργῶς θεράπευσον.
Φόβον άπονεκροῦσα σαρκός, στάσει παννύχῳ προσευχῇ καὶ τοῖς δάκρυσιν, αἰτίαν εὑροῦσα πάντων τῶν ἐν τῷ βίῳ καλῶν, Χ ριστῷ προσετέθης ἀμνὰς ἄριστε. Ἐχθρὸν κατενίκησας, πλανηθέντων τὰ ἔνεδρα, καὶ Γεωργίου ἐκομίσω τὴν δύναμιν τοῖς συνάθλοις σου παραδοῦσα ὡς στήριγμα. Νίκη ἡμῶν ὑπόδειγμα, ἀρετῆς τε καὶ πίστεως. μάρτυς νικήτρια ῥῶσιν ἡμῖν ἀπαύστως διώκουσα, ἀεὶ ὅπως δρῶμεν καὶ συμφώνως πορευθῶμεν ἐν θείῳ Πνεύματι.
Χαίροις ἐν τῶν συνάθλων χορῷ, φέρουσα μάρτυς πανοπλίαν ἀστράπτουσαν, ὡραϊσμένη ἐντεῦθεν τοῦ οὐρανοῦ τῷ φωτί, εὑροῦσα κόρη Γεώργιον ἔνδοξον. Ἀνδρείῳ φρονήματι ὑμνολόγεις, ἐδόξαζες καὶ ὡμολόγεις Γεωργίου τὰ θαύματα, τοῖς ἐξ ἀγνοίας ἀσεβοῦσι και βάλλουσι. Νίκη πιστῶν πανίερος λαμπὰς καὶ ἑδραίωμα Χριστιανῶν, εὐτολμίας πράξεις ποιήσασα πάνσεπτε, θυσίας ὑπέστης καὶ τῷ ξίφει ἐτετμήθης νύμφη οὐράνιος.
Δόξα Ἦχος πλ. δ΄
Νικητικῷ φρονήματι διαπνεομένη και παριδοῦσα τὸ νεαρὸν τῆς ἡλικίας σου τῷ Βασιλεῖ τῶν αἰώνων σεαυτὴν ὑπέταξας, δι’ἀγωνιστικῆς πολιτείας ἀοίδιμε· καὶ τῶν ἀρετῶν ἐξενέγκασα τἀ ἄνθη, τὴν μυστικὴν εὐωδίαν τοῦ Πνεύματος, τῇ Ἐκκλησία τοῦ Χριστοῦ διαπνέεις Νίκη παμμακάριστε. Πρέσβευε ἱκετεύομεν φυλάττεσθαι ἀπὸ κινδύνων τοὺς τιμῶντάς σε.
Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς.
Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὸ ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Νίκην ἔδειξας τῇ Ἐκκλησίᾳ, πύργον ἤγειρας τῶν ἀρετῶν σου, καὶ γενναιόφρων ἀνεδείχθης πανεύφημε· Νίκη οὖσα τῆς εὐκλείας ὑπόδειγμα, τῷ Χριστῷ συνετάγης θυσίᾳ σου· ὅθεν πρέσβευε σὺν Γεωργίῳ τῷ μάρτυρι Χριστῷ τῷ Θεῷ πανύμνητε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα
Ἦχος α΄ Τὸν τάφον σου Σωτήρ.
Νεάνις ἐκλεκτή, ἀδιάφθορος Κόρη, παρθένος ἀληθὴς καὶ πανεύφημος νύμφη, Νίκη ἡ ἀπτόητος, ἀρετῶν τῇ λαμπρότητι, καὶ ἀθλήσεως κεκοσμημένη ποικίλως, θείοις στίγμασι τῷ Βασιλεῖ τῶν ἁπάντων, Χριστὲ σοὶ προσήνεκται.
Δόξα, καὶ νῦν. Τὸ τῆς Ἑορτῆς
Μετἀ τὴν β΄ στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄ Τὴν ὡραιότητα.
Τὴν καλλιπάρθενον, Νίκην ἐν ᾄσμασι, καὶ καλλιμάρτυρα ἀνευφημήσωμεν, τὴν ἐκλεκτὴν νύμφην Χριστοῦ, τοῦ ἀκηράτου Νυμφίου· ἣνπερ εἰσεδέξατο εἰς παστάδα οὐράνιον, καὶ χορείᾳ ἥνωσε, τῶν μαρτύρων κατέχουσαν, φαιδρὰν τὴν τῆς ἀνδρείας λαμπάδα, ἐν τῷ νυμφῶνι τῷ ἀφθάρτῳ.
Δόξα καὶ νῦν. Τὸ τῆς Ἑορτῆς
Μετὰ τὸν πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀνδρείας ἀνέδειξας τὴν πυγμήν, τῷ φωτὶ ἀπεκάλυψας οὐρανόν, μάρτυς καλλιπάρθενε, τοῖς ἀγῶσι ἐνίκησας. Νίκη γενναιόφρον, κινδύνοις καὶ δάκρυσι, ταῖς νίκαις Γεωργίου ἀεὶ προσεδρεύουσα. Ὅθεν καὶ τὸν βίον, τῶν Ἀγγέλων ζηλοῦσα, λαμπὰς ὡς πολύφωτος, ἐν ἁγίαις ἐξέλαμψας, τὸν Θεὸν ἀγαπήσασα. Καὶ νῦν Χριστὸν δυσώπει σεμνή, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Οἱ Ἀναβαθμοί, τὸ α΄Ἀντίφωνον τοῦ δ΄ Ἦχου.
Προκείμενον Ἦχος δ΄
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ὲπὶ πέτραν τοὺς πόδας μου.
Τὸ Πᾶσα πνοή. Εύαγγέλιον εἰς γυναῖκα μάρτυρα.
Ὁ Ν΄ Δόξα. Ταῖς τῆς Ἀθληφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα τὸ ἰδιόμελον, τὸ εἰς τὴν Λιτήν, Ἦχος α΄
Εὐφραίνεται ἐνθέως ἡ τῇ σῇ κλήσει τιμῶσά σε πληθύς, μάρτυς Νίκη ἀξιοθαύμαστε· καὶ τὴν ἁγίαν σου μνήμην, κατὰ χρέος ἑορτάζουσα, τοῖς προτερήμασι καλλωπίζεται καὶ τοὺς μαρτυρικοὺς σου πόνους, δι΄ὧν Χριστὸν εὐηρέστησας, εὐσεβῶς μακαρίζει· ἣν ὁμήγυριν σὺν τῷ κόσμῳ ὅλῳ ἀεὶ περίεπε ταῖς σαῖς παρακλήσεσι ἀπὸ πάσης περιστάσεως.
Ὁ Ἱερεύς. Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
Εἶτα οἱ κανόνες τῆς Ἑορτῆς ἢ τοῦ Πάσχα καὶ τῆς Αγίας οὗ ἡ ἀκροστιχίς:
Τῇ Νίκῃ μέλισμα τῇ γενναιόφρονι. Χρήστου.
Ὁ Κανών. ᾨδὴ α΄. Ἦχος α΄ ᾨδὴν ἐπινίκιον.
Ποθοῦντι ἐν ᾄσμασι, τῆς σῆς, ὦ Νίκη, ὑμνῆσαι ἀθλήσεως, τοὺς ἀγῶνας χάριν μοι ἐξ ὑψωμάτων ἱερῶν, κατάπεμψον ταῖς σαῖς λιταῖς, θεοχαρίτωτε.
Δυσώδης καὶ βέβηλος, ἐν ἁμαρτίαις ὁμολογῶ σοι ἁγνή, τὴν σεμνὴν καὶ ἄμωμον, καὶ εὐωδίαν Χριστοῦ, σὲ εὐφημῆσαι ἐγχειρῶ, ἀλλά μοι σύγγνωθι.
Τηροῦσα ἀλώβητον, τὸ κατ΄εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, ἐκ παθῶν ἀοίδιμε ἠξίωσαι κοινωνός, τῶν παθημάτων τοῦ Χριστοῦ γενέσθαι ἔνδοξε.
Θεοτοκίον.
Τὸ φῶς ἡ κυήσασα τὸν λυτρωτήν μου, τοῦ σκότους μου λύτρωσαι καὶ βασάνων Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ τὰ μεγαλεῖά σου.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τοῦ διωγμοῦ κατακρατήσαντος, τῶν εἰδώλων λαγνείαν, Γεωργίου φωτὶ, μετηλλαγμένη ἐξ αὐτοῦ, ὡς νικήτρια εὕρηκας τοῦ Χριστοῦ πατρίδα ἔνδοξε, ὦ Νίκη προσφύγιον.
Τῇ προσευχῇ ἀεὶ σχολάζουσα, καὶ τῇ καρτερίᾳ καὶ νήψει σεμνή, τὰς ἀκαθέκτους τῶν παθῶν, ὁρμὰς πάσας ἐνέκρωσας, καὶ Χριστοῦ ἄνθος γεγένησαι, βίου καθαρότητι.
Τῷ θείῳ πόθῳ καὶ τῷ ἔρωτι, τῷ τοῦ ἀθλοφόρου, ὦ Νίκη σεμνή, κατασχεθεῖσα τὴν ψυχήν, Γεωργίου ἀπέβαλες, πάντα φόβον, καῖ τοῖς θαύμασι τοῖς τούτου ἐπίστευσας.
Θεοτοκίον.
Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον· καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε τῶν πιστῶν ἡ βοήθεια.
Κάθισμα Ἦχος γ΄.Θείας πίστεως
Ἦλθεν ἄνωθεν ὁ φωτισμός σου, Νίκη ἔζησας τοῖς ὀφθαλμοῖς σου τὴν ἀποκάλυψιν Γεωργίου τοῖς θαύμασι· καὶ εὐωδίαν Χριστῷ προσενήνοχας τῇ ἀθλήσει σου μάρτυς πανένδοξε. Αὐτῷ πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Καὶ τὸ τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ἀκούσασα τὸν Λόγον, νεάνις, τῆς ζωῆς, ἤνοιξας πρὸς τὴν γνῶσιν ἀγνοίας τὸν ἱστόν, καὶ ἔρωτι θείῳ καταληφθεῖσα ἁγνή, Θεοῦ τὸ δῶρον, τὸν Γεώργιον ἐν πίστει, περιπτυσσομένη ἐθαύμασας.
Τοῦ πόθου σου τυχοῦσα, ὦ Νίκη θαυμαστή, καὶ νοῒ προσδραμοῦσα τῷ θεϊκῷ φωτί, ὕμνεις, ηὐλόγεις, ἐδόξαζες ἐκ καρδίας, ψυχῆς τὴν ζωήν, ὡς ἀντίδωρον θυσίας, τὸν σὸν Σωτῆρα καρτερόψυχε.
Ἀπτόητος θανάτῳ, δημίου ἀπειλῇ, ἔχαιρες τολμήσασα ἀφόβως τὴν ποινήν, καὶ διὰ ξίφους τετμημένη τὴν κεφαλήν, τοῦτο συνέβη, Οὐρανοῦ εὑρεῖν τὸν δρόμον, τὸ γέρας σου κόρη ἀοίδιμε.
Θεοτοκίον.
Παρθένε Παναγία, ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δός μοι χεῖρα βοηθείας ἵνα κράζω· Δόξα σοι Ἁγνὴ θεοδόξαστε.
ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν
Ἀνδρικῷ φρονήματι, γενναίᾳ ψυχῇ, ἔστης ἀπτοήτως, ὦ Νίκη πανθαύμαστε, πρὸ τῆς τυρράνου ἀγριότητος, καὶ καθωμολόγεις τὴν πίστιν στερροψύχως.
Ὦ θαῦμα! πῶς οὐκ ἔπτηξας τὸ λίαν σοβαρόν, καὶ τὸ ἰταμόν τοῦ τυρράνου καὶ ἄγριον, καὶ τὴν μανίαν καὶ
ἀπήνειαν ἀπροσπελάστως μάρτυς, ἀλλ΄ἤλεγξας εὐτόλμως.
Πῶς τοῦτο ἐτόλμησας; τυχόντος τοῦ δεινοῦ, Νίκη άνδριόφρον· τὴν σὴν καταπτύουσα ταλαιπωρίαν καὶ ἀσέβειαν. Ὤ τῶν λαμπρῶν μάρτυς ἔργων τῆς εὐτολμίας!
Θεοτοκίον.
Δυσώπησον ὃν ἔτεκες Παρθένε ὑπὲρ νοῦν, σώζεσθαι τοὺς πίστει σοι κράζοντας· Χαῖρε Παρθένε παναμώμητε· χαῖρε εὐλογημένη τοῦ κόσμου προστασία.
ᾨδὴ στ΄. Τὸν προφήτην Ἰωνᾶν.
Ὑπερβαίνει άληθῶς, καὶ ὑπέρκειται ἡ σή, παρρησία ἡ πολλή, τὴν ἐκ λόγων τεχνικῶν, παράστασιν καὶ διατύπωσιν ἀξιάγαστε.
Τίς ἰσχύσει ἐξειπεῖν, καὶ δηλῶσαι ἱκανῶς, καὶ ἐκφράσαι ἐναργῶς, τὸν σὸν πόθον πρὸς Χριστόν, πανεύφημε· διὸ θανάτου κατευμεγέθησας.
Τὸ ἀπτόητον τῆς σῆς, ἀξιάγαστε ψυχῆς, καὶ ἀπτώτως ἡ στερρὰ εὐτολμία τὸν δεινόν, ἐξέμηναν τύρρανον Μάρτυς ὃν ἐμυκτήρισας.
Κοντάκιον.
Ἦχος γ΄ Τὴν ὡραιότητα.
Τὴν Οὐρανούπολιν σεμνὴ ἐπόθησας, καὶ τὰ ὁρώμενα, φθαρτὰ κατέλιπες, καὶ ἐπεπόθεις ἀρετάς, καὶ αἰωνίων εὔκλειαν. Ἀπεσείσω πάνσεμνε, τῶν εἰδώλων αἰσχρότητα· ὅθεν καὶ ἀπέλαβες μαρτυρίου τὸν στέφανον. Διὸ τὴν σὴν πανέντιμον μνήμην πανευλαβῶς ἑορτάζομεν.
Ὁ Οἶκος.
Νίκη ἡ μάρτυς ξίφει ἀπετμήθη τὴν κεφαλήν, καὶ οὐκ ἐγόγγυσε, Δέσποτα οὐδ΄ἐστέναξεν, ἀλλ΄ἠρέμα ἐδόξαζέ σε. Γεώργιον ἰδοῦσα ἐν μαρτυρίῳ ἐπιτελεῖν θαυμάσια ἐπίστευσε καὶ ἐγένετο θεραπαινίς τοῦ Οὐρανοῦ. Διόπερ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθεῖσα, μάρτυς, ἐδείχθης Χριστοῦ γνησιωτάτη.
Τῇ 25ῃ τοῦ Ἀπριλίου μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.
Στίχοι.
Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,
Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.
ᾨδὴ ζ΄ Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Ἀντλήσασα θαυμάτων τὴν δύναμιν, γεραροῦ Γεωργίου τοῦ μάρτυρος, ἐβάδισας τὰς πικρὰς καὶ ἀλγεινὰς ἀτραπούς.
Τὸ σῶμά σου βορὰ τῶν κτεινάντων σε, ῥοαῖς δὲ τῶν αἱμάτων ἐχραίνετο, ἀλλὰ τῷ πόθῳ Χριστοῦ, ἤνεγκας τὰ πάντα στερρῶς.
Βαφαῖς ταῖς ἐξ αἱμάτων ἐφοίνιξας, στολὴν παρθενικὴν παναοίδιμε, καὶ ἐνυμφεύθης Χριστῷ τῷ Βασιλεῖ τοῦ παντός.
Θεοτοκίον.
Νεφέλην σε γινώσκω θεόνυμφε, τὸν ἥλιον τῆς δόξης κυήσασαν, φωταγωγοῦσα πάντα τὰ νυκτώδη μου ἐγκλήματα.
ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Τύρρανον ᾔσχυνας τὸν ἄμοιρον νοός, καὶ ὅλως παράφρονα, καὶ θῆρα ἰταμόν, Διοκλητιανόν, ἐν πίστει τὸν Χριστόν, διαλαλοῦσα Νίκη χάριτι τῇ θείᾳ.
Προφρόνως τολμήσασα ἀτρόμως τῶν δεινῶν καὶ δοῦναι τὸ σῶμά σου θυσίαν τῷ Ἀμνῷ, ἀρνεῖσθαι εἰδώλων καὶ θανάτου ἐγγύς, ἤλασας νεάνις ἐν τῷ χωνευτηρίῳ.
Ἐτμήθης ἀγογγύστως τῷ ξίφει κεφαλήν, καὶ αἵματος ἔδωκας ἀφθόνου ὀβολόν, ἐπέστησαν ἄφνω Ἄγγέλων φωτεινά, συστήματα ἤδη· Εἰρήνη σοι νεάνις.
Θεοτοκίον.
Ἀνάστησον κείμενον εἰς βάθη με κακῶν· τοῦς νῦν πολεμοῦντάς με πολέμησον ἐχθρούς· τρωθεῖσαν ἀτόποις ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς , ἀλλ΄ οἴκτειρον καὶ σῶσον.
ᾨδὴ θ΄ Τὴν φωτοφόρον νεφέλην.
Τὴν λαμπροτάτην ψυχήν σου, ἡ τῶν Ἀγγέλων χορεία, σὺν Γεωργίῳ τῷ κλεινῷ, μετ΄εἰρήνης λαβόντες, ἀνήγαγεν εἰς οὐρανοὺς, Χριστῷ τῷ Νυμφίῳ σου ὡς ἄμωμον, ὃς συνέταξεν ταύτην τοῖς Παρθένοις, εἰς παστάδα νοητήν.
Τῆς ἀληθοῦς ἀφθορίας, τὴν φανωτάτην λαμπάδα, κατέχουσα ἐν ταῖς χερσί, καὶ διάδημα κάλλους, καὶ ἀλουργίδα μυστικήν, χρωσθεῖσαν βαφαῖς ταῖς τῶν αἱμάτων σου, Ἀθληφόρε λαμπρῶς περικειμένη, βασιλεύεις σὺν Χριστῷ.
Τὰς τῶν τυρράνων ὀδύνας, καὶ διωγμοὺς τῶν ἀνόμων, καὶ σπαραγμὸν τῆς κεφαλῆς, καὶ αἱμάτων τὴν χύσιν, καὶ τὰ τοῦ σώματος παντός, ἀνίερα οἰδήματα προσάγαγε, τῷ Χριστῷ εἰς πρεσβείαν ὑπὲρ πάντων τῶν τιμώντων σε πιστῶς.
Θεοτοκίον.
Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον Ἁγνή, τὸ ἀδέκαστον τρέμω· ἐν ᾧ με τήρησον ταῖς σαῖς, ἁγίαις δεήσεσι θεόνυμφε, ἀκατάκριτον ὅπως ὡς προστάτην, μακαρίζω σε Ἁγνή.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Διήνυσας τὸν δρόμον, πάνυ ζεούσῃ τῇ ψυχῇ, τοῦ μαρτυρίου θεόφρον, καὶ νῦν οἰκεῖς τοῦ οὐρανοῦ, τοὺς ἀκηράτους νυμφῶνας, ὦ Νίκη Παρθενομάρτυς.
Καὶ νῦν τῆς Ἑορτῆς.
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῷ Χριστοῦ θείῳ ἔρωτι, τετρωμένη πανεύφημε, χαίρουσα εἰσέδραμες εἰς τὸ στάδιον, τοῦ μαρτυρίου καὶ ἤνεγκας, βασάνους καὶ τραύματα, καὶ κατέβαλες ἐχθρῶν, τὴν ὀφρὺν καὶ τὸ φρύαγμα, τῇ ἐνστάσει σου, Ἀθληφόρε νεάνις, καὶ τὸ στέφος, ἐκομίσω καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐπάξια.
Ἀνεδύθης ἐν Πνεύματι, ἐκ βυθοῦ ὦ πανεύφημε, ἀναβῆναι ἀγῶσί σου εἰς οὐράνια, καὶ θεαθῆναι Γεωργιον ἐν μαρτυρίῳ θαυμάσια, καὶ ἐνώπιον ἐχθρῶν, ἐνεργοῦντα καὶ λύοντα, τὰ μυθεύματα, τῶν εἰδώλων, ὦ Νίκη, καὶ τὴν πλάνην καὶ τὰ κέντρα ἀσεβείας, πρὸς θείαν δόξαν καὶ ἄληκτον.
Τοὺς τελοῦντας τὴν μνήμην σου καὶ τοὺς ἄθλους γεραίροντας, σκέπε, φρούρει φύλαττε, ταῖς πρεσβείαις σου, ταῖς εὐπροσδέκτοις πρὸς Κύριον, ὦ Νίκη πανεύφημε, καλλιμάρτυς τοῦ Χριστοῦ, Ἀθληφόρε ἀήτητε, καὶ περίδοξε, ἐκ παντοίων δεινῶν τε καὶ κινδύνων, καὶ παντοίας ἀσθενείας ἀεὶ τὴν ἔφοδον κώλυε.
Τὰ λαμπρὰ προτερήματα, ἐν Χριστῶ ἐμφανίσασα, ἔδειξαν τὸν ἀδάμαστον χαρακτῆρά σου, καὶ ἐπεβλήθης ἀνἐνδοτε σαρκίνων προκλήσεων, ταπεινώσασα σεμνή, τὴν ψυχὴν τῷ Νυμφίῳ σου, τῇ στερρότητι, καὶ θερμαῖς σου πρεσβείαις τῷ Κυρίῳ ἱκετεύουσα παρέχεις, ἀνδρεία Νίκη ἰάματα.
Δόξα. Ἦχος πλ. α΄
Δεῦτε φιλομάρτυρες πάντες, τὴν Χριστοῦ νύμφην Νίκην ὕμνοις τιμήσωμεν, ὅτι καὶ μάρτυς δι΄αἵματος ἀνεγνώσθη· τῶν γὰρ τυρράνων τὰς ἀπειλὰς αντ΄οὐδενὸς λογισαμένη καρτερίᾳ τὸν στέφανον τῆς νίκης παρὰ Χριστοῦ ἐκομίσατο. ᾧ καὶ νῦν παρισταμένη,πρεσβεύει ἀπαύστως , ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην αὐτῆς.
Καὶ νῦν. Τῆς Ἑορτῆς, ἤ τὸ τοῦ Πάσχα.
ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀπόστολος Ἁγίου Δημητρίου
Εὐαγγέλιον Ἀποστόλου Μάρκου(8ης Νοεμβρίου)
Μεγαλυνάριον
Χαίροις ἡ τιμήσασα τον Χριστόν, Νίκη μάρτυς θεία τῶν τυρράνων τὰς ἀπειλάς, πόθῳ τοῦ Κυρίου, νικήσασα καὶ πάντας τοὺς σὲ τιμῶντας πίστει νῦν περισκέπουσα.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-59336668042829401192012-02-06T12:26:00.001-08:002012-02-06T12:26:57.224-08:00ΑΚΟΛΟΥΘΙΑ ΜΑΡΤΥΡΟΣ ΝΙΚΗΦΟΡΟΥ ΦΕΒΡΟΥΑΡΙΟΥ 9<a title="View ΑΚΟΛΟΥΘΙΑ ΝΙΚΗΦΟΡΟΥ ΜΑΡΤΥΡΟΣ 9 ΦΕΒΡΟΥΑΡΙΟΥ on Scribd" href="http://www.scribd.com/doc/80686823/%CE%91%CE%9A%CE%9F%CE%9B%CE%9F%CE%A5%CE%98%CE%99%CE%91-%CE%9D%CE%99%CE%9A%CE%97%CE%A6%CE%9F%CE%A1%CE%9F%CE%A5-%CE%9C%CE%91%CE%A1%CE%A4%CE%A5%CE%A1%CE%9F%CE%A3-9-%CE%A6%CE%95%CE%92%CE%A1%CE%9F%CE%A5%CE%91%CE%A1%CE%99%CE%9F%CE%A5" style="margin: 12px auto 6px auto; font-family: Helvetica,Arial,Sans-serif; font-style: normal; font-variant: normal; font-weight: normal; font-size: 14px; line-height: normal; font-size-adjust: none; font-stretch: normal; -x-system-font: none; display: block; text-decoration: underline;">ΑΚΟΛΟΥΘΙΑ ΝΙΚΗΦΟΡΟΥ ΜΑΡΤΥΡΟΣ 9 ΦΕΒΡΟΥΑΡΙΟΥ</a><iframe class="scribd_iframe_embed" src="http://www.scribd.com/embeds/80686823/content?start_page=1&view_mode=list&access_key=key-11rknbes3zzhj4w3zv92" data-auto-height="true" data-aspect-ratio="" scrolling="no" id="doc_86591" width="100%" height="600" frameborder="0"></iframe>filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-16889472452732036012012-02-05T04:54:00.001-08:002012-02-05T04:54:26.201-08:00ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΑΓΙΑΣ ΟΛΥΜΠΙΩΤΙΣΣΗΣ<a title="View ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΑΓΙΑΣ ΟΛΥΜΠΙΩΤΙΣΣΗΣ on Scribd" href="http://www.scribd.com/doc/80540195/%CE%91%CE%9A%CE%9F%CE%9B%CE%9F%CE%A5%CE%98%CE%99%CE%91-%CE%A0%CE%91%CE%9D%CE%91%CE%93%CE%99%CE%91%CE%A3-%CE%9F%CE%9B%CE%A5%CE%9C%CE%A0%CE%99%CE%A9%CE%A4%CE%99%CE%A3%CE%A3%CE%97%CE%A3" style="margin: 12px auto 6px auto; font-family: Helvetica,Arial,Sans-serif; font-style: normal; font-variant: normal; font-weight: normal; font-size: 14px; line-height: normal; font-size-adjust: none; font-stretch: normal; -x-system-font: none; display: block; text-decoration: underline;">ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΑΓΙΑΣ ΟΛΥΜΠΙΩΤΙΣΣΗΣ</a><iframe class="scribd_iframe_embed" src="http://www.scribd.com/embeds/80540195/content?start_page=1&view_mode=list&access_key=key-1rty3yugpv6w25b839pk" data-auto-height="true" data-aspect-ratio="0.736928104575163" scrolling="no" id="doc_89796" width="100%" height="600" frameborder="0"></iframe><script type="text/javascript">(function() { var scribd = document.createElement("script"); scribd.type = "text/javascript"; scribd.async = true; scribd.src = "http://www.scribd.com/javascripts/embed_code/inject.js"; var s = document.getElementsByTagName("script")[0]; s.parentNode.insertBefore(scribd, s); })();</script>filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-14806097646588803442012-02-01T14:25:00.001-08:002012-02-01T14:25:21.321-08:00ΑΚΟΛΟΥΘΙΑ ΓΕΩΡΓΙΟΥ ΕΞ ΑΛΙΚΙΑΝΟΥ ΚΥΔΩΝΙΑΣ ΚΡΗΤΗΣ 7 ΦΕΒΡΟΥΑΡΙΟΥ ΓΕΡΑΣΙΜΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΗ<a title="View ΓΕΩΡΓΙΟΣ ΕΞ ΑΛΙΚΙΑΝΟΥ ΚΥΔΩΝΙΑΣ on Scribd" href="http://www.scribd.com/doc/80165260/%CE%93%CE%95%CE%A9%CE%A1%CE%93%CE%99%CE%9F%CE%A3-%CE%95%CE%9E-%CE%91%CE%9B%CE%99%CE%9A%CE%99%CE%91%CE%9D%CE%9F%CE%A5-%CE%9A%CE%A5%CE%94%CE%A9%CE%9D%CE%99%CE%91%CE%A3" style="margin: 12px auto 6px auto; font-family: Helvetica,Arial,Sans-serif; font-style: normal; font-variant: normal; font-weight: normal; font-size: 14px; line-height: normal; font-size-adjust: none; font-stretch: normal; -x-system-font: none; display: block; text-decoration: underline;">ΓΕΩΡΓΙΟΣ ΕΞ ΑΛΙΚΙΑΝΟΥ ΚΥΔΩΝΙΑΣ</a><iframe class="scribd_iframe_embed" src="http://www.scribd.com/embeds/80165260/content?start_page=1&view_mode=slideshow&access_key=key-202xa6qtwkeib2l5baqd" data-auto-height="true" data-aspect-ratio="0.831699346405229" scrolling="no" id="doc_65804" width="100%" height="600" frameborder="0"></iframe><script type="text/javascript">(function() { var scribd = document.createElement("script"); scribd.type = "text/javascript"; scribd.async = true; scribd.src = "http://www.scribd.com/javascripts/embed_code/inject.js"; var s = document.getElementsByTagName("script")[0]; s.parentNode.insertBefore(scribd, s); })();</script>filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-29806246909800166862012-02-01T11:33:00.000-08:002012-02-01T11:33:07.392-08:00ΑΚΟΛΟΥΘΙΑ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ ΦΕΒΡΟΥΑΡΙΟΥ 6( Ἡ παροῦσα Ἀκολουθία, συνερανισθεῖσα ἐξ ἀρχαιοτέρων τῆς Ἐκκλησίας Ὕμνων καὶ συνταχθεῖσα ὑπὸ Κωνσταντίνου Μητροπολίτου Σταυρουπόλεως τοῦ Τυπάλδου, ἐξεδόθη καὶ αὐτοτελῶς ὑπὸ τῆς Ἀποστολικῆς Διακονίας, ἐγκρίσει τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἐπιμελείᾳ τοῦ Καθηγητοῦ Ἰωάννου Ν. Καρμίρη).<br />
<br />
Τῌ ς΄ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ<br />
Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου<br />
Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως,<br />
τοῦ Ὁμολογητοῦ.<br />
<br />
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ<br />
<br />
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ'.<br />
Ἦχος α'. Τῶν Οὐρανίων Ταγμάτων.<br />
Τὸν Ἱεράρχην Κυρίου, ἀνευφημοῦμέν σε, Πατριαρχῶν τὸ κλέος, τῆς Χριστοῦ Ἐκκλησίας, τὸν μέγαν πρωτοστάτην καὶ φαεινόν, ἱερώτατε Φώτιε· ταῖς σαῖς οὖν Πάτερ πρεσβείαις σκέπε ἡμᾶς, τοὺς τιμῶντάς σου τὴν κοίμησιν.<br />
<br />
Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παρρησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου τοῖς ἐπὶ γῆς, ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε.<br />
<br />
Τῆς καθαρᾶς σου καρδίας, τοῦ θείου Πνεύματος, φωτιστικαῖς ἀκτῖσιν, αὐγασθείσης πλουσίως, τρισμάκαρ Θεηγόρε φωτοειδής, ἀληθῶς ἐχρημάτισας, καὶ τῶν αἱρέσεων σκότος τὸ χαλεπόν, θείᾳ χάριτι διέλυσας.<br />
<br />
Τοῖς οὐράνιοις Ἀγγέλοις, νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον μνήμην καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.<br />
Δόξα... Ἦχος πλ. δ'.<br />
Δεῦτε πάντες οἱ πιστοί, τὸν Ἱεράρχην καὶ φίλον Κυρίου, Φώτιον τὸν πανθαύμαστον, εὐσεβῶς ἀνευφημήσωμεν· οὗτος γὰρ ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ Ἁγίου Πνεύματος καταγώγιον, δι' ἐνάρετου πολιτείας ἀναδειχθείς, ἐκ τῆς Καθολικῆς Ἐκκλησίας διὰ δογμάτων τοὺς λύκους ἀπήλασε· καὶ τὴν Ὀρθόδοξον Πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδέδεικται, καὶ εὐσεβείας πρόμαχος· διὸ καὶ μετὰ πότμον παριστάμενος ἐγγύτερον τῷ Χριστῷ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Καὶ νῦν... τῆς Ἑορτῆς.<br />
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.<br />
Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.<br />
Ἄγε δὴ τῶν πιστῶν, ὁμήγυρις ἡ θεία, αἰνέσωμεν προφρόνως, τὸν μέγαν Ἐκκλησίας, Ἀρχιεράρχην Φώτιον.<br />
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.<br />
Ὤφθης ἐκ μητρικῶν, σπαργάνων θεοφόρε, ἡγιασμένον σκεῦος, Πατὴρ ἡμῶν καὶ οἶκος, τοῦ Παναγίου Πνεύματος.<br />
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.<br />
Ὕμνους σοι προσφωνεῖ, ἡ σὴ Μονὴ θεόφρων, Σιὼν τῆς νέας ἥνπερ, διάσῳζε λιταῖς σου, πρὸς Κύριον ἑκάστοτε.<br />
Δόξα... Ἦχος β'.<br />
Ἱεραρχῶν τὸ θεῖον ἀγλάϊσμα, Φώτιε Πάτερ ἀοίδιμε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου· ἡ ζωή σου ἔνδοξος, καὶ ἡ κοίμησις μετὰ Ἁγίων πρέσβευε οὖν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Ὡς τῶν Ἀποστόλων ὁμότροπος, καὶ τῆς Οἰκουμένης διδάσκαλος, <br />
τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε Φώτιε, εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. <br />
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ<br />
<br />
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τό, Μακάριος ἀνήρ. Εἰς<br />
δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς', καὶ ψάλλομεν στιχηρὰ<br />
Προσόμοια τῆς Ἑορτῆς γ', καὶ τοῦ Ἁγίου γ' <br />
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.<br />
Ὅτε ἐπινεύσει θεϊκῇ, μέγας τῆς Χριστοῦ Ἐκκλησίας, προεχειρὶσθης Ποιμήν, καὶ τὴν τῆς αἱρέσεως κάθεῖλες ἔπαρσιν, διελέγξας προσθήκην τε, τὴν ἐν τῷ Συμβόλῳ, τότε ἡ ὁμήγυρις πιστῶν ἐκρότησε, χεῖρας ἐν χαρᾷ ἐκβοῶσα, δόξα σοι Τριὰς Παναγία, δόξα σοι Τριὰς ἡ Ὁμοούσιος,<br />
Ὅτε παρ' ἀνόμων δικαστῶν, Πάτερ ἀπηλάθης ἀδίκως, τοῦ σοῦ ποιμνίου σοφέ, Φώτιε πανθαύμαστε καὶ ὄντως μέγιστε, Ἱεράρχα θεσπέσιε, καὶ φίλε Κυρίου, τότε ἀπεθαύμασαν τὴν καρτερίαν σου, θάμβει συνοχῇ τε καρδίας, ἅπαντες Ὀρθόδοξοι ἤρθη, λέγοντες ἐκ μέσου νῦν ὁ δίκαιος.<br />
Ὅτε ἐκοιμήθης ἱερῶς, τὸν ἁγίοις πρέποντα ὕπνον, Φώτιε ἔνδοξε, τότε θεολόγων σε δῆμοι προέπεμψαν, ὡς στερρὸν αὐτῶν πρόμαχον, καὶ πάντων ἀγγέλων, τάγματα ἐκρότησαν ἐν τῇ ἀνόδῳ σου· τότε καὶ Τριὰς ἡ ἁγία, ὑπὲρ ἧς στερρῶς ἠγωνίσω, δόξης σε στεφάνοις ἐστεφάνωσεν.<br />
( Ἐφ' ὅσον τοῦ Ἁγίου ψάλλονται προσόμοια γ', οἴκοθεν νοεῖται ὅτι θὰ γίνει ἐπιλογὴ ἐκ τῶν παρατιθεμένων. συνολικῶς 5) ( Ἀ. Βαλ.).<br />
<br />
Ἕτερα Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.<br />
Ὁ τῆς χάριτος ὄργανον, τὴν κιθάραν τοῦ Πνεύματος, στῦλον τὸν<br />
ἀκράδαντον θείας Πίστεως, Ὀρθοδοξίας τὸν πρόμαχον, τὸν μέγαν διδάσκαλον, Ἱεράρχην τὸν κλεινόν, Ἐκκλησίας τὸ στήριγμα, τὸν λαμπρότατον, ἀριστέα Κυρίου μελῳδίαις, εὐφημήσωμεν ἐνθέως, τὸν ἁγιώτατον Φώτιον.<br />
<br />
Τὸν πυρίπνοον ῥήτορα, Οἰκουμένης διδάσκαλον, Κωνσταντινουπόλεως θεῖον Πρόεδρον, Ἀρχιερέα τὸν μέγιστον, ποιμένα πανάριστον, Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπρότατον Φώτιον, ἀνυμνήσωμεν, οἱ Ὀρθόδοξοι πάντες ὁμοφώνως, ἱεραῖς ἐν ὑμνῳδίαις, Πατριαρχῶν τὸν Πρωτόθρονον.<br />
Παρανόμῳ προστάγματι, ἀπηλάθης τῆς ποίμνης σου, θλίψεσι βασάνοις τε προσωμίλησας, ὑπὲρ τῆς Πίστεως ἔνδοξε, στερρότατε Φώτιε, Ἱεράρχα φαεινέ, Ἐκκλησίας ἑδραίωμα, στῦλε ἄσειστε· διὸ πάντες τιμῶμέν σε προφρόνως, ὡς διδάσκαλον καὶ μύστην, Ὀρθοδοξίας ἀοίδιμε.<br />
Δόξα... Ἦχος πλ. β'.<br />
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων αὐτὸς καὶ νῦν πανεύφημε, Ἱερώτατε Φώτιε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.<br />
Καὶ νῦν... τῆς Ἑορτῆς.<br />
Εἴσοδος. Τό, Φῶς ἱλαρόν... τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.<br />
<br />
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι' 8).<br />
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν). Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ' 14).<br />
Ἐγκωμιαζομένου Δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις. Καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε. Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ΄ ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστι, καὶ τῶν σοφῶν διορθωτής. Καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων φρόνησις ἐδίδαξε σοφίαν. Ἔστι γὰρ ἐν αὐτῇ Πνεῦμα νοεῥόν, ἅγιον. Ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν Ἡλίου καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν. Φωτὶ συγκρινομένη, εὑρίσκεται προτιμοτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν. Καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντός ἐστιν ἡ εὐσέβεια. Καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν αὐτοῖς λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους. Ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ὑμῖν ἐστιν, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων. Ἴδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ· οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ ὁ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως, καὶ ῥυόμενος παντὸς κακοῦ· ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι' 32).<br />
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάῥιτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς. Υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑῥήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ σοφίας Κυρίου. Φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς, αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζητησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὐτῇ διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην αὐτοῦ· καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων Σου. Ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς· λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.<br />
Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α'.<br />
Εὐφραίνου ἐν Κυρίῳ πόλις ἡ Κωνσταντίνου, καὶ πᾶσα πόλις καὶ νῆσος, καὶ χώρα ἐπὶ τῇ σεβασμίᾳ μνήμῃ τοῦ κοινοῦ Ποιμενάρχου, καὶ τῆς Καθολικῆς Ἐκκλησίας φωστῆρος καὶ διδασκάλου, Φωτίου τοῦ τρισμάκαρος. Οὗτος γὰρ ἔτι ζῶν μεγάλως ἠγωνίσατο ὑπὲρ τῆς τοῦ Εὐαγγελίου πίστεως, καὶ νῦν ἐν οὐρανοῖς ἀπολαύει τὰ τῶν καμάτων αὐτοῦ γέρα τὰ τίμια, πρεσβεύων ἀπαύστως Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Ἦχος β'.<br />
Σὲ τὸν μέγαν Ἀρχιερέα καὶ Ποιμένα, τὸν ἄκακον καὶ ὅσιον, τῆς εὐσεβείας τὸν κήρυκα, τὸ πυρίπνοον στόμα τοῦ Πνεύματος, ἀνευφημοῦντες πόθῳ δεόμεθα· μετάδος ἡμῖν τῶν πρεσβειῶν σου, Πάτερ, εἰς ἀντάμειψιν τῶν ψυχῶν ἡμῶν.<br />
Ἦχος πλ. β'.<br />
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπων, λειτουργὲ Κυρίου, ἄνερ <br />
ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς τοῦ βοᾷν ὑπὲρ ἡμῶν πρὸς Κύῥιον.<br />
Δόξα... Ἦχος ὁ αὐτός.<br />
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοΰ Κυρίου σου· καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.<br />
<br />
Καὶ νῦν... Τῆς Ἑορτῆς. Εἶτα αἱ συνήθεις Εὐχαί.<br />
<br />
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.<br />
Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.<br />
Χαίροις Ἀρχιερεῦ τοῦ Χριστοῦ, χαίροις Πατέρων τὸ φαιδρὸν σεμνολόγημα, ὁ πράξει καὶ θεωρία, κεκοσμημένος λαμπρῶς, ἀρετῶν τῶν θείων τὸ θησαύρισμα· πραότητος σκήνωμα, προσευχῆς ἐνδιαίτημα, τῆς ἀεννάου, τῆς σοφίας κειμήλιον, ταπεινώσεως, τὸ τερπνὸν καταγώγιον, ἥλιε διακρίσεως, εἰρήνης τὸ τέμενος, διπλῆς ἀγάπης ὁ οἶκος, τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγιστα· Χριστὸν ἐκδυσώπει, τοῦ δωῥήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.<br />
<br />
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.<br />
Χαίροις Ἱεραρχῶν ὁ κανών, καὶ διδασκάλων ὁ προστάτης ὁ ἔνδοξος, τὸ στόμα τῶν Θεολόγων, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ λαμπρὸς τῷ λὸγῳ καὶ τοῖς δόγμασιν. Ποιμὴν ἀξιάγαστος, Ἀποστόλων ὁμότροπος, εὔστομος γλῶσσα, πᾶσαν αἵρεσιν τέμνουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος, ὄργανον τὸ ἡδύφθογγον, ὁ νοῦς ὁ οὐράνιος, τῆς Ἐκκλησίας ὁ στῦλος, τῶν εὐσεβῶν τὸ κραταίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.<br />
<br />
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.<br />
Χαίροις Πατριαρχῶν καλλονή, χαίροις ἁπάντων Ἱερέων τὸ καύχημα, δογμάτων πηγὴ ἡ θεία, τῆς Ἐκκλησίας στερρός, στῦλός τε καὶ βάσις ἀπερίτρεπτος, κανὼν ἀκριβέστατος, μυστογράφος σοφώτατος, Φώτιε Πάτερ, ἀληθείας τὸ ἔρεισμα, ὁ λαμπρότατος, ἀριστεὺς καὶ περίδοξος, ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τῶν Ὀρθοδόξων ἡ δόξα, τῶν κακοδόξων ὁ πέλεκυς. Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύειν ὑπὲρ πάντων τῶν εὐφημούντων σε. <br />
<br />
Δόξα... Ἦχος δ'.<br />
Ἔπρεπε τῇ βασιλίδι τῶν πόλεων καὶ Φώτιον αὐχεῖν Ἀρχιερέα, ὥσπερ τινὰ κόσμον βασιλικὸν καὶ λαμπρόφωνον σάλπιγγα, πάντα πεῥιηχοῦσαν τὰ πέρατα, τὰ σωτήρια δόγματα, καὶ πάντας συναγείρουσαν πρὸς συνασπισμὸν ᾀσμάτων θεοπρεπῶν· πρὸς ὃν βοήσωμεν· Φωτολόγε καὶ Φωτώνυμε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. <br />
<br />
Καὶ νῦν... Τῆς Ἑορτῆς.<br />
Ἀπολυτίκιον. Ἦχος δ'.<br />
Ὡς τῶν Ἀποστόλων ὁμότροπος, καὶ τῆς Οἰκουμένης διδάσκαλος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε Φώτιε, εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.<br />
Δόξα. Ἕτερον ἀπολυτίκιον.<br />
Τῆς σοφίας ἐκφάντωρ λαμπρὸς γενόμενος, Ὀρθοδοξίας ἐδείχθης θεοπαγὴς προμαχών, τῶν Πατέρων καλλονὴ Φώτιε μέγιστε· σὺ γὰρ αἱρέσεων δεινῶν, στηλιτεύεις τὴν ὀφρύν, Ἑώας τὸ θεῖον σέλας, τῆς Ἐκκλησίας λαμπρότης, ἣν διατήρει Πάτερ ἄσειστον.<br />
Καὶ νῦν... Τῆς Ἑορτῆς.<br />
<br />
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ<br />
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα.<br />
Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.<br />
Ἐπέλαμψεν ἰδού, τῆς ψυχῆς μου τὸ ἔαρ, ἐπέφανεν ἰδού, τοῦ σοφοῦ Ἱεράρχου, Φωτίου τοῦ παμμάκαρος, ἡ φαιδρὰ μνήμη σήμερον. Ὅθεν ἅπαντες, ἀνευφημήσωμεν τοῦτον, ὡς στηρίξαντα, τῶν Ὀρθοδόξων τὴν Πίστιν, δυνάμει τοῦ Πνεύματος.<br />
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Εἰς τὴν β΄. Στιχολογίαν. Κάθισμα.<br />
Ἦχος γ'. Θείας πίστεως.<br />
Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἔνθεον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας. Ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὴν Πίστιν ἐστήριξας, Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.<br />
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.<br />
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.<br />
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.<br />
Ὁ Ἱεράρχης καὶ σεπτὸς θεηγόρος, τῆς Ἐκκλησίας ὁ λαμπρὸς ὑποφήτης, τὰς διανοίας χάριτι ἀρδεύεις πιστῶν τῶν αἱρετιζόντων δέ, κατακλύζεις τὰς φρένας, χάριν ἀναβλύζων τε τῶν θαυμάτων ἐκπλύνεις· παθῶν παντοίων ῥύπον ἀληθῶς, ὅσιε Πάτερ πανένδοξε Φώτιε.<br />
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.<br />
Οἱ Ἀναβαθμοί. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.<br />
Προκείμενον. Ἦχος δ'.<br />
Τὸ σῶμά μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.<br />
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.<br />
Τό, Πᾶσα πνοή... Εὐαγγέλιον· (Ζήτει εἰς τὴν ἑορτὴν τοῦ Χρυσοστόμου, Νοεμβρίου).<br />
Ὁ Ν' Ψαλμός.<br />
Δόξα... Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...<br />
Εἶτα, Στίχ. Ἐλέησόν με ὁ Θεός...<br />
Καὶ τὸ Ἰδιομελον. Ἦχος πλ. β'.<br />
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, ὅσιε Πάτερ, καὶ γέγονας Ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.<br />
Ὁ Κανὼν τῆς Ἑορτῆς εἰς δ', καὶ τοῦ Ἁγίου εἰς δ'.<br />
Καταβασίας λέγομεν τῆς Ἑορτῆς.<br />
ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.<br />
Φωστὴρ θεαυγεύτατε, φωτὸς ἐπώνυμε Ἅγιε, τὸ σκότος ἀπέλασον<br />
τῆς διανοίας μου, λαμπηδόσι με φωτὸς αὐγάσας θείου, ὅπως εὐφημήσω σου, τὰ κατορθώματα.<br />
Τῆς πίστεως ἔρεισμα, τῆς Ἐκκλησίας διδάσκαλον, καὶ στῦλον ἀκράδαντον, ὁμολογίας σε, καὶ πολύφωτον τῆς χάριτος φωστῆρα, καὶ στόμα πυρίπνοον, Φώτιε ἔγνωμεν.<br />
Νομίμως ἠγώνισαι, προκινδυνεύων θεσπέσιε, τοῦ θείου κηρύγματος, ὡς Ἱεράρχης πιστός· καὶ κατέπνιξας νευραῖς τῶν σῶν δογμάτων, ὡς θῆρα Νικόλαον, τὸν ματαιόφρονα.<br />
Θεοτοκίον.<br />
Μαρίαν τὴν ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, τὴν μόνην κοσμήσασαν τὴν ἀνθρωπότητα, τὴν κυήσασαν Θεὸν σεσαρκωμένον, Παρθένον τε μείνασαν, ἀδιαλώβητον.<br />
ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.<br />
Λαλήσας εἰς ὕψος βλασφημίαν, τῆς Δύσεως δράκων ὁ δεινός, τοῖς λόγοις σου πεφίμωται, φωστὴρ θεοειδέστατε· διὸ καὶ οἱ Ὀρθόδοξοι, ἀξιοχρέως τιμῶμέν σε.<br />
<br />
Νεκροῦται αἱρέσεως ὁ ὄφις, τοῖς λόγοις σου Πάτερ τοῖς σοφοῖς, ὡς λίθος προσβαλλόμενος καὶ κάραν συντριβόμενος· διόπερ Ἐκκλησία τε, ἀξιοχρέως γεραίρει σε.<br />
Γραφῶν παραστάσεσι γενναίαις, τὴν χάριν τοῦ Πνεύματος σοφέ, κοινὴν εἶναι ἀπέδειξας, καὶ Πνεῦμα ὀνομάζεσθαι, τὴν τούτου δὲ ὑπόστασιν, ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι.<br />
Θεοτοκίον.<br />
Ἀνάρχου Γεννήτορος ὁ Λόγος, ὁ πάσης ἀνώτερος ἀρχῆς, ἀρχὴν νῦν σωματούμενος, ἐκ σοῦ Ἁγνὴ ἐδέξατο, καὶ ὑπὸ χρόνον γέγονεν, ὁ χρόνων πάντων ὑπέρτερος.<br />
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ Λόγον.<br />
Τὸν Προφήτην Ἠλίαν ζηλοτυπῶν, Ἰωάννην ὡσαύτως τὸν Βαπτιστήν, ἀνδρείως διήλεγξας, Βασιλεῖς ἀνομήσαντας, Ἱεραρχίας θρόνον, ἐνθέως ἐκόσμησας, καὶ διδαγμάτων πλήθει, τὸν κόσμον ἐπλούτισας. Ὅθεν καὶ ταῖς θείαις, συγγραφαῖς κεχρημένος, πιστοὺς ἐπεστήριξας, καὶ ἀπίστους ἐπέστρεψας, Ἱεράρχα θεσπέσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.<br />
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.<br />
ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.<br />
Ἐν νεότητι τὸ σῶφρον, ἐν τῷ γήρει τὴν σύνεσιν, ἐν παντὶ δὲ βίῳ, τὸ καρτερικὸν καὶ μακρόθυμον, καὶ τὴν πρὸς πάντας ἀγάπην ἐπιδέδειξαι, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.<br />
Ὁ λαμπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστὸν τὸν φιλάνθρωπον.<br />
Νυσταγμὸν τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον σεαυτὸν ἀπετέλεσας, τῷ παντεπόπτη Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.<br />
Θεοτοκίον.<br />
Νεκρωθέντας Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς διαφθορὰν ἐξανέστησας, τὸν ζωοδότην τεκοῦσα τὸν λυτρούμενον, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.<br />
ᾨδή ε'. Ἐξέστη τὰ σύμπαντα.<br />
Τὴν χάριν δεξάμενος τοῦ Παναγίου Πνεύματος, θεῖον ἐνδιαίτημα ἐδείχθης, θείως διδάξας θεογνωσίας τὸ φῶς, Φώτιε πανθαύμαστε σοφέ, Πάτερ ἁγιώτατε, Ἐκκλησίας τὸ στήριγμα.<br />
Ἡ γλῶσσά σου κάλαμος τοῦ Παρακλήτου γέγονεν, ὀξέως τὴν λύτρωσιν διδόντος, τοῖς ἐπιγνοῦσι τὴν δεσποτείαν αὐτοῦ, καὶ ταῖς σφῶν ἐμπνέοντος ψυχαῖς, γνῶσιν ἐπουράνιον, ἱερώτατε Φώτιε.<br />
Ἀστράπτοντα λόγων τε καὶ διδαγμάτων χάρισι, σὲ Χριστὸς ἀνέδειξε τῷ κόσμῳ, αἱρετιζόντων ἀποσοβοῦντα ὁρμάς, καὶ ψυχὰς φωτίζοντα πιστῶν, πάντων τῶν ὑμνούντων σε, τὸν τῆς Πίστεως κήρυκα.<br />
Θεοτοκίον.<br />
Παρθένος γεγέννηκεν Υἱὸν τὸν προαιώνιον, φύσιν ἐνδυσάμενον ἀνθρώπων, ὡς ἐκδιδάσκων ὁ Ἱεράρχης φησί, καὶ σώσαντα ταύτην ἐκ φθορᾶς, πάθει τῷ τοῦ σώματος, καὶ Παρθένος διέμεινε.<br />
<br />
ᾨδὴ ς'. Τὴν θείαν ταύτην.<br />
Τὸν μέγαν ᾄσωμεν Φώτιον, τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν, τοῦ θείου Πνεύματος, ἐκ τοῦ Πατρὸς τὴν ἐκπόρευσιν, ὡς τῆς βροντῆς ὁ γόνος, ἐθεολόγησεν.<br />
Ἐρράγη ἅπαν τὸ φρύαγμα, σοῖς λόγοις Ἱερώτατε Φώτιε, τὸ τῆς αἱρέσεως· διὸ πιστῶν ἡ ὁμήγυρις, λαμπροτελῶς τιμᾷ σου, τὴν μνήμην Ἅγιε.<br />
Σκιρτᾷ καὶ πᾶσα εὐφραίνεται, ὁμήγυρις πιστῶν ἡ ὀρθόδοξος, πάντιμε Φώτιε, τοῦ Γρηγορίου ὁρῶσά σε, καὶ Χρυσοστόμου ὄντως, σεπτὸν διάδοχον.<br />
Θεοτοκίον.<br />
Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην, κατεπειγόμενος.<br />
Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ στρατηγῷ.<br />
Τῆς Ἐκκλησίας ὁ φωστὴρ ὁ τηλαυγέστατος, καὶ Ὀρθοδόξων ὁδηγὸς ὁ ἐνθεώτατος, στεφανούσθω νῦν τοῖς ἄνθεσι τῶν ᾀσμάτων, ἡ θεόφθογγος κιθάρα ἡ τοῦ Πνεύματος, ὁ στερρότατος αἱρέσεων ἀντίπαλος, ᾧ καὶ κράζομεν· χαῖρε πάντιμε Φώτιε.<br />
Ὁ Οἶκος. Ἄγγελος πρωτοστάτης.<br />
Ἄγγελος ἐξ ἀνθρώπων, ἀνεδείχθης ὦ Πάτερ, ἐκ γῆς πρὸς τὰ οὐράνια φθάσας· διὸ σὺν ἀσωμάτοις χοροῖς, ἁμιλλώμενόν σε θεωρῶν, Ὅσιε, ἐξίσταμαι καὶ πόθῳ σοι κραυγάζω εὐλαβῶς τοιαῦτα.<br />
Χαῖρε, δι' οὗ Τριὰς προσκυνεῖται. <br />
Χαῖρε, δι' οὗ Θεὸς ἀνυμνεῖται. <br />
Χαῖρε, Ὀρθοδόξων κανὼν ὁ εὐθύτατος. <br />
Χαῖρε, ἀνομοῦντας ἐλέγχων στερρότατα. <br />
Χαῖρε, ὕψος ταπεινώσεως δυσανάβατον πολλοῖς. <br />
Χαῖρε, βάθος διακρίσεως δυσθεώρητον θνητοῖς. <br />
Χαῖρε, ὅτι ἐγένου τοῦ Θεοῦ θεῖος θύτης. <br />
Χαῖρε, ὅτι προσάγεις τῷ Θεῷ σεσῳσμένους. <br />
Χαῖρε, Θεοῦ Μαρτύρων ὁμόσκηνε.<br />
Χαῖρε, σεπτῶν Ὁσίων συνόμιλε. <br />
Χαῖρε, δι' οὗ δυσσεβεῖς καθαιροῦνται. <br />
Χαῖρε, δι' οὗ πιστοὶ βεβαιοῦνται. <br />
Χαῖρε, πάντιμε Φώτιε.<br />
Τῷ αὐτῷ μηνὶ ς', μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.<br />
Στίχ. Θνῄσκων Φώτιος, οὐ ταράττομαι λέγει. Πρὸς τὴν τελευτήν, ὢν προητοιμασμένος.<br />
Ἕτεροι.<br />
Ἤστραψε τοῖς λόγοις Φώτιος μέγας, Φῶς εὐσεβέσι, πῦρ δ' ἐναντίους φλέγον·<br />
Ἄντυγ' ἐς Οὐρανίην ἀναδέδρομε Φώτιος ἕκτῃ.<br />
Οὗτος ὁ τρισμακάριος Ἱεράρχης, ὁ μέγας καὶ λαμπρὸς τῆς Ἐκκλησίας πατὴρ καὶ Διδάσκαλος, Φώτιος ὁ Σοφώτατος καὶ ἁγιώτατος, ὁ Ὁμολογητὴς τῆς πίστεως καὶ Ἰσαπόστολος, ἤκμασεν ἐν τοῖς χρόνοις τῶν βασιλέων καὶ αὐτοκρατόρων Μιχαὴλ υἱοῦ Θεοφίλου, Βασιλείου τοΰ Μακεδόνος, καὶ Λέοντος τοῦ υἱοῦ αὐτοῦ. Τούτῳ πατρὶς μὲν ἐπίγειος, Κωνσταντινούπολις ἡ μεγαλώνυμος καὶ τῶν πόλεων ἡ βασιλεύουσα, οὐράνιος δέ, ἡ ἄνω Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ ἀνώλεθρος, πατέρες δὲ περιφανεῖς εὐγένειά τε τῇ κατὰ σάρκα οὐχ ἧττον ἢ πίστει τῇ ὀρθοδόξῳ, ὑπὲρ ἧς καὶ μαρτυρικῷ στεφάνῳ διακεκόσμηνται, ἀθλήσαντες οἱ οὐρανόφρονες καὶ καρτεῥόψυχοι ὑπὲρ τῆς τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, ὡς ἔοικε, τιμῆς καὶ προσκυνήσεως. Τοῖς πρωτίστοις δὲ τῶν βασιλικῶν ἀξιωμάτων πρότερον διαπρέψας, καὶ βίον ἀείποτε ἐνάρετον καὶ θεοφιλῆ ἐξασκήσας, τοὺς τῆς Ἐκκλησίας ἔπειτα ποιμεναρχικοὺς παραλαμβάνει οἴακας, ἐπὶ τὸν Ἀποστολικὸν καὶ Οἰκουμενικὸν Πατριαρχικὸν Θρόνον τῆς Κωνσταντινουπόλεως προβιβασθείς. Τοῦ γὰρ ἐν Ἁγίοις Ἰγνατίου βίᾳ βασιλικῇ ἐπιβληθέντος τοῦ θρόνου, καὶ τῆς Ἐκκλησίας ἐντεῦθεν χηρευούσης, μηδ' ὄντος ἄλλως δυνατοῦ διαμένειν ταύτην ἄνευ Ἐπισκόπου, ὁ ἐν Ἁγίοις Φώτιος, βίᾳ ὑπαχθεὶς καὶ βασιλικῇ δυναστείᾳ, διαδέχεται κανονικῶς τὸν ἱερὸν Ἰγνάτιον, γενόμενος πρότερον Μοναχός, καὶ τοὺς κατὰ τάξιν τῆς Ἱερωσύνης λαβὼν βαθμούς. Καὶ οἵους μὲν ἀγῶνας διήνυσεν ὁ τρισόλβιος ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως κατὰ Μανιχαίων καὶ Εἰκονομάχων καὶ ἄλλων αἱρετικῶν, καὶ πρὸ πάντων κατὰ τῆς τότε πρῶτον ἀναφανείσης Παπικῆς αἱρέσεως, ἧς τὸν ἀρχηγὸν καὶ τοῦ Λατινικοῦ σχίσματος πατέρα, Νικόλαον τὸν ἀλάστορα Ῥώμης Πάπαν, γραφικαῖς καὶ πατρικαῖς ἀποδείξεσιν ἐξελέγξας, καὶ ἐνδίκως καθελών, τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς ἐξωστράκισε, τῷ ἀναθέματι παραπέμψας· οἵους δὲ διωγμοὺς καὶ κινδύνους, οἵας δὲ ἐπιβουλὰς καὶ καταδρομάς, οἵας δὲ καὶ τὰς κακώσεις καὶ τὰς ἀπανθρώπους βασάνους ὑπέστη χριστομιμήτως ὁ καρτερόψυχος θεορρήμων, ὁ στερρὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος Ἱεράρχης, ὑπὸ τῶν Σχισματικῶν Λατίνων, καὶ τῶν τῆς αἱρέσεως τοΰ Παπισμοῦ θιασωτῶν, ἀνθρώπων κακούργων καὶ ψευδολόγων, ἀνθρώπων παρανόμων, ἀνοσίων καὶ μιαιφόνων, ἡ κατ' αὐτὸν εἰς πλάτος ἱστορία διέξεισι. Τοσοῦτον δὲ μόνον εἰπεῖν ἐνταῦθα περὶ αὐτοῦ ἀναγκαῖον, ὅτι ὁ μακάριος, ἱερουργήσας ὡς ἄλλος Παῦλος τὸ Εὐαγγέλιον, ἅπαν μὲν τὸ τῶν γενναίων Βουλγάρων ἔθνος μετὰ καὶ τοῦ Βασιλέως αὐτῶν τὴν εἰς Χριστὸν ἀμώμητον πίστιν μυσταγωγήσας τῷ τοῦ θείου Βαπτίσματος λουτρῷ ἀνεγέννησε, πολλοὺς δὲ καὶ ἐκ διαφόρων αἱρέσεων, Ἀρμενίους, Εἰκονομάχους καὶ ἄλλους ἑτεροδόξους εἰς τὴν Καθολικὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐπέστρεψε, λόγους ἐκθεὶς πλήρεις χάριτος καὶ σοφίας καὶ ἀληθείας, δι' ὧν τὰ τῶν κακοδόξων φρονήματα κατεβρόντησε· καὶ τῷ μὲν σταθερῷ τοῦ φρονήματος καὶ ἀτρέπτῳ τὸν βασιλοκτόνον καὶ ἀγνώμονα Βασίλειον τὸν Αὐτοκράτορα καταπλήξας, τῷ δὲ ἔνθερμα καὶ κατ' ἐπίγνωσιν αὐτοῦ ζήλῳ πάσης ἑτεροδιδασκαλίας τὰ ζιζάνια ἐκριζώσας, ἔμπλεως ὡς οὐδεὶς τῶν κατ' αὐτὸν τῆς ἀποστολικῆς διδασκαλίας ἀνεφάνη. Οὕτως οὖν ὁσίως καὶ εὐαγγελικῶς ποιμάνας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, καὶ δὶς μὲν ἀναβὰς ἄκων εἰς τὸν θρόνον, δὶς δὲ τούτου βίᾳ τυραννικῇ ἐξωσθείς, πολλὰ δὲ καὶ διάφορα συγγράμματα καταλιπὼν τῇ Ἐκκλησίᾳ καὶ τῷ λαῷ τοῦ Θεοῦ, ἄριστα πάντα καὶ σοφώτατα, καὶ οἷα ὁ πᾶς αἰὼν δικαίως ἀποθαυμάσει· διὰ γὰρ πάσης ἐλθὼν ἰδέας παιδεύσας, ἐν ἑκάστῃ τὸ κράτος ἐκτήσατο· πολλὰ δὲ καὶ καμὼν ὑπὲρ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης, ἐξεδήμησεν ἁγίως πρὸς Κύριον ὁ πολύαθλος, ὑπερόριος ἐν τῇ τῶν Ἀρμενιανῶν Μονῇ, ὡς ἐν Κομάνοις ὁ θεῖος Χρυσόστομος. Τὸ δὲ ἱερὸν καὶ πάντιμον αὐτοῦ σῶμα ἐναπετέθη ἐν τῇ Μονῇ τῇ λεγομένῃ τῆς Ἐρημίας ἢ Ἠρεμίας. Καὶ πάλαι μὲν ἐτελεῖτο ἡ ἁγιωτάτη αὐτοῦ Σύναξις ἐν τῷ Προφητείῳ, ἤτοι Ναῷ τοῦ Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῷ ὄντι ἐν τῇ εἰρημένῃ Μονῇ τῆς Ἠρεμίας, νῦν δὲ τελεῖται ἐν τῇ κατὰ Χάλκην ἱερᾷ καὶ Πατριαρχικῇ Μονῇ τῆς Ἁγίας Τριάδος, ἔνθα ἤδη συνέστη καὶ ἡ Θεολογικὴ Σχολὴ τῆς Μεγάλης τοΰ Χριστοῦ Ἐκκλησίας.<br />
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, ἐπισκόπου Σμύρνης.<br />
Στίχ. Σμύρνης ὁ Ποιμὴν Βουκόλος θυηπόλος. Ἄγρυπνός ἐστι καὶ θανὼν ποίμνης φύλαξ.<br />
Ἀγλαὸν ἡελίοιο λίπε Βουκόλος ἕκτῃ.<br />
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοΰ ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν<br />
Ἐμέσῃ.<br />
Στίχ. Χριστὸς τέτρηται χεῖρας ἥλοις καὶ πόδας. Ἰουλιανὸς προστίθησι καὶ κάραν.<br />
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Μάρτυρος Φαύστης καὶ τῶν σὺν αὐτῇ Εὐϊλασίου καὶ Μαξίμου.<br />
Στίχ. Τρεῖς Μάρτυρες πάσχουσιν ἰχθύων πάθος. Κοινῇ τυχόντες ὀργάνου τοῦ τηγάνου.<br />
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Φαύστου, Βασιλείου καὶ Σιλουανοῦ, καὶ τῶν ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Δαρείου.<br />
Στίχ. Τριῶν συνάθλων, ἕν διὰ ξίφους τέλος. Οἵ τὸν Θεὸν φρονοῦσιν ἕν τε καὶ τρία.<br />
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βαρσανουφίου.<br />
Στίχ. Ἐκ γῆς συνέστη σῶμα Βαρσανουφίου. Καὶ γῆν ὑπῆλθε, τὴν ἑαυτοῦ μητέρα.<br />
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐπικαλουμένου Προφήτου, μαθητοῦ τοῦ ἁγίου Βαρσανουφίου.<br />
Στίχ. Δίκαιόν ἐστιν, ὦ Ἰωάννη, ἅμα<br />
Τάττειν σε ᾧδε, τῷ φίλῳ διδασκάλῳ.<br />
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ἰωάννης ὁ ἐν Λυκῷ τῇ πόλει, ἐν εἰρήνῃ τελειοῦται.<br />
Στίχ. Τὸν ἐν Λυκῷ δὲ ποῦ Ἰωάννην θέμις, Τάττειν ὅτι μή, ᾧδ' Ἰωάννῃ ἅμα;<br />
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.<br />
<br />
ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.<br />
Μεταβέβηκας θέοφρον πρὸς Οὐράνια, Πάτερ σκηνώματα, καὶ προσπελάσας Θεῷ, μεθέξει θεουμένος ἔνθεος γέγονας, ψάλλων Ὅσιε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.<br />
Νουθετούμενοι σοῖς λόγοις διδασκόμεθα, Πάτερ πανεύφημε, ὡς ἐν Ἡλίοις τρισίν, ἀμέριστον ἄτμητον σέβειν Θεότητα, ᾗ καὶ ψάλλομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.<br />
Ὡς πανίερος ἡ θεία καὶ θεάρεστος, ὁμολογία σου· ὡς γὰρ χρυσὸς καθαρθείς, Θεῷ εὐηρέστησας Πάτερ τρισόλβιε, ἀγαλλόμενος, τῇ ἐκμιμήσει Ὅσιε, τῶν παθῶν τῶν τοῦ Σωτῆρος.<br />
Θεοτοκίον.<br />
Πᾶσι πρόξενος ἀνθρώποις ἐναπέφηνας, θείας λυτρώσεως, τὸν Λυτρωτὴν τοῦ παντός, τεκοῦσα Πανάμωμε ᾧ πάντες ψάλλομεν' ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.<br />
ᾨδὴ η'. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.<br />
Ῥέουσι πηγαὶ τῶν σῶν δογμάτων, καὶ πᾶσαν τὴν Ἐκκλησιαν καταρδεύουσι, Φώτιε πανθαύμαστε· ὅθεν εὐφημοῦμέν σε, ὡς Ὀρθοδόξων ἔρεισμα Πάτερ καὶ καύχημα, τὸν Κύριον ὑμνοῦντες ἀπαύστως, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.<br />
Ὅρμῳ γαληνῷ σὺ προσωρμίσθης, τοῦ βίου τὰς τρικυμίας ἀπωσάμενος· εἶχες γὰρ ἰθύνοντα, πᾶσαν τὴν πορείαν σου, τὸν κυβερνήτην Κύριον Φώτιε πάνσοφε, τὸν νεύματι τὰ πάντα ποιοῦντα· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.<br />
Φῶς τὸ τριλαμπὲς τῆς ὑπερθέου, Τριάδος ἐν σοὶ σκηνῶσαν φῶς σε<br />
δεύτερον, ἔδειξε φωτίζοντα, δῆμον μὲν Ὀρθόδοξον, αἱρετικὴν δὲ φάλαγγα Πάτερ ἀμβλύνοντα, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.<br />
Θεοτοκίον.<br />
Ῥόδον ἐν ἀκάνθαις εὑρηκώς σε, καὶ ἄνθος ἐν ταῖς κοιλάσι τὸ πανεύοσμον, κρίνον τε πανάσπιλον, Δέσποινα θεόνυμφε, ὁ σὸς νυμφίος ἄνωθεν ἐν σοὶ ἐσκήνωσε, καὶ κόσμον εὐωδίασε πάντα, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.<br />
ᾨδὴ θ'. Ἅπας γηγενής.<br />
Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, ὑπέρλαμπρον φωστῆρα.<br />
Ὅλον ἐμαυτόν, προσάγω θεσπέσιε τῇ θείᾳ σκέπῃ σου· ὡς Ἄρχιεῥάρχης δέ, τὴν ἐξουσίαν λύειν τὰ πταίσματα, παρὰ Χριστοῦ δεξάμενος ἐμῶν σφαλμάτων σειράς, διαρρήξας, σῶσόν με πρεσβείαις σου, καὶ τῷ θείῳ φωτὶ καταλάμπρυνον.<br />
Μεγάλυνον ψυχή μου, τὸν κεκοσμηκότα, Χριστοῦ τὴν Ἐκκλησίαν.<br />
<br />
Ἤρθης πρὸς τὸ φῶς, τὸ ἄδυτον ἔνδοξε Πάτερ γηΐνων ῥυσθείς, καὶ<br />
τῷ Παντοκράτορι καὶ τρισηλίῳ φωτὶ παρίστασαι, μετὰ τῶν ἄνω Τάξεων καὶ τῇ ἐκεῖθεν τρυφᾷς, πεμπομένῃ, λάμψει τρισμακάριε, καὶ ἡμᾶς φρυκτωρεῖς τοὺς ὑμνοῦντάς σε.<br />
Δόξα...<br />
Μεγάλυνον ψυχή μου, τῆς τρισυπόστατου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.<br />
Ὥς τις ἀριστεύς, ἐφάνης κατήγορος πλάνης αἱρέσεως· τῆς Ὄρθοδοξίας δέ, Ἱεροκήρυξ θεῖος συνήγορος, σὺν Ἰγνατιῳ Φώτιε οὗ καὶ διάδοχος, καὶ τῶν τρόπων, καὶ τοῦ θρόνου γέγονας, καὶ πρεσβεύεις μεθ' οὗ πρὸς τὸν Κύριον.<br />
Καὶ νῦν... Θεοτοκίον.<br />
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.<br />
Ὅλον με Θεός, θεῶσαι βουλόμενος ὅλος ἑνοῦταί σοι, καὶ τὸ ἀκατάληπτον, καινοτομεῖται πᾶσι Μυστήριον· τίκτεις Παρθένος ἄφθοῥος καὶ σὰρξ ὁρᾶται Θεός· ὃν ὑμνοῦντες, σὲ νῦν μακαρίζομεν, Μαριὰμ ὡς αὕτη προεφήτευσας.<br />
<br />
Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.<br />
Προστάτην σε θερμότατον, ἡ Ἐκκλησία κέκτηται, λαμπρὸν διδάσκαλον Πάτερ· διὸ φαιδρῶς τὴν σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν ποίμνην σου, καὶ φύλαττε ἀπήμονα, αἱρέσεώς τε καὶ βλάβης, Ἀρχιεράρχα Κυρίου.<br />
Καὶ τῆς Ἑορτῆς.<br />
Εἰς τοὺς Αἴνους.<br />
Ἱστῶμεν στίχ. δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ'.<br />
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.<br />
Τῆς Ἐκκλησίας τὸν θεῖον, ἀνευφημήσωμεν, Ἀρχιεράρχην ὄντως, καὶ διδάσκαλον μέγαν, τὸν κήρυκα τοῦ λόγου τὸν θαυμαστόν, Ἰσαπόστολον Φώτιον· καὶ γὰρ ἐπέστη ἡ τούτου πανευκλεής, μνήμη ἅπαντας εὐφραίνουσα.<br />
<br />
Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Φώτιε, ὡς τῆς εἰρήνης φίλον,<br />
τῆς ἀγάπης ἐργάτην, καὶ στήλην σωφροσύνης καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ ἰαμάτων ταμεῖον καὶ πρεσβευτήν, τῶν τιμώντων σε μακάριε.<br />
<br />
Τοῖς Ἀποστόλοις συνήφθης, ὡς Ἰσαπόστολος· καὶ γὰρ σὺ Βουλγαρίας, Σλαβικῆς τε ἁπάσης, φυλῆς ὁ θεῖος κήρυξ ἀναδειχθείς, τῷ Χριστῷ ταύτην ἤγαγες, ἀναγεννήσας βαπτίσματι τῷ σεπτῷ, ἣν καὶ φύλαττε Ὀρθόδοξον.<br />
<br />
Τοῦ ἐπὶ γῆς Ἑωσφόρου, φυσιωθέντος δεινῶς, καὶ θρόνον αὐτοῦ θέντος, ὑπεράνω τῶν ἄστρων, πρῶτος σὺ ζηλώσας ὡς Μιχαήλ, ἀνεβόησας ἔνδοξε· Στῶμεν καλῶς στῶμεν πάντες ἐν ταῖς σεπταῖς, τῶν Πατέρων παραδόσεσι.<br />
Δόξα... Ἦχος πλ. α'.<br />
Ὅπου ἐπικληθῇ σου τὸ ὄνομα φερώνυμε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσβλέπειν ὁ πεσὼν Ἑωσφόρος· διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Ἱεράρχα Φώτιε.<br />
Καὶ νῦν... Τῆς Ἑορτῆς. Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.<br />
<br />
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ<br />
Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ἡ γ' ᾠδή, καὶ τοῦ Ἁγίου ἡ ς'.<br />
Ἀπόστολον καὶ Εὐαγγέλιον, ζήτει Νοεμβρίου ιγ'.<br />
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...<br />
Μεγαλυνάριον.<br />
Χαίροις ὁ λαμπρότατος τῆς Χριστοῦ, Ἐκκλησίας μύστης, Ὀρθοδόξων προασπιστής, κακοδόξων μάστιξ, Ἱεραρχίας κλέος, ὁ μέγας θεοφάντωρ, Φώτιε Ἅγιε.<br />
Ἀπολυτίκια.<br />
Τοῦ Ἁγίου Φωτίου. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.<br />
Τῆς σοφίας ἐκφάντωρ λαμπρὸς γενόμενος, Ὀρθοδοξίας ἐδείχθης θεοπαγὴς προμαχών, τῶν Πατέρων καλλονή, Φώτιε μέγιστε· σὺ γὰρ αἱρέσεων δεινῶν, στηλιτεύεις τὴν ὀφρύν, Ἑώας τὸ θεῖον σέλας, τῆς Ἐκκλησίας λαμπρότης, ἣν διατήρει Πάτερ ἄσειστον.<br />
Κοντάκια.<br />
Τοῦ Ἁγίου Φωτίου. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.<br />
Τῆς Ἐκκλησίας ὁ φωστὴρ ὁ τηλαυγέστατος καὶ <br />
Ὀρθοδόξων ὁδηγὸς ὁ ἐνθεώτατος <br />
Στεφανούσθω νῦν τοῖς ἄνθεσι τῶν ᾀσμάτων.<br />
Ἡ θεόφθογγος κιθάρα ἡ τοῦ Πνεύματος, <br />
Ὁ στερρότατος αἱρέσεων ἀντίπαλος· <br />
ᾯ καὶ κράζομεν, χαῖρε πάντιμε Φώτιε.<br />
Μεγαλυνάρια.<br />
Τοῦ Ἁγίου Φωτίου.<br />
Χαίροις Ὀρθοδόξων φωταγωγέ, καὶ τῆς Ἐκκλησίας, νυμφοστόλε καὶ ὁδηγέ· χαίροις κακοδόξων, ἡ δίστομος ῥομφαῖα, ὦ Φώτιε τρισμάκαρ, ῥητόρων ἔξοχε.<br />
<br />
Τῌ ς' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ.<br />
<br />
Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.<br />
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ<br />
Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ἡ γ' ᾠδή, καὶ τοῦ Ἁγίου ἡ ς'.<br />
ᾨδὴ γ΄ Ὁ Εἱρμός,<br />
»Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω τῷ τιμίῳ σου αἵματι.<br />
Ὁ πρωτότοκος, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, Πρωτότοκος νήπιος Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρα προτείνων ἐπέφανε.<br />
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, Πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.<br />
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.<br />
Κάθισμα, Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.<br />
Ἐν τῷ ὄρει τῷ Σινᾷ πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ· νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς, ἐνηγκαλίσατο· καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.<br />
<br />
ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.<br />
Λαλήσας εἰς ὕψος βλασφημίαν, τῆς Δύσεως δράκων ὁ δεινός, τοῖς λόγοις σου πεφίμωται, φωστὴρ θεοειδέστατε· διὸ καὶ οἱ Ὀρθόδοξοι, ἀξιοχρέως τιμῶμέν σε.<br />
<br />
Νεκροῦται αἱρέσεως ὁ ὄφις, τοῖς λόγοις σου Πάτερ τοῖς σοφοῖς, ὡς λίθος προσβαλλόμενος καὶ κάραν συντριβόμενος· διόπερ Ἐκκλησία τε, ἀξιοχρέως γεραίρει σε.<br />
Γραφῶν παραστάσεσι γενναίαις, τὴν χάριν τοῦ Πνεύματος σοφέ, κοινὴν εἶναι ἀπέδειξας, καὶ Πνεῦμα ὀνομάζεσθαι, τὴν τούτου δὲ ὑπόστασιν, ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι.<br />
Θεοτοκίον.<br />
Ἀνάρχου Γεννήτορος ὁ Λόγος, ὁ πάσης ἀνώτερος ἀρχῆς, ἀρχὴν νῦν σωματούμενος, ἐκ σοῦ Ἁγνὴ ἐδέξατο, καὶ ὑπὸ χρόνον γέγονεν, ὁ χρόνων πάντων ὑπέρτερος.<br />
<br />
ᾨδὴ ς'. Τὴν θείαν ταύτην.<br />
Τὸν μέγαν ᾄσωμεν Φώτιον, τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν, τοΰ θείου Πνεύματος, ἐκ τοῦ Πατρὸς τὴν ἐκπόρευσιν, ὡς τῆς βροντῆς ὁ γόνος, ἐθεολογησεν.<br />
Ἐρράγη ἅπαν τὸ φρύαγμα, σοῖς λόγοις Ἱερώτατε Φώτιε, τὸ τῆς αἱρέσεως· διὸ πιστῶν ἡ ὁμήγυρις, λαμπροτελῶς τιμᾷ σου, τὴν μνήμην Ἅγιε.<br />
Σκιρτᾷ καὶ πᾶσα εὐφραίνεται, ὁμήγυρις πιστῶν ἡ ὀρθόδοξος, πάντιμε Φώτιε, τοΰ Γρηγορίου ὁρῶσά σε, καὶ Χρυσοστόμου ὄντως, σεπτὸν διάδοχον.<br />
Θεοτοκίον.<br />
Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην, κατεπειγόμενος.<br />
<br />
<br />
Προκείμενον. Ἦχος α . [Ψαλμὸς μη΄ 48] Στίχος: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν <br />
Στίχος: Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.<br />
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου<br />
Κεφ. 7: 26-28, 8: 1-2<br />
Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ<br />
τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ• τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν<br />
νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὒκ ἄνθρωπος.<br />
Ἀλληλούϊα [γ]. Ἦχος β’ [Ψαλμὸς 36].<br />
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν. <br />
Στίχ. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.<br />
Εἰς τὴν Λειτουργίαν<br />
Ἐκ τοῦ κατὰ Ἰωάννην.<br />
Κεφ. 10: 9-16<br />
Εἶπεν ὁ Κύριος• Ἐγώ εἰμι ἡ θύρα• δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται• καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ<br />
περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. <br />
Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει• καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός<br />
ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν<br />
προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνα με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι• καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.<br />
<br />
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιοι. Ἀλληλούϊα. <br />
Μεγαλυνάριον.<br />
Χαίροις ὁ λαμπρότατος τῆς Χριστοῦ, Ἐκκλησίας μύστης, Ὀρθοδόξων προασπιστής, κακοδόξων μάστιξ, Ἱεραρχίας κλέος, ὁ μέγας θεοφάντωρ, Φώτιε Ἅγιε.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com4tag:blogger.com,1999:blog-296943768403349493.post-11039493181817197172012-01-27T14:33:00.000-08:002012-01-27T14:33:01.472-08:00ΔΗΜΗΤΡΙΑΝΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΜΑΣΟΥ<a title="View ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΑΝΟΣ on Scribd" href="http://www.scribd.com/doc/79627442/%CE%91%CE%93%CE%99%CE%9F%CE%A3-%CE%94%CE%97%CE%9C%CE%97%CE%A4%CE%A1%CE%99%CE%91%CE%9D%CE%9F%CE%A3" style="margin: 12px auto 6px auto; font-family: Helvetica,Arial,Sans-serif; font-style: normal; font-variant: normal; font-weight: normal; font-size: 14px; line-height: normal; font-size-adjust: none; font-stretch: normal; -x-system-font: none; display: block; text-decoration: underline;">ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΑΝΟΣ</a><iframe class="scribd_iframe_embed" src="http://www.scribd.com/embeds/79627442/content?start_page=1&view_mode=list&access_key=key-205p74wx96ewtf9bm8m2" data-auto-height="true" data-aspect-ratio="0.641509433962264" scrolling="no" id="doc_19815" width="100%" height="600" frameborder="0"></iframe><script type="text/javascript">(function() { var scribd = document.createElement("script"); scribd.type = "text/javascript"; scribd.async = true; scribd.src = "http://www.scribd.com/javascripts/embed_code/inject.js"; var s = document.getElementsByTagName("script")[0]; s.parentNode.insertBefore(scribd, s); })();</script>filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-2857058361937391792012-01-11T12:36:00.000-08:002012-01-11T12:36:07.602-08:00ΑΓΙΑ ΝΙΝΑ ΤΗΣ ΓΕΩΡΓΙΑΣ ΙΑΝΟΥΑΡΙΟΥ 14Τῌ 14η ΙΑΝΟΥΑΡΙΟΥ<br />
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΕΝΔΟΞΟΥ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΡΙΑΣ ΝΙΝΑΣ ΤΗΣ ΓΕΩΡΓΙΑΣ(ΣΥΓΓΕΝΟΥΣ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ).<br />
<br />
ΠΟΙΗΜΑ ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ<br />
<br />
<br />
<br />
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ<br />
<br />
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν γ' τῆς ἑορτῆς, καὶ γ' τῆς ἁγίας.<br />
<br />
Ἦχος β΄.<br />
<br />
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομιος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· ῎Ιδε ὁ λυτρούμενος τὸν ᾽Ισραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς.῏ Ω ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.<br />
<br />
Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν όρῶσαι ἀγγέλων Στρατιαί· φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός· Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.<br />
<br />
Τὰ ᾽Ιορδάνεια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο· κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς· κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ βαπτισμοῦ. ῏Ω ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.<br />
<br />
Καὶ τῆς ἁγίας.<br />
<br />
Ἦχος ὁ αὐτός. ῞Οτε ἐκ τοῦ ξύλου.<br />
<br />
Ὅτε τοῦ Ποιμένος τῆς Σιών, ταῖς χερσὶ τὴν χάριν ἐδέξω, τοῦ θείου Πνεύματος, Νίνα παμμακάριστε, τότε ἐβάδισας, ᾽Αποστόλων τοῖς ἴχνεσι, καὶ εἰς Γεωργίαν, πίστιν τὴν σωτήριον, Χριστοῦ ἐκήρυξας, πράξεσιν ἐμπρέπουσα θείαις, καὶ τῇ ἐνεργείᾳ θαυμάτων, βεβαιοῦσα κήρυγμα τὸ ἔνθεον.<br />
<br />
Ὅτε ὡς λαμπὰς θεοφεγγής, ἐν τῇ Γεωργίᾳ ἐπέστης, Νίνα θεόληπτε, τότε πρὸς ἐπίγνωσιν, Χριστοῦ ὡδήγησας, ταῖς ἀκτῖσι τῶν λόγων σου, καὶ τοῖς θαυμασίοις, τοὺς ἐν σκότει πρότερον, πλάνης καθεύδοντας· ῞Οθεν ὡς ἀπόστολον θεῖον, καὶ Εὐαγγελίου<br />
σε μύστιν, καὶ στηλογραφίαν μακαρίζομεν.<br />
<br />
Ὤφθης ἀπαρχὴ πνευματική, καὶ εὐαγγελίστρια θεία, λόγου τῆς χάριτος, ἐν ἁγίῳ Πνεύματι, Νίνα πανεύφημε, τοῖς ἐν πλάνῃ καθεύδουσι, λαοῖς Γεωργίας, οὓς καὶ καθωδήγησας, πρὸς τὸν Σωτῆρα Χριστόν. ῞Οθεν τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει τελοῦντες, τοὺς λαμπροὺς ἀγῶνάς σου γεραίρομεν.<br />
<br />
Δόξα.. Ἦχος β΄.<br />
<br />
Ἀποστολικὴν πορείαν ἀνύσασα, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, κῆρυξ γέγονας, ἐν δυνάμει Πνεύματος, Νίνα μακαρία· ἀνατεθεῖσα γὰρ Κυρίῳ, ἱεροῦ ποιμένος, ταῖς χερσί, γυναικείαν ἀσθένειαν ὑπερεῖδες, καὶ ἐν ἀνδρείῳ φρονήματι, τῆς εὐσεβείας γεωργεῖς, τοῖς ἐν Γεωργίᾳ λαοῖς τὸν σπόρον, καὶ θαύμασιν ἐκφαίνεις, τὴν τῶν λόγων ἀλήθειαν· διὸ Χριστὸς ὁ πάντων Κύριος, λαμπρῶς σε ἐδόξασεν· ᾧ πρέσβευε δεόμεθα ῾Αγία, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Καὶ νῦν. ῾0 αὐτός.<br />
<br />
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.<br />
<br />
Εἴσοδος, Φῶς ἱλαρόν,<br />
τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.<br />
<br />
Παροιμιῶν τὸ ἀνάγνωσμα.<br />
( Κεφ. λα' 10, 26)<br />
<br />
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. ᾽Εγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)<br />
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκἀταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.<br />
<br />
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. <br />
(Κεφ. δ', 7-15)<br />
<br />
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
<br />
Εἰς τὴν ΛΙΤΗΝ ᾽Ιδιόμελα.<br />
<br />
῏Ηχος α΄.<br />
<br />
Ἐξ εὐσεβοῦς ἀνθήσασα ῥίζης, τοῦ ἁγίου Πνεύματος τοὺς καρπούς, πλουσίως ἐξήνεγκας, Νίνα θεόληπτε· κλήσει γὰρ ἁγίᾳ, ἐν μυστικῇ ἐμφανείᾳ, τῆς τοῦ Σωτῆρος μητρός, προθύμως ἐπορεύθης καὶ τὸν θεῖον Σταυρόν, παρ' αὐτῆς δεξαμένη, ξένα καὶ παράδοξα δι' αὐτοῦ εἰργάσω, καὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, τὸ μυστήριον ἐδόξασας· καὶ νῦν τῆς δόξης αὐτοῦ κατατρυφῶσα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
<br />
Ἦχος β΄.<br />
<br />
Ἐκ Σιὼν τῆς ἁγίας, ὡς ἡγιασμένη τὴν ψυχήν, εἰς χώραν μακρὰν παραγέγονας, καὶ ταύτην κατεφώτισας, λόγοις καὶ θαύμασιν ἐν δυνάμει πίστεως, Νίνα θεόπνευστε· Χριστὸς γὰρ σὲ προσήκατο, ὡς πλήρη θείου ζήλου, καὶ ἐν σημείοις καὶ τέρασι, περιφανῆ σε ἀνέδειξε, πρὸς σωτηρίαν τῶν δεχομένων τὸν λόγον σου.<br />
<br />
Ἦχος γ΄.<br />
<br />
Τῇ τοῦ Σταυροῦ ἐπιδόσει, ὑπὸ τῆς ἁγνῆς Θεομήτορος, κόσμῳ παντὶ ἐσταύρωσαι, κατὰ Παῦλον τὸν μέγαν, Νίνα ἐν γυναιξὶν<br />
ἀξιοθαύμαστε ἰσαπόστολε· καὶ ἀποστολικοῖς ἴχνεσιν, ἀκλινῶς πορευθεῖσα, τοῖς ἐν σκότει καὶ σκιᾷ τῆς ἀπάτης, καθημένοις λαοῖς, ὡς ὄρθρος φαεινὸς ἐπέφανας, τῆς δικαιοσύνης τὸν ἥλιον καταγγέλουσα· καὶ τοῖς ἐν Γεωργίᾳ τῶν ἀρετῶν τὴν ὁδὸν δείξασα, τῆς αἰωνίου ζωῆς κατηξίωσαι, τελέσασα τὸν δρόμον σου· διὸ ἐπαξίως, τὴν ἁγίαν σου κοίμησιν ἑορτάζομεν.<br />
<br />
Ἦχος δ΄.<br />
<br />
Πολιτείᾳ ἀμέμπτῳ ἐκλάμπουσα, τῆς εὐσεβείας μυσταγωγός, καὶ φυτουργὸς ἠθῶν ὁσίων, θεοφόρε Νίνα ὤφθης, τοῖς τῇ πλάνῃ ἀφρόνως βιοῦσι· Χριστὸν γὰρ ἐκήρυξας, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, τὸν διὰ σαρκὸς ἐπιφανέντα ἡμῖν Θεόν, καὶ σώσαντα ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, τῇ αὐτοῦ ἀγαθότητι.<br />
<br />
Δόξα... ῏Ηχος πλ. δ΄.<br />
<br />
Γυναικείας φύσεως, ὑπεριδοῦσα τοὺς ὅρους, πρὸς ἀνδρικοὺς ἀγῶνας ἀπεδύσω, ἰσαπόστολε Νίνα πάνσεμνε· ἐνδεδυμένη γὰρ τὴν θείαν ῥοπήν, οὐδόλως ἐνάρκησας, τοῖς προκειμένοις τοῦ εὐαγγελίου σκάμμασιν, ἀλλ' ἀνδρείως εὐηγγελίσω Χριστόν, ἀνατολὴν τὴν ἐξ ὕψους, τὴν παρέχουσαν πᾶσι, τοῖς ἐν σκότει παθῶν καθημένοις, τὸν ἀληθῆ φωτισμόν, καὶ ἱλασμὸν καὶ σωτηρίαν αἰώνιον.<br />
<br />
Καὶ νῦν. ῾0 αὐτός.<br />
<br />
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν ᾽Ιορδάνην· ἴδωμεν πάντες τὸν ᾽Ιωάννην, πῶς βαπτίζει κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· ᾽Επεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.<br />
<br />
Εἰς τὰ ἀπόστιχα ἓν τῆς ἑορτῆς<br />
Καὶ γ' τῆς ἁγίας.<br />
<br />
Τῆς ἑορτῆς. ῟Ηχος β΄.<br />
<br />
Ἐν ᾽Ιορδάνῃ ποταμῷ, ἰδών σε ὁ ᾽Ιωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε, Χριστὲ ὁ Θεός· Τί πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ' αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. ῾0 ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.<br />
<br />
Καὶ τὰ τῆς ἀγίας.<br />
<br />
῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσιν.<br />
<br />
Ὡς παρθένος θεόληπτος, τῷ Θεῷ Νίνα πάνσεμνε, σεαυτὴν ἀνέθηκας θείῳ ἔρωτι, καὶ ταῖς χερσὶ τοῦ θεόφρονος, ποιμένος τὴν δύναμιν, τοῦ Σωτῆρος τῆς Σιών, ὡς ἀήττητον θώρακα, ἐν καρδίᾳ σου, δεξαμένη τὸν ζῆλον ἐπεδείξω, τῶν ἀγίων ἀποστόλων, καὶ προθυμίαν τὴν σύντονον.<br />
<br />
Στίχ. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.<br />
<br />
Ἐν σημείοις καὶ τέρασι, καὶ θαυμάτων δυνάμεσιν, ὁ Χριστὸς πλουτίσας σε Νίνα ἔνδοξε, ἐπὶ τὰ ἔθνη τὰ πρότερον, ἀπάτῃ καθήμενα ἐξαπέστειλε σεμνή· καὶ ὡς φῶς ἐπεδήμησας, θείῳ Πνεύματι, ἐν λαοῖς Γεωργίας εὐσεβείας, τὴν ἐπίγνωσιν πανσόφως, στόματι θείῳ κηρύττουσα.<br />
<br />
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.<br />
<br />
Καθορῶντες τελούμενα, διὰ σοῦ πλεῖστα θαύματα, οἱ λαοὶ ἐξίσταντο Νίνα πάνσεμνε, καὶ ἐν καρδίᾳ ἐδέχοντο, τὸ φῶς τὸ τῆς πίστεως, τοῦ παντάνακτος Χριστοῦ· διὰ τοῦτο τιμῶμέν σε, ὡς ἀπόστολον, καὶ σοφὸν ὁδηγὸν πρὸς γνῶσιν θείαν, τῶν λαῶν<br />
τῆς Γεωργίας, καὶ σωτηρίας διδάσκαλον.<br />
<br />
Δόξα. ῏Ηχος πλ.β΄.<br />
<br />
Ἡ ἐν δυνάμει θεϊκῇ, ὡς ἀδάμας στεῤῥὸς φανεῖσα, καὶ πεπλανημένοις λαοῖς, Χριστὸν κηρύξασα, Νίνα καλλιπάρθενε, ἀποστολικοῖς πόνοις ὡμίλησας, καὶ πολὺν καρπόν, τῷ Σωτῆρι προσήγαγες. Αὐτὸν ἱκέτευε δεόμεθα, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ παθῶν ἀπολύτρωσιν, καὶ τὸ θεῖον ἔλεος.<br />
<br />
Καὶ νῦν. ῾0 αὐτός.<br />
<br />
Τὸν ἐκ Παρθένου ἥλιον, βλέπων ὁ ἐκ στείρας λύχνος φαεινός, ἐν ᾽Ιορδάνῃ αἰτούμενον βάπτισμα ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.<br />
<br />
Νῦν ἀπολύεις, τὁ Τρισάγιον καὶ τὸ ἀπολυτίκιον.<br />
<br />
῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.<br />
<br />
Τοῦ Χριστοῦ δεξαμένη τὴν θείαν δύναμιν, τῶν ἀποστόλων τὸν ζῆλον Νίνα ἐκτήσω λαμπρῶς, καὶ ἐκήρυξας Χριστοῦ τὸ Εὐαγγέλιον· ὅθεν ὡς θεῖον ὁδηγόν, μακαρίζει σε πιστῶς, ἡ χώρα τῆς Γεωργίας, ἐν ᾗ καλῶς ἠγωνίσω, καὶ τὸν Σωτῆρα ἐμεγάλυνας.<br />
<br />
Καὶ τὸ τῆς ἐορτῆς.<br />
<br />
᾽Εν ᾽Ιορδάνῃ βαπτιζομένου σου...<br />
<br />
᾽Απόλυσις.<br />
<br />
ΕΝ Τῼ ΟΡΘΡῼ<br />
Μετὰ τὴν α΄. Στιχολογίαν, κάθισμα.<br />
<br />
Ἦχος γ΄. Τὴν ώραιότητα.<br />
<br />
Ὡς καλλιπάρθενος, Νίνα πανεύφημε, Χριστῷ νενύμφευσαι, ἐνθέῳ ἔρωτι, καὶ ἠκολούθησας αὐτοῦ τοῖς ἴχνεσι θερμῷ πόθῳ· ὅθεν εἰσελήλυθας, εἰς παστάδα οὐράνιον, καὶ ὁρᾷς τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ὡραιότητος· ᾯ πρέσβευε διδόναι<br />
θεόφρον, πᾶσιν ἡμῖν πταισμάτων λύσιν.<br />
<br />
Καὶ τὸ τῆς έορτῆς, ὅμοιον.<br />
<br />
Ἐπιφανέντος σου ἐν ᾽Ιορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι· Πνεῦμα δὲ τὸ ἅγιον, ἐπὶ σὲ κατεγίνετο· ἐν ᾯ, καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ<br />
ἐν Τριάδι.<br />
<br />
Μετὰ τὴν β'. στιχολογίαν, Κάθισμα.<br />
<br />
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.<br />
<br />
Δεξαμένη θαυμαστῶς, ἐκ τῆς παρθένου καὶ ἁγνῆς, τὸν πανάγιον Σταυρόν, Νίνα θεράπαινα Χριστοῦ, τῆς εύσεβείας ἐδείχθης ὄργανον θεῖον, θαύμασι πολλοῖς, καὶ θείας πράξεως, λάμψασα σεμνή, ἐσκοτισμένοις λαοῖς, οὓς καὶ προσάγεις πρὸς θείαν ἐπίγνωσιν, ὡς ἀποστόλων ὁμότροπος· μεθ᾽ ὧν δυσώπει, Χριστὸν ἁγία, ὑπὲρ ὴμῶν τῶν τιμώντων σε.<br />
<br />
Καὶ τὸ τῆς ἑορτῆς, ὅμοιον.<br />
<br />
Ἰορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρίξαι καὶ δῦναι; οἱ ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα, καὶ πάντα τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν ᾽Ιορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.<br />
<br />
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.<br />
<br />
῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.<br />
<br />
Σιών σου ὁ πρόεδρος, χάριν διδοὺς καὶ ἰσχύν, εἰς ἔθνη ἀπέστειλε, Χριστοῦ τὴν πίστιν σεμνή, κηρύττειν τρανότατα· ὅθεν ἐν Γεωργίᾳ, γεγονυῖα ἁγία, πᾶσιν ἀνακηρύττεις, τὴν σωτήριον χάριν, καὶ δρόμον σου τὸν θεῖον, Νίνα καλῶς τετέλεκας.<br />
<br />
Καὶ τὸ τῆς ἑορτῆς, ὅμοιον.<br />
<br />
Τὰ ῥεῖθρα ἡγίασας τὰ ᾽Ιορδάνεια· τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διό σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.<br />
<br />
Τὸ α' ἀντίφωνον τοῦ δ'. ἤχου<br />
καὶ τὸ Προκείμενον.<br />
<br />
῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.<br />
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.<br />
<br />
Εὐαγγέλιον τῶν Δέκα Παρθένων.<br />
<br />
Ζήτει αὐτὸ τῷ ιζ' Σαββάτῳ τοῦ Ματθαίου.<br />
<br />
῾0 Ν' Δόξα. Ταῖς τῆς σῆς Ἁγίας...<br />
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.<br />
<br />
Ἰδιόμελον. ῏Ηχος πλ. β΄.<br />
<br />
Στίχ. ᾽Ελέησόν με ό Θεός...<br />
<br />
Τῶν ἐπιγείων ἁπάντων ὑπεριδοῦσα τὴν σχέσιν, εὐαγγελικοῖς ἀγῶσι σαὐτὴν ἐξέδωκας, Νίνα ἰσαπόστολε· καὶ γυναικείας φύσεως ἐπιλαθομένη, ἀνδρικοῖς πόνοις ἐκήρυξας, τῆς ἀληθείας τὴν ἐπίγνωσιν, ἐσκοτισμένοις λαοῖς· καὶ νῦν τῷ φωτὶ τῆς ἄνω δόξης ἐντρυφῶσα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.<br />
<br />
Ὁ Ἱερεύς· Σῶσον ὁ Θεός.<br />
<br />
Εἶτα οἱ κανόνες, τῆς ἑορτῆς καὶ τῆς ἁγίας ὁ ἑξῆς οὗ ἡ ἀκροστιχίς·<br />
«Τὴν ἰσαπόστολον Νίναν μέλπω, Γερασίμου».<br />
<br />
<br />
ᾨδὴ α΄. ῏Ηχος β΄. Δεῦτε λαοί.<br />
Ταῖς τοῦ Χριστοῦ, πυρσευομένη λαμπρότησι, τὸν νοῦν μου φωταγώγησον, ταῖς ἱκεσίαις σου, ἰσαπόστολε Νίνα, ὅπως ὑμνολογήσω, τὰς ἀριστείας σου.<br />
<br />
Ἤρθης σεμνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, ἁπάντων ἀλογήσασα, νοῒ θεόφρονι, καὶ Χριστοῦ τῇ ἀγάπῃ ὁλικῶς ἀνετέθης Νίνα θεόληπτε.<br />
<br />
Νύμφη Χριστοῦ, Νίνα σαφῶς ἐχρημάτισας, παρθενικῇ λαμπρότητι περιαστράπτουσα, καὶ τὸν ἔνθεον ζῆλον, τῶν θείων ἀποστόλων, καταπλουτήσασα.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἵνα Θεός, κόρη θεώσῃ τὸν ἄνθρωπον, σάρκα ἐκ σοῦ προσείληφε, δι' ἀγαθότητα, καὶ διπλοῦς κόσμῳ ὤφθη, καὶ πάντων ἀνωτέραν σε ἀπειργάσατο.<br />
<br />
Καταβασίας ψάλλομεν διπλᾶς. Βυθοῦ ἀνεκάλυψε, καὶ Στίβει θαλάσσης.<br />
<br />
ᾨδὴ γ΄. Στερέωσον ἠμᾶς.<br />
Σοφίαν θεΐκὴν ὁμοῦ καὶ δύναμιν, χερσὶ τοῦ προέδρου Σιὼν λαβοῦσα, πρὸς τὸ κήρυγμα τῆς πίστεως, ἐπορεύθης, ὦ Νίνα θείῳ Πνεύματι.<br />
<br />
Ἁγίων ἀποστόλων ἐν τοῖς ἵχνεσι, βαδίσασα Νίνα στεῤῥᾷ καρδίᾳ τὸν Σωτῆρα ανεκήρυξας, τοῖς ἐν σκότει τῆς πλάνης πρὶν καθεύδουσι.<br />
<br />
Πορείαν τὴν ἐπίπονον ἀνύσασα, εἰς χώραν, ὦ Νίνα τῆς Γεωργίας, παρεγένου καὶ διέσπειρας, ἐν αὐτῇ τοῦ Σωτῆρος τὴν ἐπίγνωσιν.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ὁ Λόγος τοῦ Πατρὸς ὁ ὁμοούσιος, ἐκ σοῦ τὸ ἀνθρώπινον οὐσιώθη, καὶ διέσωσε τὸν ἄνθρωπον, γεννηθεὶς Θεοτόκε ἐξ αἱμάτων σου.<br />
<br />
Κάθισμα.<br />
<br />
῏Ηχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.<br />
Τὸν σωτήριον λόγον Νίνα τῆς χάριτος, ἀμυήτοις καρδίαις ἐν τῇ δυνάμει Χριστοῦ, ἀνεκήρυξας σαφῶς καὶ ἐγεώργησας,<br />
πολιτείας ἱεράς, ἐπιδόσεις τὰς σεπτάς, τῷ ἔθνει τῆς Γεωργίας· διό σε ὑμνολογοῦμεν, ὡς ἀποστόλων ἰσοστάσιον.<br />
<br />
Τῆς ἑορτῆς ὅμοιον.<br />
Ἰορδάνου τοῖς ῥειθροις δι΄ ἀγαθότητα, τῶν ἀνθρώπων τὴν φύσιν Σῶτερ ἀπέπλυνας, καὶ πολίτας οὐρανοῦ ἡμᾶς ἀνέδειξας· διὸ ὑμνοῦμεν εὐσεβῶς, τὸ μυστήριον τῆς σῆς οἰκτῖρμον ἐπιφανείας, σὺν τῷ Προδρόμῳ βοῶντες· δόξα τῷ κράτει σου Φιλάνθρωπε.<br />
<br />
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.<br />
Σαρκὸς πόνων ἠλόγησας, Νίνα ἀγάπῃ τῇ τοῦ Σωτῆρος, καὶ αὐτοῦ κηρύττεις, τὸ θεῖον ὄνομα.<br />
<br />
Τὸ τῆς πίστεως κήρυγμα, προσβεβαιοῖς θαυμάτων ἐνεργείᾳ, καὶ ἀμέμπτῳ βίῳ, Νίνα θεόπνευστε.<br />
<br />
Ὁ σὸς λόγος ὡς ἴαμα, Νίνα καρδίαις ἐσκοτισμέναις, ὄντως ὡράθη, ἐν θείῳ Πνεύματι.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Λύτρωσαί με πανάμωμε, τῆς μοχθηρᾶς ἐχθροῦ ἐπηρείας, καὶ καταύγασόν με, φωτὶ τῆς σῆς χάριτος.<br />
<br />
ᾨδὴ ε΄. Τῆς νυκτὸς διελθούσης.<br />
<br />
Οὐδαμῶς ἐν τοῖς πόνοις τοῖς τοῦ Εὐαγγελίου, Νίνα τὴν καρδίαν κεχαύνωσαι, ἀλλ' ἀτρέπτῳ ἐννοίᾳ, ἅπασι κηρύττεις, τοῦ Χριστοῦ τὴν θείαν ἐπίγνωσιν.<br />
<br />
Νόμῳ τῷ τοῦ Σωτῆρος, τὸν ἐν τῇ ἀνομίᾳ, ἄνακτα ὦ Νίνα ὡδήγησας, τῷ φωτὶ τῶν σῶν ἔργων, καὶ ταῖς τῶν θαυμάτων, θείαις ἐνεργείαις καὶ χάρισι.<br />
<br />
Νέκρωσιν ἁμαρτίας, καὶ ζωῆς μακαρίας, ἐν τῇ Γεωργίᾳ ἐκήρυξας, ἰσαπόστολε Νίνα, ὡς εἰσδεξαμένη, θείων ἀποστόλων τὸ χάρισμα.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἴθυνον τὴν ζωήν μου, Θεοτόκε παρθένε, πρὸς λιμένα δέομαι ἄκλυστον, ἀληθοῦς μετανοίας, ἵνα τὴν ἀπάτην, πᾶσαν ἀποκρούσω τοῦ δράκοντος.<br />
<br />
ᾨδὴ στ΄. ᾽Εν ἀβύσσῳ πταισμάτων.<br />
Νόμων θείων Χριστοῦ τὴν λαμπρότητα, τοῖς ἐν Γεωργίᾳ λαοῖς ἀνεκήρυξας, ὡς θεία ἰσαπόστολος, ἐν δυνάμει θαυμάτων<br />
ἀοίδιμε.<br />
Ἀρεταῖς κοσμουμένη θεόπνευστε, Νίνα καὶ θαυμάτων ταῖς θείαις δυνάμεσι, πρὸς πολιτείαν κρείττονα, ὁδηγεῖς τοὺς πιστῶς προσιόντας σοι.<br />
Νεκρωθείσας ψυχὰς θείῳ λόγῳ σου, ἐν τῇ Γεωργίᾳ πρὸς γνῶσιν σωτήριον, Νίνα σαφῶς ἐξήγειρας, καὶ Χριστῷ σεσωσμένας προσήγαγες.<br />
<br />
Θεοτοκίον.<br />
Μυστηρίου μεγίστου διάκονος, μῆτερ ἀειπάρθενε σαφῶς γεγένησαι, Θεὸν κυοφορήσασα, ὑπὲρ φύσιν καὶ λόγον καὶ ἔννοιαν.<br />
<br />
Κοντάκιον.<br />
Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου.<br />
<br />
Ὡς ἀποστόλων τῶν θετων ὁμόζηλος, ἐν Γεωργίᾳ ἐπιφάνας πάνσεμνε, καὶ πᾶσι Χριστοῦ τὴν ἐπίγνωσιν, λόγοις καὶ θαύμασιν ἐκαλλιέργησας, ὦ ἰσαπόστολε Νίνα θεόπνευστε. <br />
Ὁ Οἶκος.<br />
<br />
Ἀνατεθεῖσα τῷ Χριστῷ, ἐν ὁλοτρόπῳ σπουδῇ καὶ προθύμῳ καρδίᾳ, τῆς φυσικῆς ἀσθενείας οὐδόλως ἐφρόντισας, ἀλλ᾽ ἀνδρειοτάτῃ ψυχῇ, πρὸς ἀνδρικοὺς ἀγῶνας καὶ ἐνεργείας ἐχώρησας ἔνδοξε· τὸν γὰρ θεῖον Σταυρὸν παρὰ τῆς ἁγνῆς Θεοτόκου δεξαμένη, παντὶ τῷ κόσμῳ ἐσταύρωσαι, καὶ ἀποστολικὴν χάριν εἰσδέδεξαι καὶ ἐν Γεωργίᾳ παραγενομένη, τοῦ Χριστοῦ τὴν Ἀνάστασιν πᾶσιν ἐκήρυξας, καὶ πρὸς<br />
γνῶσιν αὐτοῦ, τοὺς ἐν σκότει καὶ σκιᾷ τῆς πλάνης καθεύδοντας ἐξήγειρας, διδαχαῖς ἱεραῖς καὶ θαύμασι παραδόξοις ἐκλάμπουσα, ὦ ἰσαπόστολε Νίνα θεόπνευστε.<br />
<br />
Συναξάριον.<br />
<br />
Τῇ ιδ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἁγίας ἐνδόξου ἰσαποστόλου Νίνας, εὐαγγελιστρίας καὶ φωτιστρίας τῆς ᾽Ιβηρίας Γεωργίας.<br />
<br />
Στίχ. Νίνα ὡς φῶς ἔλαμψεν ἐν Γεωργίᾳ<br />
θανοῦσα δὲ εὕρηκεν ἄῤῥητον δόξαν.<br />
<br />
Δεκάτ' ἠδὲ τετάρτῃ Νίναν<br />
μόρος έκάλυψε μέλος.<br />
<br />
Αὕτη ἦν τῷ τρίτῳ μετὰ Χριστὸν αἰῶνι, γεννηθεῖσα ἐκ γονέων εὐσεβῶν, ἐκ Καππαδοκίας προερχομένων, καὶ συγγενείᾳ πρὸς τὸν μεγαλομάρτυρα καὶ τροπαιοφόρον Γεώργιον σεμνυνομένων. ᾽Εν<br />
εὐσεβείᾳ ἀναχθεῖσα καὶ χρηστοῖς ἤθεσι, παρεγένετο σὺν τοῖς τοκεῦσιν ἐν ῾Ιεροσολύμοις, ἔνθα χρηματισθεῖσα παρὰ τῆς ῾Υπεραγίας Θεοτόκου, καὶ Σταυρὸν παρ᾽ αὐτῆς λαβοῦσα, ἀποστολικὴν πορείαν πιστεύεται, πρὸς ἣν καὶ ἀπεστάλη, εὐλογηθεῖσα ὑπὸ τοῦ ἱεροῦ ποιμένος τῆς ἁγίας Σιών. Καὶ μετὰ ζήλου θερμοῦ, ἀψηφήσασα κόπων, καὶ ὑπεριδοῦσα φυσικὴν ἀσθένειαν, παρεγένετο ἐν τῇ Γεωργίᾳ (᾽Ιβηρίᾳ), ἔνθα δι' εὐαγγελικῆς πολιτείας καὶ παραδόξων θαυμάτων, κηρύξασα τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, καὶ φανερώσασα τῆς πρὸς αὐτὸν πίστεως τὴν δύναμιν, τὸν βασιλέα τῆς χώρας, σὺν πλείστοις ἄλλοις, μετήγαγεν εἰς εὐσέβειαν· καὶ θεαρέστως πολιτευθεῖσα, καὶ καλῶς τὸν δρόμον τελέσασα, μετῆλθε πρὸς τὴν αἰώνιον ζωήν, τῶν καμάτων τὰ γέρα καὶ ἔπαθλα παρὰ Χριστοῦ καρπουμένη.<br />
<br />
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.<br />
<br />
ᾨδὴ ζ΄. ᾽Αντίθεον πρόσταγιια.<br />
<br />
Ἐδέξω τὸν τίμιον Σταυρὸν καὶ θεῖον, ὦ Νίνα θεόπνευστε, παρὰ τῆς θεομήτορος, καὶ χαίρουσα ἔδραμες, ἐπὶ τὰ ἔθνη μακράν, καὶ Χριστὸν ἐκήρυξας, ἐν Γεωργίᾳ λόγοις καὶ πλείστοις θαύμασι.<br />
<br />
Λαμπρότητι βίου σου οἱ ἐν τῇ πλάνῃ τὸ φῶς εἰσεδέξαντο, τῆς πίστεως πανεύφημε, καὶ σκότος ἀπέθεντο, τῆς ἀγνωσίας βαθύ, Νίνα παναοίδιμε, Χριστὸν ὑμνολογοῦντες τὸν ὑπερένδοξον.<br />
<br />
Πολλῶν καλῶν πρόξενος τῇ Γεωργίᾳ, ἐγένου πανεύφημε, Νίνα ὡς ἰσαπόστολος, ἐν ταύτῃ κηρύξασα, Χριστὸν τὸν πάντων Θεόν, τὸν μόνον φιλάνθρωπον, σαρκὶ ἐπιφανέντα, εἰς σωτηρίαν ἡμῶν.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ὡς θρόνος πυρίμορφος τὸν πάντων Κτίστην, βαστάζεις ὡς νήπιον, ἐν ταῖς χερσί σου πάναγνε, ἐκ σοῦ προσλαβόμενον, σάρκα ἀτρέπτως ἁγνή, σῴζοντα πανύμνητε, τοὺς πίστει προσκυνοῦντας, τὰ μεγαλεῖά σου.<br />
<br />
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.<br />
Γνώμῃ ἐνθέῳ ἀληθῶς, διαπρέψασα ἐν Γεωργίᾳ Νίνα, τῇ Χριστοῦ ἐπιγνώσει καθοδηγεῖς ἀσφαλῶς, τοὺς πίστει βοῶντας καὶ λέγοντας· Σὲ ὑπερυμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.<br />
<br />
Ἐν ταῖς χερσί σου τὸν Σταυρόν, ὅν σοι δέδωκεν ἡ πάναγνος παρθένος, περιφέρουσα Νίνα, θαυματουργεῖς δι' αὐτοῦ, ὑμνεῖτε βοῶσα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.<br />
<br />
Ῥήσεσι Νίνα ἱεραῖς, τῶν χειλέων σου ὁ βασιλεὺς ὑπείξας, τῷ Σωτῆρι προσῆλθεν, ἐν εὐσεβείᾳ βοῶν· ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἀπειρογάμως ἐν γαστρί, συλλαβοῦσα τὸν Θεὸν δι' εὐσπλαγχνίαν, ἐσωμάτωσας τοῦτον, ἐν παρθενίᾳ ἁγνή, ἡμᾶς τῆς φθορᾶς ἐκλυτρούμενον, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστόν σου τόκον.<br />
<br />
ᾨδὴ θ΄. ῾Η τὸν πρὸ ἡλίου φωστῆρα.<br />
<br />
Στέφος ἀφθαρσίας ἐδέξω, ἐκ χειρός τοῦ Παντοκράτορος, τὸν σὸν ἀγῶνα Νίνα ἐκτελέσασα, καὶ συνόμιλος ἀληθῶς, τῶν<br />
ἀποστόλων γέγονας, μεθ' ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.<br />
<br />
Ἴθυνας τοὺς πρὶν ἀμυήτους, θείοις λόγοις σου καὶ θαύμασι, πρὸς τὴν Χριστοῦ ἐπίγνωσιν θεόληπτε, πολιτείας θεοπρεποῦς,<br />
ὦ Νίνα γεωργήσασα, καρποφορίαν κρείττονα, ὡς τοῦ Σωτῆρος ᾽Ισαπόστολος.<br />
<br />
Μνήμην σου τὴν θείαν τελοῦντες, ἀνυμνοῦμεν τοὺς ἀγῶνάς σου, καὶ ἐκβοῶμεν Νίνα ἰσαπόστολε· παῤῥησίαν πρὸς τὸν<br />
Χριστόν, ὡς ἔχουσα ἱκέτευε, διδόναι ἡμῖν ἄφεσιν, παραπτωμάτων δυσωποῦμέν σε.<br />
<br />
Ὄμβρησον ἡμῖν θεοφόρε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοῦ θεϊκοῦ ἐλέους δρόσον ἄνωθεν, ὡς ἂν σβέσωμεν τῶν παθῶν, τὸ πῦρ τὸ ἀκατάσχετον, Νίνα καὶ ἐπιτύχωμεν, τῶν οὐρανίων ἀπολαύσεων.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ὕψωσον τὸν νοῦν μου Παρθένε, ἐκ βυθοῦ τῆς ματαιότητος, πρὸς τὴν ἀγάπην τοῦ ἐκ σοῦ ἐκλάμψαντος, ἵνα πράξω θεοπρεπῶς, τὸ θεῖον αὐτοῦ θέλημα, καὶ τῆς αὐτοῦ λαμπρότητος, ἀξιωθῶ ὁ καταφεύγων σοι.<br />
<br />
᾽Εξαποστειλάριον.<br />
<br />
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροιςτοῦ ᾽Ιορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν έφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.<br />
<br />
Τῆς ἁγίας ὅμοιον.<br />
<br />
Ἐπεφάνης οἷα φῶς, ἐν Γεωργίᾳ πάνσεμνε, καὶ ἔλαμψας τοῖς ἐν σκότει, τῆς ἀγνωσίας τῆς Χριστοῦ, ἁγίας ἐπιγνώσεως, Νίνα τὸ θεῖον φέγγος, σημείοις καὶ θαύμασι.<br />
<br />
Καὶ αὖθις τῆς ἑορτῆς. ᾽Επεφάνη ό Σωτήρ...<br />
<br />
Εἰς τοὺς ΑΙΝΟΥΣ.<br />
<br />
῾Ιστῶμεν στίχους στ' καὶ ψάλλομεν γ' τῆς ἑορτῆς καὶ γ' τῆς ἁγίας.<br />
<br />
Τῆς ἑορτῆς. ῏Ηχος α΄.<br />
<br />
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ Χριστὸς ό Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός· τοῦτον λαοὶ προσκυνήσωμεν.<br />
<br />
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν· ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.<br />
<br />
Σὺ ἐν ᾽Ιορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου φιλάνθρωπε Κύριε, δόξα σοι.<br />
<br />
Καὶ τῆς ἁγίας.<br />
<br />
῏Ηχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.<br />
<br />
Τὴν ἰσαπόστολον Νίναν πάντες τιμήσωμεν,τὴν ἐν τῇ Γεωργίᾳ, γεωργήσασαν πίστει, τὰ σπέρματα τῆς πίστεως τοῦ Χριστοῦ, ἐν σημείοις καὶ θαύμασιν· ὅτι πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, τῷ Δεσπότῃ πάσης κτίσεως.<br />
<br />
Ἐκ τῆς Σιὼν ἀπεστάλης Νίνα θεόπνευστε, παρὰ τῆς Θεοτόκου, ἐνεργείᾳ ἀῤῥήτῳ, ἐπὶ τὴν Γεωργίαν καὶ τὸ σεπτόν, τοῦ Χριστοῦ Εὐαγγέλιον, ἀνακηρύττεις δυνάμει τῇ θεϊκῇ, ὥσπερ θεία ἰσαπόστολος.<br />
<br />
Τοῦ Παρακλήτου τὴν χάριν λαβοῦσα πάνσεμνε, τοῖς ἴχνεσι τῶν θείων, τοῦ Χριστοῦ ἀποστόλων, ἐνθέως ἐπορεύθης Νίνα σοφή, καὶ αὐτῷ προσενήνοχας, ἐν Γεωργίᾳ τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀπάτης ἐγκαθεύδοντας.<br />
<br />
Δόξα... ῏Ηχος β΄.<br />
<br />
Ἀποστολικοῖς ὁμιλήσασα καμάτοις, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, τοῖς ἐν ἀγνωσίᾳ καθημένοις ἀποκαλύπτεις, Νίνα ἰσαπόστολε· ὅθεν Γεωργίας τὸ ἔθνος, ὁμολογεῖ τὴν χάριν, καὶ κηρύττει σου τὰ θαύματα, καὶ τὴν πρὸς Χριστὸν προσαγωγήν· καὶ τὴν άγίαν σου μνήμην ἑορτάζον, πρὸς Χριστὸν μεσῖτίν σε προβάλλεται, αἰτουμένην πᾶσι τὸ θεῖον ἔλεος.<br />
<br />
Καὶ νῦν... ῾Ο αὐτός.<br />
<br />
Σήμερον ὁ Χριστός, ἐν ᾽Ιορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον ὁ ᾽Ιωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. ῾Η θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ ᾽Ιορδάνης ἰδὼν ἀνεστρέφετο. ῾Ημεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.<br />
<br />
<br />
<br />
<br />
ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ.<br />
<br />
Τὰ συνήθη. ᾽Απόστολον ζήτει τῇ κε' Νοεμβρίου, Εὐαγγέλιον κατὰ Ματθαῖον ὅπερ ζήτει τῇ Τετάρτῃ τῆς γ' ἑβδομάδος Ματθαίου.<br />
<br />
Κοινωνικόν. Εἰς μνημόσυνον...<br />
<br />
Μεγαλυνάριον.<br />
<br />
Χαίροις ἰσαπόστολε τοῦ Χριστοῦ, Νίνα θεοφόρε, σκεῦος θεῖον τῶν ἀρετῶν· χαίροις Γεωργίας, λαμπρὰ λαμπαδουχία, καὶ<br />
πρέσβις καὶ μεσῖτις, ἡμῶν πρὸς Κύριον.<br />
<br />
Δίστιχον.<br />
<br />
Νίνα ἰσαπόστολε δέξαι τὸν ὕμνον<br />
῞Ον σοι ὁ Γεράσιμος ὕφανεν ἤδη.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-78074166490383831652012-01-01T14:09:00.000-08:002012-01-01T14:09:30.166-08:00ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΊΟΥ ΑΚΟΛΟΥΘΙΑ 15 ΙΑΝΟΥΑΡΊΟΥΤOΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ<br />
ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ<br />
<br />
Μνημη IE΄ΙΑΝΟΥΑΡΙΟΥ<br />
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ<br />
Εἰς τὸ Κύριε Ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄.<br />
<br />
Καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.<br />
Ἦχος δ΄Ἔδωκας σημείωσιν<br />
Δεῦτε οὖν συνέλθωμεν, τῶν Μοναζόντων συστήματα, καὶ τὰς χεῖρας κροτήσωμεν, τελοῦντες ἐν ᾄσμασι, τοῦ ἐκ Θηβαΐδος, ἀσκήσει Ὁσίᾳ, εὐαρεστήσαντος Θεῷ, τὴν ἐπιλάμψασαν μνήμην σήμερον, καὶ πίστει ἐκβοήσωμεν· Παῦλε πατέρων ἀγλάϊσμα, τὸν Δεσπότην ἱκέτευε, ἵνα εὕρωμεν ἔλεος. <br />
Πᾶσαν τὴν ἐπίγειον, ἐναπορρίψας προσπάθειαν, ἀνεδέξω ,ὡς <br />
πάνσοφος, τοῦ πένθους τὰ σύμβολα, καὶ ἐν δυσπροσίτοις, ἐρήμοις σκηνώσας, ἀσκητικαῖς σου ἀγωγαῖς, σαρκὸς ὑπέταξας τὰ κινήματα, καὶ θεῖον οἰκητήριον, τοῦ Παρακλητου γεγένησαι, Ἀσκητῶν ἀκροθίνιον, Πάτερ Παῦλε μακάριε.<br />
Μνήμη σου ἡ παντιμος, ὥσπερ ἀστὴρ οὐρανόφωτος, ἀνατείλασα σήμερον, αὐγάζει τὰ πέρατα, θείαις φρυκτωρίαις καὶ ἀποδιώκει, τὴν σκοτοδίνην τῶν παθῶν Χριστοῦ δυνάμει Παῦλε μακάριε· Διὸ ἐπαγαλλόμενοι, αὐτὴν τελοῦμεν γηθόμενοι, τῆς ζωῆς σου κηρύττοντες, τὰ λαμπρὰ προτερήματα.<br />
Ὅλος ἀνακείμενος, ἀπὸ νεότητος Ὅσιε, εὐσεβῶς τῷ Κυρίῳ σου, τελείως κατέλιπες, τὰς προσκαίρους σχέσεις, καὶ ἐν τῇ ἐρήμῳ, <br />
διαπεράσας ἱερῶς, θέοφρον Παῦλε τὸν βίον ἅπαντα, μετέστης πρὸς ἀείζωον, δόξης τῆς θείας ἀπόλαυσιν, καὶ χαρᾶς ἐκοινώνησας, ἀϊδίου καὶ κρείττονος.<br />
Δόξα. Ἦχος πλ. β΄.<br />
Τῶν Μοναστῶν τὴν καλλονήν, καὶ τῶν Ὁσίων κλέος, Παῦλον τὸν οὐράνιον ἄνθρωπον, τὸν ἀληθῶς δι’ ἀνενδότου ἀσκήσεως, Ἀγγέλων τὴν ζωὴν μιμησάμενον, τῶν εὐσεβῶν αἱ χορεῖαι, ἐν ὕμνοις τιμήσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· τρισμακάριστε, Πάτερ Παῦλε, ὡς ἔχων παρρησίαν, Χριστῷ τῷ Θεῷ, ἱκέτευε ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν πρέσβευε Δέσποινα, μετὰ τοῦ Ὁσίου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.<br />
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.<br />
<br />
Δεῦτε τὸν Ἀσκητήν, καὶ Θηβαΐδος ἄνθος, τῆς προσευχῆς τὸν οἶκον, ὑμνήσωμεν προθύμως, τὸν Παῦλον τὸν μακάριον.<br />
<br />
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.<br />
<br />
Δόξαν τὴν τοῦ Χριστοῦ, θερμῶς, ἐπιποθήσας, σαρκὸς τὰς ἀπολαύσεις, ἐμίσησας τελείως, Παῦλε Θεομακάριστε.<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Βίον Ἀγγελικόν, διέδραμες ἐν κόσμῳ, Θέοφρον Πάτερ Παῦλε, ἐντεῦθεν Ἰσαγγέλου, εὐκλείας κατηξίωσαι.<br />
Δόξα. Τριαδικόν.<br />
Δόξα σοι ὁ Θεός, πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ Παναγία, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου σου.<br />
<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Δέσποινα ἀγαθή, ἡ τέξασα τὸν Κτίστην, σὺν τῷ Ὁσίῳ Παύλῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων, αὐτὸν νῦν καθικέτευε. <br />
<br />
Τό, Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ<br />
καὶ Ἀπόλυσις.<br />
<br />
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ<br />
<br />
Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε Ἐκέκραξα, ἱστῶμεν Στίχους ς΄. Καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.<br />
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.<br />
<br />
Ὅτε, ἐπινεύσει θεϊκῇ, Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῇ του Κυρίου στοργῆς· Ὅθεν ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, Ἄγγελος καθάπερ ἐπεβίωσας.<br />
Πάσης, ἀνθρωπίνης σεαυτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα Μονάζοντα καὶ βίου δι’ ὅλου, ὤφθης ἀγνοούμενος· ὅθεν Ἀντώνιος, εὗρεν ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσεν.<br />
<br />
Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι’ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους πεπλησμένος τὸν πάντων, καὶ προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν.<br />
<br />
Ἕτερα. Ἦχος δ΄. Ὡς Γενναῖον ἐν Μάρτυσιν<br />
<br />
Ἀγαπήσας τὸν Κύριον, ὁλικῶς ἐκ νεότητος, κοσμικὴν κατέλιπες ματαιότητα, καὶ δι’ Ὁσίας ἀσκήσεως, τελείωςἐνέκρωσας, τὰς κινήσεις τῆς σαρκός, Ἀντωνίου συνόμιλε , ὅθεν εἴληφας, ἀπαθείας τὴν χάριν Πάτερ Παῦλε, καὶ χιτῶνα ἠμφιέσω, τῆς ζωηφορου νεκρώσεως.<br />
<br />
Τὴν τοῦ κόσμου τερπνότητα, τὰ φθαρτὰ καὶ τὰ ῥέοντα, νουνεχῶς <br />
λελόγισαι ὥσπερ σκύβαλα, καὶ ὁλοτρόπως ἠγάπησας, Χριστὸν τὸν Θεὸν ἡμῶν, Πάτερ Παῦλε ἀληθῶς, καὶ αὐτοῦ τοῖς προστάγμασιν, ἰθυνόμενος, πολιτείαν ἐβίωσας Ἁγίαν σὺν Ἀντωνίῳ ἐγένου, τῶν Ἀσωμάτων ἰσότιμος. <br />
Εἰς οὐδὲν ἡγησάμενος, τὰς προσκαίρους τερπνότητας, τὸν Σταυρὸν ἀνέλαβες,ἐπωμάδιον, Χριστοῦ τῷ λόγῳ μακάριε, ὑπείκων ὡς πάνσοφος, καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἀκριβῶς ἠκολούθησας, τὸ σαρκίον, ἐγκρατείᾳ στερρᾷ ὑποπιάζων καὶ ῥωννύμενος ὦ Παῦλε, τῆς ἐν Ἐδὲμ καταπαύσεως.<br />
Δόξα. Ἦχος πλ.β'.<br />
Ὅσιε Πάτερ τὰ μέλλοντα ἀγαθὰ προσδοκῶν, τὰ ὧδε τελείως ἀπώθησας καὶ διὰ τὴν ἀποκειμένην ἐν οὐρανοῖς ἐλπίδα, παρώδευσας τοῦ προσκαίρου βίου τὰ φθαρτά, ὡς σκιὰν καὶ ἀράχνην καὶ ὄναρ· καὶ νῦν τυχὼν τῆς οὐρανίου χαρᾶς, καὶ ἀπολαύσας τοὺς καρποὺς καὶ τὸν ἁγιασμόν. Διὸ τρισμακάριστε Πάτερ, Παῦλε τῆς Θηβαΐδος τὸ καύχημα, μὴ παύσῃ πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν σοῦ τιμώντων, τὴν μνήμην τὴν σεβάσμιον. <br />
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς Μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Εἴσοδος, τὸ Φῶς Ἱλαρόν, τὸ Προκείμενον<br />
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.<br />
<br />
(Κεφ. γ', 1-9).<br />
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)<br />
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.<br />
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. <br />
(Κεφ. δ', 7-15)<br />
<br />
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
Ἰδιόμελα<br />
Ἦχος α΄.<br />
Τὸν οὐράνιον ἄνθρωπον, καὶ ἐπίγειον Ἄγγελον, τὸ κλέος τῶν Μοναζόντων, καὶ Θηβαΐδος τὸ ἐγκαλλώπισμα, Παῦλον τὸν θεοφόρον, ἐν ἐγκωμίοις φαιδροῖς μακαρίσωμεν. Οὗτος γὰρ ἀγῶσι ἀσκητικοῖς, τὴν δυσήνιον σάρκα νικήσας, καὶ ὑπὲρ φύσιν ἐγένετο· Καὶ νῦν τῷ θρόνῳ τοῦ Κυρίου παριστάμενος, σὺν Ἀντωνίῳ τῷ κλεινῷ, καὶ τοῖς λοιποῖς Ὁσίοις πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Ἦχος β΄.<br />
Εὐφραίνου Παῦλε θέοφρον, Ἀσκητὰ Πανεύφημε, Θηβαΐδος τὸ κλέος, καὶ Μοναστῶν τὸ καύχημα· ὅτι ἡ ἐν ἀσκήσει ὑπομονή σου, τελειότητος ἔργον σχοῦσα, τῆς ψυχῆς σου τὸ κτῆμα διέσωσεν, ὑπομονῇ οὐκ ἐν ἀσθενείᾳ,μόνον γνωριζομένη, ἀλλὰ καὶ ἐν πειρασμοῖς δοκιμαζομένη· ἣν δὸς εὐχαῖς σου καὶ ἡμῖν τοῖς διαπλέουσι τοῦ παρόντος βίου τὴν θάλασσαν, ἐν ὕμνοις εὐφημοῦσί σε.<br />
Ἦχος γ΄<br />
Τὴν ἐν Χριστῷ ἑλόμενος ζωήν, τὰ ἐν κόσμῳ κατέλιπες, ὡς πλήρη <br />
θείας συνέσεως, Πάτερ Παῦλε μακάριε· καὶ ἐν τῇ Αἰγύπτῳ ἐκλάμψας,<br />
ὥσπερ λειμῶνα, τῆς ἐγκρατείας τοῖς ἀτρύτοις ἀγῶσι, τῆς σαρκὸς τὸ φρόνημα ἐνέκρωσας, καὶ τὸ χεῖρον τῷ κρείττονι ὑπέταξας. Ὅθεν τοῦ Πνεύματος τὴν χάριν δεξάμενος, τῶν Μοναζόντων ἐγένου ὁδηγός· καὶ νῦν πρεσβεύων, τῷ σῷ Δεσπότῃ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Ἦχος δ΄.<br />
Τὸν ἐν Ὁσίοις μέγιστον, Παῦλον, ὡς ἀσκητικῶς πολιτευσάμενον, κατὰ χρέος ἐν ὕμνοις ἐπαινέσωμεν· προθύμως ἐν τῇ ἐρήμῳ οἰκῶν, δουλεύσας Θεῷ ἀμέμπτως, τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ ἔχων, δίκαιος καὶ ἄμεμπτος ὤφθη. Διὸ ἐν τοῖς οὐρανοῖς, σὺν Ἀγγέλοις χορεύων, πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τῶν πίστει τιμώντων, τὴν Ἁγίαν αὐτοῦ πανήγυριν. <br />
Δόξα. Ἦχος β΄.<br />
Τὸν ἀστέρα τὸν πολύφωτον, τὸν ἐν οὐρανῷ τῆς ἀρετῆς ἐστηριγμένον, καὶ τῆς ἀσκήσεως ὡραιοδρόμον ἥλιον, τὸν τοῦ πάντων Δεσπότου, θεράποντα γνήσιον, Παῦλον τὸν Ὁσιώτατον, τῶν Μοναζόντων τὰ στίφη, ἐν ἐγκωμίοις εὐφημήσωμεν· Οὗτος γὰρ ὁ μακάριος, ἐν τοῖς Αἰγύπτου ἐρήμοις, δαυϊτικῶς αὐλιζόμενος, ἐν ἀγρυπνίᾳ καὶ προσευχῇ βιοτεύων. Διὸ καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν, πρεσβεύει Χριστῷ ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.<br />
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια<br />
<br />
Χαίροις τῶν Μοναστῶν καλλονή, τῆς ἀπαθείας τὸ δοχεῖον τὸ πάγχρυσον, πραότητος θεῖος οἶκος, ἀκτημοσύνης κανών, προσευχῆς ἀόκνου, ἐργαστήριον· ὦ Παῦλε μακάριε, Παρακλήτου τὸ σκήνωμα, τῶν μονοτρόπων, ὁδηγὸς ὁ σωτήριος, καὶ καλλώπισμα, Θηβαΐδος περίδοξον· Ὅθεν τοὺς ἑορτάζοντας, τὴν πάνσεπτον μνήμην σου, λιταῖς ἀόκνοις σου ῥῦσαι, τῆς ἐπηρείας τοῦ ὄφεως, Χριστὸν ἱκετευων, <br />
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.<br />
<br />
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. <br />
<br />
Χαίροις πνευματικὲ ὁδηγέ, στηλογραφία καὶ λαμπρὰ ὑποτύπωσις, ἐρήμου τῆς Αἰγύπτιας , χειραγωγὲ Ἀσκητῶν, πρὸς λειμῶνας θείας ὡραιότητος· ψυχῆς γὰρ κατάστασιν, ἐγκρατείᾳ καὶ δάκρυσι, λαμπρύνας ὤφθης, Μοναζόντων διδάσκαλος, ἐνθεώτατος καὶ κοσμήτωρ τοῦ Πνεύματος. Ὅθεν Παῦλε τιμῶντές σε, σοφίας ὡς σκήνωμα, καὶ ἀρετῆς ἐκμαγεῖον, τὰς σὰς λιτὰς ἐκδεχόμεθα, πρὸς κρείττονα βίον, καὶ χαρὰν Θεοῦ ἡδὶστην, τὴν ὑπὲρ ἔννοιαν.<br />
<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
<br />
Χαίρων τοῦ Λυτρωτοῦ τὸν Σταυρόν, ἀναλαβὼν ὡς νουνεχὴς ἐπωμάδιον, διήνυσας θεοφρόνως, τὴν τεθλιμμένην ὁδόν, τοῦ ἐχθροῦ μὴ πτήξας τὰ προσκόμματα καὶ ἤρθης τῷ ἅρματι, τῶν Ὁσίων ἀγώνων σου, ὄντως πρὸς ὕψος ἀρετῶν τὸ μετάρσιον, καὶ ἀπέλαβες, τὸν ἀκήρατον στέφανον. Ὅθεν σου τὴν πανήγυριν, τελοῦντες τὴν πάντιμον, μετ’ εὐφροσύνης σοι πάντες βοῶμεν Παῦλε μακάριε· Χριστὸν ἱκετεύων, μὴ ἐλλίπῃς ὑπὲρ παντων, τῶν εὐφημούντων σε.<br />
<br />
Δόξα. Ἦχος πλ.δ΄.<br />
Ἀσκητικοῖς ἐν ἐρήμῳ κατορθώμασι, τῶν παθῶν τὰς ὁρμὰς ἐνέκρωσας, καὶ ψυχὴν ἐζώωσας Παῦλε Ὁσιώτατε· ὡς ἱστὸν γὰρ λύσας ἀράχνης, ἐχθροῦ τὰ πανουργεύματα, ὑφηγήτωρ εὐσεβείας, καὶ θεῖος ἀλήπτης Μοναστῶν πέφηνας· Ἀγγέλων οὖν συγχορεύων νῦν τοῖς τάγμασι, μὴ παύσῃ Θεὸν ἰλεούμενος ἡμῖν, τὸν μόνον Φιλάνθρωπον.<br />
<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.<br />
Τό, Νῦν ἀπολύεις,τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.<br />
Ἦχος γ΄ . Θείας πίστεως.<br />
<br />
Θείου Πνεύματος τῇ ἐπινεύσει, πρῶτος ᾤκησας, ἐν τῇ ἐρήμῳ, Ἠλιοὺ τὸν ζηλωτὴν μιμησάμενος· καὶ δι’ ὀρνέου τραφεὶς ὡς Ἰσάγγελος, ὑπ’ Ἀντωνίου τῷ κόσμῳ ἐγνώρισαι. Παῦλε Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.<br />
<br />
Ἕτερον. Ἦχος πλ.α΄. Τὸν Συνάναρχον Λόγον.<br />
<br />
Τοῦ Προδρόμου τὸν βίον Πάτερ μιμούμενος, ἐν τῇ Αἰγύπτῳ διῆλθες, τὴν ἐν ἀσκήσει ζωήν, προσδεχόμενος Θεοῦ τὸ θεῖον ἔλεος, οὗ δαψιλῶς ἐπιτυχών, χάριν ἐκβλύζεις τοῖς πιστῶς, τὴν μνήμην σου ἐκτελοῦσι, Πάτερ Παῦλε Θεοφόρε, Θηβαΐδος τὸ ἐγκαλλώπισμα.<br />
<br />
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσὰ ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.<br />
Καὶ Ἀπόλυσις.<br />
<br />
Μετὰ τὴν α΄. Στιχολογίαν Κάθισμα<br />
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.<br />
<br />
Τὸν βίον σου σοφέ, εὐσεβῶς διανύσας, τῆς δόξης τοῦ Χριστοῦ, κληρονόμος ἐδείχθης, Ἀγγέλων γεγένησαι, ἰσοστάσιος Ὅσιε· χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, Παῦλε αἴτησαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάνσεπτον μνήμην σου. <br />
<br />
Δόξα. Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Ἀκένωτε πηγή, ζωηφόρων ναμάτων, Παρθένε ἀγαθή, τοῦ ἐλέους σου ῥείθροις, καρδίαν ἀπόπλυνον, τοῦ ἀχρείου οἰκέτου σου, ἣν ἐμόλυνεν, ἡ βορβορώδης κακία, ἡ μὴ τήρησις, τῶν του Θεοῦ ἐνταλμάτων, καὶ βίος ὁ φαῦλός μου.<br />
Μετὰ τὴν β.' Στιχολογίαν, Κάθισμα.<br />
Ὥσπερ Ἄγγελος, ἐκ Θηβαΐδος, καὶ ὡς ἄσαρκος, καλῶς βιώσας, καὶ σκιρτήματα σαρκὸς κατεπράϋνας, τὰ τῶν δαιμόνων δεινὰ μηχανήματα, τῇ τῶν ἀγώνων καθεῖλες ἐνστάσει σου· ὅθεν στέφει σε, ἀφθάρτῳ Χριστὸς κατέστεψε, σὺν Ἀντωνίῳ, ὦ Παῦλε μακάριε.<br />
Δόξα... Καὶ νῦν. Θεοτοκίον.<br />
Χαῖρε Δέσποινα Εὐλογημένη, ἡ κυήσασα τὸν Ζωοδότην, σαρκωθέντα δι’ ἄφατον ἔλεος· χαῖρε Θεοῦ τὸ πυρίμορφον ὄχημα· χαῖρε τρυφῆς οὐρανίου Παράδεισε. Ἀλλὰ πρέσβευε Παρθένε θεομακάριστε, πταισμάτων δωρηθῆναι ἡμῖν ἄφεσιν.<br />
<br />
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ταχὺ προκατάλαβε<br />
<br />
Σαρκὸς τὴν ἀπάθειαν, ἀσκητικαῖς ἀγωγαῖς, νεκρώσας ἀπάθειαν, ἐκτήσω ὄντως ψυχὴν τελείαν Πανεύφημε. Ὅθεν ἐν σοὶ πλουσίως, ἐξεχύθη ἡ χάρις, θαύμασι μαρτυροῦσα, ἐκλεκτόν σε Κυρίου, γενόμενον Παῦλε θεόφρον, διό σε γεραίρομεν.<br />
<br />
Δόξα. Καὶ νῦν... Θεοτοκίον.<br />
Σαρκὸς ὁμοιώματι, τοῦ Προανάρχου Πατρός, ὁ Λόγος ὁ ἄναρχος, ἐκ<br />
τῆς νηδύος τῆς σῆς τεχθεὶς ὡς ηὐδοκησεν, Ἄχραντε Θεοτόκε τῆς ἀρχαίας κατάρας, ἔλυσεν ὡς οἰκτιρμῶν, τὴν ἀσέληνον νύκτα· διό σε κατὰ χρέος, ἀεὶ μακαρίζομεν.<br />
Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄. ἤχου.<br />
Προκείμενον. Ἦχος δ΄. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ<br />
<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Πᾶσα πνοή.<br />
Εὐαγγέλιον. Ζήτει εἰς τὴν ἑορτὴν τοῦ Ἁγίου. Σάββα ( Ματθ. ια΄ 27-30)<br />
Ὁ Ν΄ Ψαλμός.<br />
<br />
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...<br />
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...<br />
<br />
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...<br />
Ἰδιόμελον Ἦχος πλ. β΄.<br />
Πάτερ Ἱερώτατε, Ὁσίων ἐγκαλλώπισμα, καὶ τῶν πιστῶν ἡ ἀντίληψις, πανσόφως τὰ ἐπίγεια παριδὼν ὡς ῥέοντα, τὰ οὐράνια ἐπόθησας, ὡς ἀεὶ διαμένοντα Ἀγγέλων τὸν βίον κτησάμενος θεῖε Παῦλε·Οἷς ἐν τοῖς οὐρανοῖς συνδιαιτώμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων τὴν πάνσεπτον μνήμην σου.<br />
<br />
Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ ἁγίου ὁ παρών, Οὗ ἡ ἀκροστιχίς: <br />
«Τὰς ἀρετὰς τοῦ θείου Παύλου τιμήσωμεν ».<br />
<br />
ᾨδὴ α΄ Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.<br />
<br />
Τῷ φέγγει τῆς χάριτος, καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου, πανηγυρίζοντας, φωταγωγησον, καὶ σκότους ἁμαρτίας, πρεσβείαις σου λύτρωσαι, Παῦλε μακάριε.<br />
Ἀστράψας ὡς ἥλιος, φωταγωγεῖς τὴν ὑφήλιον, φωτὸς οἰκητήριον, φῶς Παῦλε τὸ θεῖον, ἀνατέλλων τε, καὶ δύνων φωτοφόρος, γενόμενος Ὅσιε, Κανὼν ἀσκήσεως.<br />
Σοφίαν ἐπλήρωσε, τὴν σὴν καρδίαν ὁ Κύριος· αὐτῷ γὰρ μακάριε ἀπὸ νεότητος, ἠκολούθησας, Παῦλε ἐν Θηβαΐδι, βιώσας ὡς Ἄγγελος, ἐν<br />
κόσμῳ Ὅσιε.<br />
Θ ε ο τ ο κ ί ο ν<br />
<br />
Ἁγίασον Δέσποινα, τὴν ταπεινήν μου διάνοιαν, ἡ τὸν ὑπερούσιον <br />
Λόγον κυήσασα καὶ ὑπάρχουσα, πασῶν Ἁγιωτέρα, τῶν ἄνω Δυνάμεων, Θεοχαρίτωτε.<br />
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους<br />
<br />
Ῥεόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, Σταυρὸν Παῦλε μακάριε, καὶ ἐν ἀβάτοις μέρεσιν, σπηλαίοις τε καὶ ὄρεσι, ὑποχωρῶν διετέλεσας.<br />
Ἐν σώματι Ἄγγελος ἐδείχθης, καὶ ὡς ἄσαρκος βιοτεύων, πάχους σαρκὸς καὶ φύσεως, ὑπερηρμένος ὦ Παῦλε, θεουργικῶς λαμπόμενος, καὶ θαυμαστῶς κλεϊζόμενος.<br />
Τὰς πορείας ἴθυνας τοῦ νοός, πρὸς θείου θελήματος Παῦλε, λιμένα γαληνότατον, καὶ τῆς κακίας θάλασσαν, κυματουμένην πνεύματι <br />
τῆς πονηρίας διέφυγες.<br />
Θ ε ο τ ο κ ί ο ν.<br />
Ἀξίως τὴν χάριν σὺ δέδεξαι, Μαρία Κυρία τοῦ παντός, ὡς τὸν Θεὸν γεννήσασα, ἐν σαρκὶ ὑπὲρ ἔννοιαν, τὸν ἐν ταυτῷ σὲ δείξαντα, <br />
Παρθένον καὶ Θεομήτορα.<br />
Κάθισμα<br />
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.<br />
Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ<br />
ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον, πόλιν Παῦλε κατέλαβες <br />
ἐπιμόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς βιοτεύων· διό σε γεραίρομεν.<br />
<br />
<br />
Ἕτερον. Δόξα... Τὸν Συνανάρχον Λόγον.<br />
<br />
Τὴν ψυχήν σου δοχεῖον, τοῦ θείου Πνεύματος, τῶν παθῶν τῇ νεκρώσει<br />
ἀπεργασάμενος, τῆς ἐγκρατείας φυτουργὸς θεοειδέστατος, καὶ τῆς <br />
ἀγάπης τῆς ἁγνῆς, λύχνος ἐφάνης φαεινός, θεοειδέστατε παντὸς καταυγάζων, τοὺς εὐσεβῶς ἀνευφημοῦντάς σε.<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
Τὴν πανάσπιλον Κόρην καὶ κόσμου λύτρωσιν, τὴν τῶν Ἀγγέλων Κυρίαν, καὶ προσφυγὴν τῶν πιστῶν, μακαρίσωμεν βροτοί, καὶ μεγαλύνωμεν ὅτι ἐκύησε σαρκί, τὸν τῶν ὅλων ποιητήν, τοῖς πᾶσι χαρὰν διδοῦσα, καὶ ἐγείρουσα τοὺς πεσόντας, αὐτῆς πρεσβείαις τε<br />
καὶ δεήσεσι.<br />
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.<br />
<br />
Σωτῆρος τῷ θείω νόμῳ, πορευθεὶς ἐκ νεότητος, ἐμάκρυνας Πάτερ, πάσης κοσμικῆς ματαιότητος, καὶ ἐν ἐρήμοις σκηνώσας βίον ἄσαρκον, Παῦλε Ὅσιε, μετὰ σαρκὸς διελήλυθας.<br />
<br />
Τὰ παρόντα ὑπερεῖδες, διὰ μόνα τὰ μένοντα, καὶ τῷ θείῳ πόθῳ ὅλην<br />
σου τὴν καρδίαν προσέδησας· καὶ τῆς κακίας τὸ κράτος ὅθεν ἔλυσας Χριστοῦ τῇ χάριτι, Παῦλε Ὁσίων καύχημα.<br />
<br />
Ὁλοθύμως καθ' ἑκάστην, τῷ Δεσπότῃ τῆς κτίσεως, ὑμνεῖς θεῖε Παῦλε καὶ δοξολογίαν ἀένναον, Αὐτῷ ἀνέπεμπες αἴρων πρὸς οὐρανὸν τὰ σὰ ὄμματα, τῆς φιλοθέου καρδίας σου.<br />
<br />
Θεοτοκίον.<br />
Ὑποκύψασαν τῇ φθορᾷ, ἀναπλάττεις τὴν βροτείαν, φύσιν συντριβεῖσαν, Ἄχραντε Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα ἀπειρόγαμε· ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.<br />
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.<br />
<br />
Θεῷ σὺ ἐνέκρωσας σαρκὸς ἐπιθυμίας σου, τὸν σὸν νοῦν ἐζώωσας καὶ<br />
ἤρθης εἰς σφαίρας θείας πνευματικῆς, Παῦλε Θέοφρον, τελειώσεως<br />
Χριστόν, ἔχων κέντρον βίου σου, τὸν γλυκύτατον Κύριον.<br />
<br />
Ἐπάτησας δαίμονα, ἐν τῇ στερρᾷ ἀσκήσει σου, θεόφρον Παῦλε πνευματοφόρε, τοῦ Ἀντωνίου ὁμότιμε τοῦ σεπτοῦ, καὶ τῶν Ἀγγέλων συνόμιλε, τῆς Θηβαΐδος φωστήρ, καὶ Μοναζόντων τὸ κλέος.<br />
<br />
Ἱερῶς λαμπόμενος, τῇ φωταυγίᾳ τοῦ Πνεύματος Παῦλε τοῦ Ἁγίου ἔδειξέ σε, φωστῆρα μέγα Πατέρων Θεοειδῶν, καὶ φάρον ἀμέμπτου ἀγωγῆς, πάντας καταυγάζοντα, τοὺς ἐν σκότει καθεύδοντας.<br />
Θεοτοκίον.<br />
Ὅλον κατατρωθέντα τῆς ἁμαρτίας ἴασαι, τῷ δραστικωτάτῳ σου φαρμάκῳ, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα, λόγχῃ τὸν τρωθέντα δι’ ἐμέ, Ἄχραντε καὶ τρώσαντα, τὴν καρδίαν τοῦ ὄφεως.<br />
<br />
ᾨδὴ στ΄ Τὴν θείαν ταύτην.<br />
Ὑπέμεινας φλογμὸν ἡλίου, νυκτὸς τὸν παγετὸν ἐκαρτέρησας, τοῦ θείου Πνεύματος, Παῦλε Θεόφρον τῇ χάριτι· ὅθεν τρυφᾷς τῆς ἄνω μακαριότητος.<br />
Πράξεσι σὺ κεκοσμημένος, τῆς σῆς καθαρωτάτης ἀσκήσεως, Παῦλε μακάριε, τῶν Ἀσκητῶν ὁ κανὼν πέφηνας· διό σου τὴν πανήγυριν ὕμνοις τιμῶμεν.<br />
Ἀγγέλους ἔσχες συλλήπτορας, τὸν ἅπαντά σε χρόνον αὐγάζοντας καὶ χορηγοῦντάς σοι θείας οὐσίας τὴν ἔλλαμψιν, ἐμμέσως, Πάτερ Παῦλε Θεομακάριστε.<br />
Θεοτοκίον.<br />
Ὑπὲρ πιστῶν ἀνυμνούντων σε, ἱκέτευε τὸν πάνσεπτον τόκον σου, Θεογεννήτρια καὶ τὴν ἀχλὺν ἀποδίωξον, ἡμῶν τοῦ βίου ζάλης καὶ πάσης θλίψεως.<br />
Κοντάκιον<br />
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.<br />
Τὸν ἐν ἐρήμοις ἀνδρικῶς ἀγωνισάμενον, καὶ δι'ἀσκήσεως στερρῶς <br />
καταπατήσαντα, τοῦ Βελίαρ τὰς παγίδας τὰς ψυχολέθρους, εὐφημήσωμεν ἐν ὕμνοις οἱ φιλέορτοι, ὡς παρέχοντα ὑψόθεν χάριν ἄφθονον, τοῖς κραυγάζουσι· Χαίροις Παῦλε μακάριε.<br />
Ὁ Οἶκος<br />
Ἀνενδότῳ ἀσκήσει, τῶν παθῶν Θεομάκαρ, μειώσας τὴν ἀσέληνον νύκτα, τῆς ἀπαθείας τὴν φαιδράν, ἡμέραν ἔφθασας Παῦλε πανεύφημε καὶ τῷ φωτὶ ὡμιλήσας, τῷ καθαρῷ διὸ βοωμεν·<br />
Χαῖρε τῶν Θηβῶν ἡ εὐκοσμία <br />
Χαῖρε Αἰγύπτου ἡ δᾳδουχία<br />
Χαῖρε ὁ Χριστὸν ἀρεταῖς ἐνδυσάμενος <br />
Χαῖρε ὁ ἐχθρὸν ἀνδρικῶς τροπωσάμενος<br />
Χαῖρε ἄνθος εὐωδέστατον γεωργίας θεϊκῆς <br />
Χαῖρε κρίνον Ἱερώτατον βιοτῆς ἀσκητικῆς<br />
Χαῖρε ὅτι ἐδέξω τοῦ Κυρίου τὴν χάριν <br />
Χαῖρε ὅτι μετῆλθες ἐν ἀσκήσει τὸν βίον<br />
Χαῖρε πιστῶν μεσίτης θερμότατος<br />
Χαῖρε ἡμῶν προστάτης ἀκοίμητος <br />
Χαῖρε Χριστοῦ τὸν Σταυρὸν ὁ βαστάσας<br />
Χαῖρε αὐτοῦ τῆς χαρᾶς κοινωνήσας <br />
Χαίροις Παῦλε μακάριε.<br />
<br />
Σ υ ν α ξ ά ρ ι ο ν<br />
Τῇ 15ῃ τοῦ Μηνὸς Ἰανουαρίου, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν<br />
Παύλου τοῦ Θηβαίου. <br />
Στίχ. Εἰ θαῦμα Θήβαις ταῖς παρ’ Αἴγυπτον πύλαι <br />
Πόσον γε Παῦλος, κἂν βίου λίπῃ πύλας; <br />
Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος.<br />
<br />
Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον<br />
καὶ σῶσον ἡμᾶς. Ἀμήν.<br />
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν<br />
Λογισμοῖς φαυλότητος τὸν νοῦν ἐκκαθάρας καὶ τὴν καρδίαν σου, <br />
ἡδυπαθείας σοφέ, ἀγῶσιν ἀσκήσεως, ἀδιαλείπτοις σου, καὶ δακρύων σου, ἐκβλύσεσι μακάριε, Παῦλε Πατέρων κλέϊσμα.<br />
Ὁ διάκοσμος Κυρίου, Παῦλε πίστεως, κατοικητήριον παντοδαπῶν ἀρετῶν, φωτὶ θείας χάριτος, ὁ ἐλλαμπόμενος, ζόφον δίωξον, ἡμῶν τῶν γεραιρόντων σου, τοὺς πρὸς θέωσιν καμάτους.<br />
<br />
Ὑψιβάμων ἀρεταῖς ὑπερουράνιος Παῦλε μακάριε, τῇ πολιτείᾳ τελῶν, τὸ φρόνημα μέτριος, ὑπῆρχες καὶ ταπεινός, ὑπὲρ ἅπαντας· Θεός σε καὶ ἀνύψωσεν, ὑπὲρ πάντας θαυμασίως.<br />
Θεοτοκίον.<br />
Τοῖς πᾶσι ὁ παρεχόμενος βουλήματι, τὸ εἶναι Πάναγνε, ἐκ σοῦ ἀρχὴν χρονικήν, λαμβάνει καὶ τίκτεται, λύων τὰ χρόνια, παραπτώματα, τῆς συμπεσούσης Ἄχραντε, τῶν βροτῶν ῥευστῆς οὐσίας.<br />
<br />
ᾨδὴ η΄ Λυτρωτὰ τοῦ παντός.<br />
<br />
Ἱερόν σε Μοναζόντων ὁ δῆμος, πρὸς τὸν Χριστὸν μεσίτην κτησάμενος,<br />
καὶ πρεσβευτὴν θερμότατον, καὶ προστάτην παμμάκαρ, Παῦλε Ὅσιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.<br />
<br />
Μάκαρ Παῦλε νυσταγμὸν ἀμελείας, ἐκ βλεφάρων ψυχῆς ἀπωσάμενος, τὸν τοῖς δικαίοις πρέποντα, νῦν κεκοίμησαι ὕπνον, καὶ πρὸς ἡμέραν, ἀνέσπερον λαμπρὸς μεταβέβηκας.<br />
<br />
Ἤκουσας φωνῆς τῆς τοῦ Δεσπότου σου, προσκαλουμένης σε, πρὸς τὰ ἄνω, περιφανῶς βασίλεια Παναοίδιμε Παῦλε, Πατέρων καύχημα, ὡς καλῶς καὶ Ὁσίως βιώσαντα.<br />
Θεοτοκίον.<br />
Σωθέντες ἐξ ἀρᾶς τῆς προμήτορος, διὰ σοῦ τῆς Ἁγνῆς Θεομήτορος, Εὐλογημένη Δέσποινα, εὐλογοῦμεν Παρθένε δεδοξασμένη, τὸν πανάγιον Τόκον σου σέβοντες.<br />
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.<br />
Ὡς ἄσαρκος πάντα τὰ κόσμου, ἀποθέμενος Πάτερ Παῦλε, δι’ ἐγκρατείας καὶ πόνων, πρὸς οὐρανίους σκηνὰς ἀνέδραμες· ἐν αἷς τοῦ ποθούμενου σοι, ἐπαπολαύεις κάλλους Ὅσιε.<br />
<br />
Μνήμην τὴν πανίερον πάντες, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν Θεοφόρον πάντες ζηλώσωμεν, καὶ αὐτῶν νῦν ἐκβοῶμεν· Χαίροις Παῦλε Πατέρων καύχημα.<br />
<br />
Ἔχων σου τὴν αἴσθησιν Παῦλε, νῦν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθῳ, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, Ἀγγελικὴν τερπνότητα καὶ παραδείσου τρυφὴν ἄληκτον.<br />
Θεοτοκίον.<br />
Νύμφη ἡ Πάναγνος εὐφραίνου, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, ὑπὲρ χρυσίου λάμπουσαν, καὶ ὑπὲρ ἥλιον ἀστράπτουσαν.<br />
<br />
Ἐξαποστειλάριον.<br />
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε<br />
Μεθέξεσι θεουμένος, ταῖς πρὸς τὸ Θεῖον Ὅσιε, Θεὸς θετὸς χρηματίζεις, σὺν Ἀντωνίῳ παμμάκαρ· μεθ οὗ ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Παῦλε φωστὴρ Μοναζόντων.<br />
Ἕτερον.Ὅμοιον.<br />
Ἀγῶσι τῆς ἀσκήσεως, τὸ τῆς σαρκός σου φρόνημα, ἐνέκρωσας<br />
Πάτερ Παῦλε, τὴν δὲ ψυχὴν ἀπειργάσω, οἶκον φωτοειδέστατον, τῶν χαρισμάτων Ὅσιε, τοῦ Παναγίου Πνεύματος, ὧν διανέμεις τὸν πλοῦτον, τοῖς καθαροῖς τῇ καρδίᾳ.<br />
Θεοτοκίον.<br />
Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ Πατρὸς γεγένηκας, Χριστὸν <br />
Πανύμνητε Κόρη, τὸν Βασιλέα τῆς δόξης· οὗ τὸν Σταυρὸν οἱ Ὅσιοι καὶ Ἀσκηταὶ ἀράμενοι, ὀπίσω τούτου ἔδραμον· μεθ ὧν ἀπαύστως δυσώπει,<br />
ὑπὲρ ἡμῶν Θεοτόκε.<br />
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ<br />
Ἱστῶμεν Στίχους δ΄. καὶ ψαλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.<br />
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.<br />
Ὅσιε Παῦλε μακάριε, ἀπαρνηθεὶς τὰ τερπνά, τὰ τοῦ κόσμου ὡς πρόσκαιρα, οἶκον ἐν τῇ ἐρήμῳ, ἡσυχίαν ἑλόμενος· ἔνθα ἐβίωσας ὥσπερ ἄσαρκος, ἔρωτι θείῳ ἀποκρουσάμενος, πάσας τὰς φάλαγγας, καὶ τὰ πειρατήρια τοῦ πονηροῦ, ἔχων προμαχοῦσάν σοι, χάριν τοῦ πνεύματος.<br />
Ὅσιε Παῦλε πανεύφημε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, τοῖς σοῖς ὤμοις <br />
ἐβάστασας, καὶ προθύμως ὥδευσας, τὴν ὁδὸν τῆς ἀσκήσεως, καὶ τῶν χαρίτων τοῦ θείου πνεύματος, πλήρης ἐγένου πόνοις<br />
τοῖς ἀγωνίσμασι. Ὅθεν ὁ Κύριος, ἐκλεκτὸν ὡς ὄντα σε περιφανῶς, εἰς λυχνίαν τέθηκε, τοῖς πᾶσι λάμποντα.<br />
<br />
Ὅσιε ΠαῦΛε τρισόλβιε, τῶν Ἀσκητῶν ἀρωγός, μονοτρόπων τε πρόμαχος καὶ προστάτης γέγονας, σαῖς εὐχαῖς καὶ δεήσεσι, φωτὶ ἀκτίστῳ νοῦν, ἐλλαμπόμενος, ψυχὰς φωτίζεις τῶν προσιόντων σοι· πρέσβευε Ἅγιε, καὶ ἡμᾶς ἐκσώζεσθαι ἐκ πειρασμῶν, καὶ τῶν περιστάσεων, τοὺς εὐφημοῦντάς σε.<br />
Ὅσιε Παῦλε Θεόληπτε, ἀσκητικαῖς ἀγωγαῖς, ἐν ἐρήμοις καὶ ὄρεσι,<br />
τοῦ Ἁγίου Πνεύματος, ὑπεδέξω τὴν ἔλλαμψιν, καὶ τὸ σκότος τῆς ματαιότητος, ὡς ἑωσφόρος λαμπρὸς ἠφάνισας. Ὅθεν τρεφόμενος, ὑπ’ ὀρνέου πάνσοφε, πᾶσιν ἡμῖν γνώριμος γεγέννησαι, δι’ Ἀντωνίου τε.<br />
<br />
Δόξα... Ἦχος πλ.α΄.<br />
Ὅσιε Πάτερ, ἀναπτερούμενος τῷ νοΐ, πρὸς τῶν ἐφετῶν τὸ ἀκρότατον, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς πραγμάτων· σκύβαλα ἡγήσω νουνεχῶς, τὰς ἐπικήρους ἀπολαύσεις, τῶν διαμενόντων ἀγαθῶν, τὴν κτῆσιν ἐπεπόθησας· Διὸ τὸν Χριστὸν ἠκολούθησας, Παῦλε παναοίδιμε, οὗ τῆς θείας μακαριότητος ἀμέσως κατηξίωσαι. Αὐτὸν οὖν ἱκέτευε, δωρηθῆναι τῇ Οἰκουμένη, τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.<br />
Καὶ νῦν Θεοτοκίον. Ἦχος ὁ αὐτός.<br />
Μακαρίζομέν σε Θεοτόκε Παρθένε καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.<br />
<br />
Δοξολογια Μεγάλη. Ἐκτενὴς καὶ Ἀπόλυσις.<br />
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ<br />
<br />
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου<br />
ἡ γ΄ καὶ στ΄. ᾠδές.<br />
Ἀπόστολος τοῦ Ὁσίου<br />
Προκείμενον. Ἦχος Βαρύς.<br />
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.<br />
<br />
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν. <br />
Ἀπόστολος.<br />
Ζήτει τῷ Σαβ. τῆς κζ.' ἐβδομ. (Γαλ.ε΄ 22-26,ς΄. 1-2) Ἀλληλούΐα γ.' ) Ἦχος πλ.β.'<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. <br />
<br />
Εὐαγγέλιον: Τοῦ ὁσίου Ζήτει τῷ Σαβ.τῆς ια.' Ἑβδ. Λουκᾶ ΙΒ΄. 32-40<br />
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον.<br />
<br />
Μεγαλυνάρια.<br />
Χαίροις Μοναζόντων ὁ ὁδηγός, προσευχῆς ὁ τύπος, καὶ Αἰγύπτου ὁ θησαυρὸς· Χαίροις ὡς φωστῆρας, ἐκ θείου Ἀντωνίου,<br />
ἐγνώρισαι τῷ κόσμῳ, Παῦλε μακάριε.<br />
<br />
Χαίροις Θηβαΐδος θεῖος βλαστός, καὶ Αἰγύπτου πάσης, <br />
ἀπροσμάχητος βοηθὸς· Χαίροις δι’ὀρνέου τραφεὶς θεόφρον Παῦλε·<br />
ἡμᾶς τοὺς σὲ τιμῶντας, χάριν δεδώρησαι.<br />
Δίστιχον<br />
Παῦσίν μοι δίδου κατὰ παθῶν ὦ Παῦλε,<br />
ἡμῖν τῷ σοὶ προσφέρων, τούσδε τοὺς ὕμνους.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-9321937514894415112012-01-01T14:03:00.000-08:002012-01-01T14:07:21.914-08:00ΜΑΡΚΟΣ ΚΩΦΟΣ ΑΚΟΛΟΥΘΙΑΑΚΟΛΟΥΘΙΑ<br />
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ <br />
ΜΑΡΚΟΥ ΤΟΥ ΚΩΦΟΥ <br />
ΟΥ Η ΜΝΗΜΗ Τῌ 2ᾼ ΙΑΝΟΥΑΡΙΟΥ<br />
Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος<br />
ὑπὸ Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου,<br />
Ὑμνογράφου τῆς Ἁγἰας τοῦ Χριστοῦ <br />
Μεγάλης Ἐκκλησίας,<br />
Μερίμνῃ τοῦ ἐν Πάτραις Σωματείου <br />
Κωφῶν-βαρηκόων ΝΔ Ἑλλάδος.<br />
1996 <br />
Τῇ β΄ Ἰανουαρίου μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν <br />
ΜΑΡΚΟΥ ΤΟΥ ΚΩΦΟΥ <br />
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ<br />
Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ γ΄προεόρτια τοῦ Μηναίου καὶ εἶτα τὰ παρόντα τοῦ Ὁσίου.<br />
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.<br />
Τῆς φυσικῆς ἀκοῆς σου, Πάτερ στερούμενος, διήνοιξας Κυρίῳ, τὰ ἐσώτατα ὦτα, δεξάμενος τὸν λόγον αὐτοῦ εὐθύς, καὶ σταυρὸν τῆς ἀσκήσεως, ἐν προθυμίᾳ βαστάσας, φωστὴρ κλεινός, Ἐκκλησίας ἀναδέδειξαι.<br />
Τῶν κοσμικῶν καὶ ματαίων, Μᾶρκε οὐκ ἤκουσας, τὰς ψυχοφθόρους ῥήσεις, ὅθεν ὅλος ἐδόθης, εἰς τήρησιν θελήματος τοῦ Χριστοῦ, Ὃν καὶ μόνον ἠγάπησας, ᾯ καὶ ὡμοίωσαι πράξεσιν ἀγαθαῖς, τῶν πιστῶν φανεὶς διδάσκαλος.<br />
Ἡ τοῦ Κυρίου παιδεία ἡ ἀκατάληπτος, διήνοιξε τὰ ὦτα, διανοίας σου Μᾶρκε, καὶ ἔπλησε ψυχήν σου ὡς ποταμός, θεωρίαις τοῦ Πνεύματος, ὧν τῆς γλυκύτητος δίδου μοῖραν ἡμῖν, τοῖς γεραίρουσι τὴν μνήμην σου.<br />
Δόξα. Ἦχος πλ. β΄<br />
Τῆς κοσμικῆς ἀποστὰς ταραχῆς, Μᾶρκε θεόσοφε, τῆς ὁσιότητος τὴν τρίβον διεπέρασας θαυμαστῶς, τῶν ἐντολῶν τοῦ Κυρίου ἀσφαλιζόμενος τῇ χάριτι· διὸ γέγονας κῆπος κεκλεισμένος, κατευωδιάζων ταῖς ἀρεταῖς τοὺς προσιόντας σοι· ὅθεν τῆς σιωπῆς τῶν ἐσχάτων νῦν συμμετέχων, ἱκέτευε δεόμεθα τὸν Κύριον ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν σεβάσμιον μνήμην σου.<br />
Καὶ νῦν. Τὸ ὁμόηχον τοῦ μηναίου προεόρτιον.<br />
Ἔρχεται πρὸς Ἰορδάνην Χριστός.<br />
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.<br />
Ἀναγνώσματα ὁσιακά.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ' 1)<br />
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)<br />
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.<br />
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. .(Κεφ. ζ′.7)<br />
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις,καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. <br />
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ<br />
Ψάλλομεν στιχηρὰ ἰδιόμελα.<br />
Ἦχος α΄.<br />
Τὴν κώφωσιν ὡς χάρισμα Θεοῦ δεξάμενος, Μᾶρκε ὁσιώτατε, καὶ ἀνακράζων τὸ ὄνομα Κυρίου εἴη εὐλογημένον, δέδεξαι παρ’Αὐτοῦ τὸ δῶρον τῆς μυστικῆς ἀκοῆς· ὅθεν γευσάμενος ἐμπείρως τῶν μυστηρίων τοῦ οὐρανοῦ τὴν θεολογίαν, διδάσκαλος ἐγένου πολλοῖς εἰς σωτηρίαν. Νῦν δὲ τῆς άγγελικῆς ὑμνολογίας ἀπολαύων, πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν. <br />
Ἦχος β΄ .<br />
Τῆς περιεργείας τῶν παρόντων ἀποστάς, ἔνδον τὸν νοῦν ἔστρεψας Μᾶρκε πάτερ σοφῶς, ἔνθα ἐφεῦρες τὸν πολύτιμον Μαργαρίτην, δι’εὐχῆς ἀρεμβάστου καὶ ἡσυχίας διηνεκοῦς· ὅθεν καὶ ἡμᾶς ταραττομένους ἐκ τῶν ποικίλων μεριμνῶν, τὸν νοῦν εἰρήνευε διὰ τῆς μνήμης τοῦ Θεοῦ, καὶ τῆς αἰσθήσεως τῆς παρουσίας Αὐτοῦ μακάριε.<br />
Ἦχος γ΄.<br />
Τὸν λογισμόν σου βεβαιώσας ἐπὶ τὴν πέτραν τοῦ Χριστοῦ, οὐδαμῶς ἐπτοήθης ἐκ τῶν προσγενομένων σου πειρασμῶν· ἀλλὰ εὐχητικῶς πορευόμενος, τεῖχος χαλκοῦν ἐφάνης τοῖς τεχνάσμασι τοῦ ἀντιδίκου, οὗ τὰς προσβολὰς ὡς ψυχοφθόρους οὐκ ἤκουσας, πιστὸς φανεὶς τῷ Δεσπότῃ σου Μᾶρκε, Ὃν καθικέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Ἦχος δ΄.<br />
Περιφραγμένος τὴν ψυχὴν ἐκ τῆς ἀνηκοΐας, μόνον τὸν Χριστὸν ἔσχες κυριεύοντα τῶν λογισμῶν καὶ τῶν πράξεών σου. Τούτῳ γὰρ διήνοιξας τὰ ἔσω σου ὦτα, ἀδιαλείπτως ἐνωτιζόμενος τὰ ζωοποιὰ αὐτοῦ προστάγματα· οἷς γέγονας διδάσκαλος μυστικός, τὴν Ἐκκλησίαν χαροποιῶν ταῖς ἀρεταῖς σου, Μᾶρκε ὁσιώτατε.<br />
Δόξα. Ἦχος πλ.α΄.<br />
Οὐδὲν ἠμελημένον τῷ Θεῷ, οὐδὲν ἀπρονόητον, οὐδὲν μωμητόν, τοῖς προσέχουσιν ἐν σοφίᾳ. Διὸ καὶ σὺ πάτερ Μᾶρκε, ταῦτα ἔχων ἐν νῷ, οὐκ ἐγόγγυσας τῷ Κυρίῳ, τῆς ἀκοῆς σου στερηθείς, ἀλλ’ ἐν πνεύματι, εὐχαριστίας, τὰς ἀρετὰς εἰργάσω, ὡς γνήσιος υἱὸς καὶ πιστός. Καὶ πληρωθεὶς τῆς χάριτος πολλοῖς ἐγένου διδάσκαλος, τοῦ μὴ ἀνοήτως θεοδικεῖν, ἀλλὰ τὰ πάντα ἐκ Θεοῦ παραδέχεσθαι, ὡς ἄριστα γενόμενα. Ὅθεν νῦν παριστάμενος μετὰ τῶν Ὁσίων, πρέσβευε ἀειμακάριστε, καὶ ὑπὲρ ἡμῶν τῶν πόθῳ τιμώντων σε.<br />
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.<br />
Ἐν Ἰορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.<br />
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ<br />
Στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.<br />
Τοῦ Κυρίου ὑπήκουσας, δεῦτε λέγοντος ὄπισθεν, ὅσοι ἐκ προθέσεως τοῦτο θέλουσιν, ἀκολουθήσατε ἔδραμες, ποθῶν τὰ οὐράνια, πάτερ Μᾶρκε ἐκ ψυχῆς, καὶ ἀσκήσει διέλαμψας, ὥσπερ ἄσαρκος, τῆς σαρκὸς μὴ φροντίζων παρὰ χρείαν, καὶ μηδόλως ὠφελούσης, μετὰ τὸν θάνατον ἄνθρωπον.<br />
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.<br />
Εἰσακήκοας Ὅσιε, ὡς προφήτης τῷ Πνεύματι, ἐν τῇ φυλακῇ σου ἀεὶ ἱστάμενος, καὶ κατενόησας τέλειον, Χριστοῦ τὴν σωτήριον, καὶ σῳσίκοσμον αὐτοῦ, πρὸς ἀνθρώπους κατάβασιν, ὅθεν ἔκθαμβος, τῆς ἀγάπης πιστούμενος τὸ βάθος, ᾔνεις Μᾶρκε καθ΄ἡμέραν, φιλανθρωπίας τὸ πέλαγος.<br />
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου…<br />
Καὶ παράλυτοι ἔξαλλοι, ἐν Χριστῷ Μᾶρκε φαίνονται, καὶ κωφοὶ ακούουσιν ὢ τοῦ θαύματος! ὅτι καινὸς νόμος τέθυται, Αὐτοῦ ἐνδημήσαντος, πρὸς ἡμᾶς τοὺς ταπεινούς, καὶ οἱ ὅροι μεθίστανται, οἱ τῆς φύσεως, ὥστε γίνονται μείζονες τῶν πρώτων, οἱ ὡς ἔσχατοι δοκοῦντες, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος. <br />
Δόξα. Ἦχος β΄.<br />
Τῶν ψυχοβόρων σειρήνων τὰς ᾠδὰς οὐκ εἰσήκουσας, καὶ ἀπαλλαγεὶς ὦ Μᾶρκε πειρασμῶν ἀλυσιτελῶν, εὐπλόως διῆλθες τὸν δίαυλον τῆς ἀσκήσεως· ἐνωτιζόμενος δὲ τὰ ὑπὲρ μέλι γλυκύτερα λόγια τοῦ Θεοῦ, ἐθησαύρισας σεαυτῷ πλοῦτον οὐράνιον, εξ οὗ μετάδος καὶ ἡμῖν, ὡς φιλόστοργος πατήρ, τοῖς ἐκτελοῦσιν ὅσιε τὴν μνήμην σου. <br />
Καὶ νῦν. Προεόρτιον, ἦχος ὁ αὐτός.<br />
Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τὰς ἁμαρτίας ἡμῶν. Ἔρχεται γὰρ ὡς ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καὶ φησὶ πρὸς τὸν Ἰωάννην· δεῦρο ὑπηρέτησον, ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον. Δεῦρο ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι κορυφῆς τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.<br />
Νῦν ἀπολύεις. Τρισάγιον κλπ. ὅτι σοῦ ἐστίν.<br />
Ἀπολυτίκιον.<br />
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.<br />
(Μητροπολίτου Πατρῶν Νικοδήμου).<br />
Τὴν ἄνωθεν ἤκουσας κλῆσιν, ὑπάρχων κωφός· τὰ ὦτα εὐήκοα φωνῇ τοῦ Λόγου δεκνύς, ἀσκήσει διέλαμψας· πάντων κατεφρόνησας, τῶν φθαρτῶν καὶ ῥεόντων ἔδωκας σὴν καρδίαν τῷ Χριστῷ ἑκουσίως. Προστάτα θεῖε Μᾶρκε, κωφῶν αὐτοῖς συμπαράστηθι.<br />
Ἕτερον.<br />
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.<br />
Τὰ ὦτα διήνοιξας τῆς σῆς ψυχῆς τῷ Χριστῷ, καὶ ἔδραμες ὄπισθεν Αὐτοῦ ὡς ἄλλος ἀμνός, εὐήκοος ὅσιε· ὅθεν καλλικαρπήσας, ἐν ἀσκήσει ἐνθέῳ, εἴληφας τὸ βραβεῖον, βιοτῆς σου, ὦ Μᾶρκε. Διὸ πάτερ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Καὶ τὸ προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.<br />
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι. <br />
<br />
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ<br />
<br />
Μετὰ τὴν α΄. Στιχολογίαν. Κάθισμα.<br />
῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.<br />
<br />
Ἐδέξω μυστικῶς, ἐντολὰς τοῦ Δεσπότου, καὶ ἔγραψας αὐτάς, ἐν πλαξὶ τῆς ψυχῆς σου, γενόμενος Ὅσιε θεολόγος ἐκ πράξεως· ὅθεν δίδαξον, ἡμᾶς πῶς δεῖ θλίψεις βίου, καὶ δυσάρεστα, ἐν εὐχαρίστῳ καρδίᾳ ἀεὶ ὑποδέχεσθαι.<br />
Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.<br />
Φορέσας τὴν ἐμήν, ᾽Ιησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ ᾽Ιωάννης ἐβόα· πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;<br />
Μετὰ τὴν β' στιχολογίαν. Κάθισμα.<br />
῏Ηχος δ'. Ταχὺ προκατάλαβε.<br />
Ἡσύχως ἐβίωσας ἐν τῇ ἀσκήσει σοφέ, δεχθεὶς ὥσπερ χάρισμα τῆς φυσικῆς ἀκοῆς, τὴν ἔλλειψιν ὅσιε, ὅθεν ὡς σώφρων πάτερ, τὴν εὐχὴν ἐξασκήσας, δέδεξαι ἐκ Κυρίου, μυστικὰς ἀναβάσεις, ὧν Μᾶρκε καταξίωσον, τοὺς σὲ γεραίροντας.<br />
<br />
Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.<br />
<br />
Πτωχεύσας ὁ πλούσιος δι' εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, ᾽Ιορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ ᾽Ιωάννου, προφανῶς βαπτισθῆναι. ῾Υμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.<br />
<br />
<br />
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.<br />
῏Ηχος πλ.α'. Τὸν συνάναρχον Λόγον.<br />
<br />
Τῶν ἀγγέλων τὸν βίον ἐπιποθήσας σφοδρῶς, τῷ Δεσπότῃ προσῆξας ψυχῆς ᾠδὰς μυστικάς, Μᾶρκε ὅσιε κωφὲ ἐρήμου καύχημα· διὸ συνὼν ἐν οὐρανοῖς πάντων Ἁγίων κοινωνός, ἱκέτευε ὑπὲρ ὅσοι, τὴν μνήμην σου ἐκτελοῦσι, καὶ πολιτείαν σου θαυμάζουσι.<br />
<br />
Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.<br />
<br />
Ὁ συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι' ἡμᾶς, ἤδη ἐπείγεται ὑπαντήσωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ. Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.<br />
Οἱ ᾽Αναβαθμοί. Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου. ᾽Εκ νεότητός μου.<br />
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου.<br />
Στίχος. ῾Υπομένων τὸν Κύριον καὶ προσέσχε μοι.<br />
Εὐαγγέλιον, ὁσιακόν, Βλ.εἰς τὸν ὄρθρον τοῦ ὁσ. Σάββα.<br />
Ὁ Ν΄ ψαλμός. ᾽Ελέησόν με ὁ Θεός.<br />
<br />
<br />
Δόξα. Ταῖς τοῦ σοῦ ῾Οσίου.<br />
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.<br />
<br />
Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός..<br />
Στιχηρὸν ἰδιόμελον. ῏Ηχος πλ.β'.<br />
<br />
Τῷ εἰσακούοντι Χριστῷ καὶ αὐτὰ τὰ κρυπτὰ τῆς διανοίας, δουλεύσας πάτερ Μᾶρκε πιστῶς, ἐπήκουσας χαίρων, τὸ εὖ σοι δοῦλε ἀγαθέ. ῞Οθεν μνημόνευε καὶ ἡμῶν θεῖε ἀσκητά, καὶ τῶν ψυχῶν τὰ ὦτα διάνοιξον, πρεσβείαις εὐπροσδέκτοις σου.<br />
<br />
Σῶσον ὁ Θεὸς τὸν λαόν σου κλπ.<br />
<br />
Εἶτα οἱ κανόνες κατὰ τὴν τάξιν.<br />
Ὁ Κανὼν τοῦ ῾Οσίου, οὖ ἡ ἀκροστιχίς:<br />
<br />
«Μᾶρκε κωφέ, ἄκουέ με μέλποντα σὸν βίον. ᾽Α(θανάσιος)».<br />
<br />
ᾨδὴ α'. ῏Ηχος δ'. ᾽Ανοίξω τὸ στόμα μου.<br />
<br />
Μακάριε ἄνθρωπε, Μᾶρκε κωφὲ ὦτα ἄνοιξον, καρδίας καὶ χείλη μου, ἔμπλησον χάριτος, ὅπως βίον σου, αἰνέσω κατ' ἀξίαν, καὶ μέλψω ἀγῶνάς σου καὶ κατορθώματα.<br />
Ἀρχὴν σῆς ἀσκήσεως, ἀποταγὴν ποιησάμενος, ἡσύχως ἐβίωσας, ἐπιποθῶν τὸν Χριστόν, καὶ τὰ ὦτα σου, καρδίας διανοίξας, ἐδέξω προστάγματα, ψυχοσωτήρια.<br />
<br />
Ῥυσθεὶς βρόχων ῞Οσιε, τῶν κοσμικῶν σῷος ἔφθασας, εἰς τόπον ἀσκήσεως, βρύων νοήματα, τῆς καρδίας σου, ἐχθροῦ εἰς ἀναβάσεις, Θεῷ προσηλούμενος, διὰ τῆς νήψεως.<br />
<br />
<br />
Θεοτοκίον<br />
<br />
Κυρία μου Δέσποινα, ἡ τὸν Σωτῆρα κυήσασα, κωφῶν διανοίξαντα, ὦτα προστάγματι, τούτῳ πρέσβευε, κωφόν με ἀναδεῖξαι, πρὸς κόσμου ἀκούσματα, ψυχὴν τὰ βλάπτοντα.<br />
<br />
ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.<br />
<br />
Ἐνέκρωσας Μᾶρκε πάθη πάντα, δοθεὶς τῷ Χριστῷ ὅλῃ ψυχῇ, καὶ ὡς τῆς ἀναστάσεως, υἱὸς βιοὺς μεμύησαι, τὰ βάθη θείου Πνεύματος, καὶ μυστηρίων ἀπόῤῥητα.<br />
<br />
Κωφεύων δελέατι τοῦ πλάνου, ἐτήρησας Μᾶρκε σὴν ψυχήν, παρθένον ἀδιάφθορον, ἥν περ ἁγνὴν παρέστησας, Νυμφίῳ τῷ ἀφθάρτῳ σου, καὶ ἀρεταῖς κατεποίκιλας.<br />
<br />
Ὠτίων σου ἥψατο Δεσπότης, ἐν τρόπῳ, ὦ Μᾶρκε μυστικῷ, διδάξας σοι τὰ πρέποντα, τῇ ὑπηχήσει Πνεύματος, Οὗ εἶτα σάλπιγξ γέγονας, τὴν Χάριν ἐκδιηγούμενος.<br />
<br />
Θεοτοκίον<br />
<br />
Φυσίζωε Κόρη ζώωσόν με, πρεσβείᾳ σου τῇ ζωοοποιῷ, πρὸς τὴν Ζωὴν ῝Ον ἔτεκες, ὅτι ταῖς ἁμαρτίαις μου, θνήσκω καὶ μὴ βουλόμενος, τῇ συνηθείᾳ ἑλκόμενος.<br />
<br />
Κάθισμα. ῏Ηχος γ'. Τὴν ὡραιότητα.<br />
<br />
Τὴν καθαρότητα, τῆς διανοίας σου, βλέπων ὁ Κύριος, Μᾶρκε σοὶ δέδωκεν, εὐχὴν, νηστείαν, φυλακήν, αἰσθήσεων καὶ εἰρήνην· ὅθεν πεφανέρωσαι, ἐξ ὧν πείρᾳ μεμάθηκας, ὁδηγὸς ἀλάθητος, πρὸς ζωὴν τὴν αἰώνιον, ἐν ᾗ ἐπαπολαύων Δεσπότου, μνήσθητι πάτερ τῶν τιμώντων σε.<br />
<br />
<br />
Δόξα, Καὶ νῦν. Προεόρτιον, ὅμοιον.<br />
<br />
Ὁ ἀπερίγραπτος, ὢν τῇ θεότητι, περιγραφόμενος, ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, ᾽Ιορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα, πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται. Πρὸς ῝Ον νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστέ, τῇ ἐπιφανείᾳ σου.<br />
<br />
ᾨδὴ δ'. ῾0 καθήμενος ἐν δόξῃ.<br />
Ἔστης ὡς πεφυτευμένον, ξύλον ἐν τοῖς ὕδασιν ῞Οσιε, ἀπὸ τῶν ῥευμάτων, λόγου τοῦ Κυρίου τρεφόμενον, ὅθεν ἀπέδως καρπόν σου πολυπλάσιον, τῆς ἀσκήσεως, ἐν τῷ καιρῷ ἐκδημίας σου.<br />
<br />
Ἅπερ εἶχες ἐν καρδίᾳ, τῷ Δεσπότῃ ἐγνώριζες, διὰ τῆς συντόνου, Μᾶρκε εὐκτικῆς ἐργασίας σου, ὅθεν ἐδέχου τὴν χάριν ἐν τοῖς ἔργοις σου, θησαυρίζων, πλουτισμὸν σωτηρίας αἰώνιον.<br />
<br />
Κύριος μερὶς ὑπάρχων, σῆς ζωῆς ὑπερτίμητος, θείαις σε ἐννοίαις, ἔθρεψε καὶ ηὔξησεν ῞Οσιε, διὸ ἐγένου ὡς ναῦς τις πολυφόρητος, ᾽Εκκλησίαν, ἀρεταῖς σου σιτίζων ὡς ἄριστα.<br />
Θεοτοκίον<br />
<br />
Ὀλισθαίνων καθ' ἑκάστην, ἐξ ἀδυναμίας μου Ἄχραντε, σὲ καθικετεύω, στήριξον ἁρμοὺς τῆς καρδίας μου, ὥστε βαδίζειν εὐθέως ἐν τοῖς τρίβοις μου, καὶ μὴ γένωμαι, τοῦ φιλτάτου Υἱοῦ σου ἀλλότριος.<br />
ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.<br />
Ὑψαύχενον ἄρχοντα, τῆς ἀνομίας ῞Οσιε, τῇ ὑπακοῇ Μᾶρκε καθεῖλες, καὶ ταπεινώσας, σαὐτὸν κατείληφας, ὕψη τὰ τῶν θείων δωρεῶν, τὸν Χριστὸν μιμούμενος, ἐνδυθέντα ταπείνωσιν.<br />
<br />
<br />
Ἐνέκρωσας ἅπαντα, τὰ ἐμπαθῆ νοήματα, τῶν αἰσθήσεων σου πάτερ Μᾶρκε, ζωῶν ψυχήν σου, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τῇ συσταυρώσει τῷ Χριστῷ εἴληφας τὸ σφράγισμα, ἀναστάσεως ῞ Οσιε.<br />
<br />
Μᾳκρύνων ἐμάκρυνας, τῶν αἰτιῶν τῆς πτώσεως, ἄφθορον τηρῶν μονογενῆ σου, ταύτην γλυκαίνων, τῇ μνήμῃ τοῦ ᾽Ιησοῦ, Οὗ οὐδὲν γλυκύτερόν ἐστι, ἥδυσμα μακάριε, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἐλέησον Δέσποινα, τῷ μητρικῷ ἐλέει σου, τὴν κατασυντετριμμένην, καὶ ἡλκωμένην, ψυχήν μου πάθεσι, ἡ τὸν ἐλεήμονα Χριστόν, ἐν γαστρὶ βαστάσασα, ἰατρεύοντα πταίσματα.<br />
ᾨδὴ β΄. Τὴν θείαν ταύτην.<br />
<br />
Μεγίστην εὗρες ἀνάπαυσιν, τὴν πᾶσάν σου ζωὴν Μᾶρκε ὅσιε, ἀνατιθέμενος, τῷ προνοοῦντι τῆς κτίσεως, καὶ νόμοις φιλανθρώποις, ταύτην θριγκώσαντι.<br />
<br />
Ἐκτείνων χεῖρας ἱκέτιδας, τὴν Χάριν κατεβίβαζες ῞Οσιε, τοῖς αἰτουμένοις σου, εὐχὴν λαβεῖν τὴν δραστήριον, καὶ ἄνεσιν ἐκ πάσης βλάβης καὶ θλίψεως.<br />
Λεόντιον ἔσχες φρόνημα, κατὰ τοῦ ἀντιπάλου μακάριε, φρυαττομένου σοι, καὶ οἰομένου τοῖς βέλεσιν, τὸν τόνον τῆς ψυχῆς σου ποιῆσαι ἄχρηστον.<br />
Θεοτοκίον<br />
<br />
Πενήτων πέλεις προμήθεια, τροφέα πάντων τέξασα Δέσποινα, ὅθεν πεινῶντά με, πνευματικῶς ταχὺ ἔκθρεψον, τῷ Σώματι Υἱοῦ σου, καὶ θείῳ Αἵματι.<br />
<br />
<br />
Κοντάκιον. ῏Ηχος δ'. Ὁ ὑψωθείς.<br />
<br />
Ὦτα μὴ ἔχων φυσικὰ ὑπερῆρας, τοὺς ταῦτα ἔχοντας κωφὲ πάτερ Μᾶρκε, ὡς τοῦ Κυρίου λόγους εἰσδεξάμενος, ἐν τῇ διανοίᾳ σου, καὶ ἐργάτης ἐγένου, θεϊκῆς ἀσκήσεως, καὶ ζωῆς ὑπὲρ φύσιν· ὅθεν τιμῶντες βίον σου σεπτόν, αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.<br />
<br />
Ὁ Οἶκος.<br />
<br />
«῎Εφφαθά» σοι ὡς εἶπε Φιλάνθρωπος,τὰ ἀνήκοα ὦτα ἠνοίγησαν κεκλεισμένα ἐκ φύσεως ῞Οσιε καὶ γεγόνασι πλέον ἤ πρότερον ἐπιτήδεια πρὸς εὐηκοΐαν· ὅπου γὰρ θέλει Θεός, ἡ φύσις ἀνέστραπται, ἐνεργοῦντος τοῦ νόμου τῆς Χάριτος· ὅθεν ὡς ὁ Ἀββακοὺμ δέδεξαι μυστηρίων βαθέων ἀποκάλυψιν καὶ κωφὸς τὸ φαινόμενον διαμένων ἐσάλπισας εὐηχέστερον τῶν ἀκουόντων, ὅτι δίκαιαι αἱ κρίσεις Κυρίου καὶ ἀγαθαὶ αἱ ἐπίνοιαι Αὐτοῦ.<br />
Διὸ διαλάμψας ἐν ὑπομονητικῇ εὐχαριστίᾳ καὶ ἀσκήσει συντονωτάτῃ, κατοικεῖς ἐν οἴκῳ αἰωνίως μελῳδούντων, Μᾶρκε ὁσιώτατε, ἡμεῖς δὲ ταπεινῶς αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.<br />
<br />
Τὸ Συναξάριον.<br />
<br />
Τῇ β' τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Μάρκου τοῦ Κωφοῦ.<br />
<br />
<br />
Στίχοι<br />
῾0 Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων <br />
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.<br />
Δευτερίῃ Μᾶρκος χθόν' ἔλιπεν τὴν πολύβοον.<br />
Καὶ τὸ παρὸν ὑπόμνημα.<br />
<br />
Ὅτε ἤκμασεν ὁ ὅσιος οὗτος πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς, τίνες οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ πολιτεία, οὐκ ἠδυνήθη μὲν παρά τινος μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ μακάριος πάσῃ δυνάμει εἰς τὸ ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς τὸ ἀκούειν καὶ ποιεῖν ἐπιμελῶς καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα· ὅθεν διὰ σκληρᾶς ἀσκήσεως ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς Χριστοῦ γενόμενος διὰ τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ μισθαποδότου Δεσπότου εἰς τὴν αἰώνιον Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμποδίστως τὸ οὐράνιον ἀγγελικὸν μέλος μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος.<br />
Καὶ τὰ λοιπὰ τοῦ Συναξαριστοῦ.<br />
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μᾶς. ᾽Αμήν.<br />
ᾨδὴ ζ' Οὐκ ἐλάτρευσαν.<br />
Οὐκ ἐνάρκησας ἐν τῆ ἀσκήσει ῞Οσιε, οὐδὲ ἐνύσταξας ἀπὸ τῆς σῆς φυλακῆς, διὸ κεχαρίτωσαι, ποικίλαις χάρισι, παρὰ τοῦ Παντοκράτορος, καὶ ἐφορῶντος καλῶς, τοὺς ἀγάπῃ, πρὸς Αὐτὸν τὰ σκάνδαλα, καὶ δεινὰ τῶν ἐχθρῶν ὑπομένοντας.<br />
<br />
Νοῦν ἀκράτητον, τῇ προσευχῇ ἐδέσμευσας, καὶ καθυπέταξας, ἐν θεϊκοῖς λογισμοῖς, διό σοι ἀνέβλυσαν, ὕδατα Χάριτος, δι' ὧν, ὦ Μᾶρκε ὅσιε, πολλοὺς ἐπότισας, καὶ τὴν δίψαν ἀπὸ τῶν ψυχῶν αὐτῶν, διδαχαῖς ταῖς σοφαῖς σου κατέπαυσας.<br />
<br />
<br />
Τίς μοι ἔκραζες, παράδεισος ἢ Κύριος καὶ ξύλον γνώσεως, ἀφ' οὗ τρυφῶ δι' εὐχῆς, γλυκύτατον ῎Ονομα, Αὐτοῦ ἐγένετο· ὅθεν δεῦτε τρυφήσατε, ὅσοι οὐκ ἔσχετε, θείαν γεῦσιν, τῆς Αὐτοῦ χρηστότητος, ἵνα γνῶτε ἐκ πείρας τὸ ἔλεος.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἀκουσάτω μου, τὸν στεναγμὸν ἡ Δέσποινα, ἡ πολυεύπλαγχνος, καὶ μὴ παρίδῃς οἰκτράν, τὴν δέησιν ταύτην μου τὴν πολυστένακτον, ἀλλὰ τὸ οὖς σου κλῖνόν μοι, ἵνα ἐξείπω σοι, τῆς ψυχῆς μου, πάντα ἁμαρτήματα, καὶ ἀνάπαυσιν εὕρω ὁ ἄθλιος.<br />
<br />
ᾨδὴ η'. Πᾶίδας εὐαγεῖς.<br />
<br />
<br />
Στῦλος ἐν εὐχαῖς ὡράθης πάτερ, καὶ πύργος ἐν πειρασμοῖς ἀκλόνητος, ὅπλα ἐνδυσάμενος, ἅπερ Παῦλος εἴρηκεν, ὅθεν ἐδέξω ἄφθονον, Μᾶρκε τὴν ἔκχυσιν, τοῦ Πνεύματος, τοῦ θείου δι' Οὗπερ, γέγονας ἀλείπτης, πολλῶν εἰς σωτηρίαν.<br />
Οὐρανὸν ἐποίησας καρδίαν, καὶ νοῦν σου παράδεισον μακάριε, ἐν οἷς ἐνεθρόνισας, ᾽Ιησοῦν τὸν πάγκαλον, ἐφύτευσας δὲ σύνδενδρον, τῶν ἀρετῶν τὴν πληθύν, διὰ βίου, πλήρους καθαρότητος, ὃν παράσχοις τοῖς πόθῳ τιμῶσί σε.<br />
Νύκτα τοῦ παρόντος βίου πάτερ, ἀπτώτως διῆλθες φωτιζόμενος, ἀγλαΐαις Πνεύματος, καὶ πολλοὺς ἐφώτισας, τοῖς θείοις σου διδάγμασι, φῶς ἐκ μεθέξεως, τοῦ πρωτίστου, γεγονὼς σὺ δεύτερον, ὅπερ αἴτει, ὑπὲρ τῶν τιμώντων σε.<br />
Θεοτοκίον.<br />
Βρόχος μοι τραχὺς ἡ ἁμαρτία ἐγένετο ῍Αχραντε συμπνίγων με, ὅθεν τὸν ταλαίπωρον, τοῦ θανάτου λύτρωσαι, χαριζομένη Πνεύματος, ἀέρα εὔζωον, ὅπως χαίρων, εὕρω τὴν ἀνάψυξιν, καὶ δοξάζω σε πάντοτε Πάναγνε.<br />
<br />
<br />
ᾨδὴ θ'. ῞Απας γηγενής.<br />
<br />
Ἴδε τὴν ἡμῶν, κωφώτητα ὅσιε, ἐξ ἧς τὸ θέλημα, τοῦ Χριστοῦ οὐ θέλομεν, ἀκοῦσαι οὔτε καὶ διαπράξασθαι, καὶ σαῖς εὐχαῖς ἐκδίωξον, νάρκην δαιμόνιον, διανοίγων, ὦτα τὰ ἐσώτατα, ὑπηκόους ποιῶν ἡμᾶς τάχιστα.<br />
<br />
Ὅτι ὁ εχθρὸς ὡς ὅπλῳ ἐχρήσατο πάτερ ψυχώλεθρον σὺ εὐτέχνως ὄργανον, τῆς σωτηρίας σοφῶς μετέβαλες, ἀκούων ἃ οὐκ ἤκουσεν, οὖς τὸ φαινόμενον, ἀλλὰ μόνον, τοῦ Θεοῦ ὁ ἄνθρωπος, μυστικῶς ἐνεργείᾳ τοῦ Πνεύματος.<br />
<br />
Νοῦς ἀγγελικός, ὡράθης πανόσιε, Μᾶρκε τῷ βίῳ σου, νῆψιν ἔχων ἄπαυστον, εὐχαριστίαν καὶ δοξολόγησιν, Δεσπότου ᾯ νῦν ἵστασαι, σὺν τοῖς ἀγγέλων χοροῖς, καὶ ἀκούεις, ὕμνον ἀκατάληκτον, καὶ ὁρᾷς αὐτοψεὶ θεῖον Πρόσωπον.<br />
Θεοτοκίον.<br />
<br />
Ἅπαντα κακῶς, τὰ τάλαντα Δέσποινα, ἅ περ μοι δέδωκεν, σὸς Υἱὸς ἐσκόρπισα, ἐκδαπανήσας ὡς δοῦλος ἄτιμος, διὸ ἀπαῤῥησίαστος, τυγχάνων δέομαι, χρῷ ὡς Μήτηρ, τῆ πολλῇ ἀγάπῃ σου, καὶ Θεόν μοι ἐκμείλιξον τάχιστα.<br />
Ἐξαποστειλάριον.<br />
῏Ηχος β'. Γυναῖκες ἀκουτίσθητε.<br />
Ἀκούσας τοῦ Κυρίου σου, τὴν κλῆσιν τὴν σωτήριον, ὀπίσω ἔδραμες Μᾶρκε, Αὐτοῦ ὡς ἄλλο ἀρνίον, ποθῶν ζωὴν ἀσκήσεως, ἐν ᾗ καὶ εὐηρέστησας, διὸ ἀκούεις νῦν χαίρων, τῶν ἀσωμάτων τοὺς ὕμνους.<br />
Προεόρτιον, ὅμοιον.<br />
<br />
Φωνὴ βοῶντος ἤχησε, καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν ἔπλασεν, ἐν ᾽Ιορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.<br />
<br />
<br />
<br />
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ<br />
<br />
Ψάλλομεν στιχηρὰ προσόμοια.<br />
῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.<br />
<br />
Μᾶρκε τοῦ Κυρίου ἀσκητά, ἔστησας τοὺς πόδας γενναίως ἐπὶ τὴν πέτραν σου, χάριτι ζωούμενος, τοῦ θείου Πνεύματος, πρὸ ὀμμάτων σου θέμενος, Χριστοῦ τὴν ἀγάπην, καὶ τὴν συγκατάβασιν, ὑπὲρ τοῦ γένους ἡμῶν· ὅθεν φιλοτίμως διῆλθες, τρίβον τῆς στενῆς βιοτῆς σου, δράγματα συλλέξας πολυτίμητα.<br />
<br />
Ὤτων στερηθεὶς τῶν φυσικῶν, Μᾶρκε παμμακάριστε πάτερ, οὐκ ἐδειλίασας, οὐδὲ κατὰ Πλάστου σου ἤγειρας ἔνστασιν ἀλλὰ χαίρων ἐχώρησας εἰς τὴν μυστικὴν ἀπόκτησιν, ἅπερ καὶ εἴληφας· ὅθεν καθ' ἡμέραν καὶ ὥραν, ἔσχες ἀναβάσεις καρδίας, τοῦ Θεοῦ φωνὴν ἐνωτιζόμενος.<br />
<br />
Χαῖρε τὴν χαρὰν τὴν μυστικήν, ἣν οὐδεὶς δυνήσεται Μᾶρκε, σοῦ ἀφαιρέσαι ποτέ, ὅσα γὰρ τῆς Χάριτος, ἀμετακίνητα, καὶ Θεὸν καθικέτευε, δοῦναι ἡμῖν πᾶσι, ὦτα πανευήκοα τῶν θελημάτων Αὐτοῦ, ἵνα ἐντολῶν τῇ τηρήσει, τὸν τῇ ἁμαρτίᾳ φθαρέντα, ἄνθρωπον ῥαδίως ἀποβάλωμεν.<br />
<br />
Δέχου πολιτείας σου μισθόν, τὴν μετὰ ἁγίων ᾽Αγγέλων, ὦ Μᾶρκε σύστασιν· σὺ γὰρ ὥσπερ ἄσαρκος, ἐν γῇ ἐβίωσας, σιωπῶν καὶ εὐχόμενος, ἐντεῦθεν ἐν γνώσει, μέλλοντος μυστήριον ποθῶν βιῶσαι σοφέ, οὗπερ μετασχὼν νῦν μνησθείης, καὶ ἡμῶν τῶν σήμερον μνήμην, ἐν χαρᾷ τὴν σὴν ἀγόντων ὅσιε.<br />
<br />
<br />
Δόξα.῏Ηχος πλ.δ'.<br />
<br />
Ὁ ἔχων ὦτα ἀκούειν ἀκουσάτω, ἀδελφοί, Μάρκου τοῦ κωφοῦ, τὰ θεῖα κατορθώματα. Οὗτος γὰρ μὴ ἀπαναινόμενος μικροψύχως, τὴν ἐπισυμβᾶσαν αὐτῷ κώφευσιν, οὐκ ἐπαύσατο βοῶν τῷ Δεσπότῃ· εὐχαριστῶ σοι Κύριε φιλόψυχε, ὅτι ἐκ τῶν πειρασμῶν ἐξήγαγές με, φυλάξας με ἀπὸ τῶν ἀκουστικῶν συμπτωμάτων, καὶ τὴν διάνοιαν ἀναδείξας ἐργαστήριον, τῶν σωτηριωδῶν καὶ γλυκυτάτων ἐννοιῶν σου. ῞Οθεν γῆθεν σήμερον δεχθείς με μετ' ἀγγέλων, δὸς τὴν θείαν χάριν σου, τοῖς ἑορτάζουσι τὴν μνήμην μου.<br />
Καὶ νῦν. Προεόρτιον ὁμόηχον.<br />
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' ᾽Αγγέλων μοι λειτούργησον. ᾽Εκτείνας ἅψαι τῇ παλάμη, τῆς κορυφῆς μου τῆς ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν ᾽Ιορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε, δόξα σοι.<br />
Δοξολογία μεγάλη κλ.π., ὡς σύνηθες.<br />
<br />
Μεγαλυνάριον.<br />
<br />
Χαίροις Μᾶρκε ὅσιε ἀσκητά, ὡς εὐαρεστήσας, κεκληκότι σε ᾽Ιησοῦ, εὔχου δὲ δοθῆναι, τὰ ἔσω ὦτα πᾶσι, τοῖς πόθῳ εὐφημοῦσι, πάνσεπτον μνήμην σου.<br />
<br />
Στίχοι.<br />
Εὐχαῖς σου κώφευσον τὰ ὦτα ψυχῆς μου, ὥστε ἀκούειν, Μᾶρκε, μόνον Κυρίου.<br />
<br />
Συνετέθη ἡ παροῦσα ἀκολουθία ἐν τῆ ῾Ιερᾷ Μονῇ Σίμωνος Πέτρας ῾Αγίου ῎ Ορους ῎Αθω, τῇ 10. 11.1996.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-9630264180110468372011-12-17T12:44:00.000-08:002011-12-17T12:44:08.054-08:0011 ΔΕΚΕΜΒΡΙΟΥ ΒΗΧΙΑΝΟΥ ΚΑΙ ΝΟΜΩΝΟΣ ΑΚΟΛΟΥΘΙΑΔΕΚΕΜΒΡΙΟΥ ΙΑ΄<br />
Μνήμη τῶν ὁσίων καὶ θεοφόρων πατέρων<br />
τῆς Κύπρου<br />
<br />
ΒΗΧΙΑΝΟΥ ΚΑΙ ΝΟΜΩΝΟΣ <br />
<br />
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.<br />
<br />
Εἰς τό, Κύριε ἐκἐκραξα, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.<br />
<br />
῏Ηχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος!<br />
<br />
Πάτερ Νόμων θεσπέσιε, τοῦ ᾽Αβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας· ᾽Ιὼβ ἐκτήσω, τὸ ἐν τοῖς πόνοις στεῤῥόν, Δαυῒδ τὸ πρᾶον, ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας· τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.<br />
<br />
Πάτερ Νόμων πανένδοξε, οἰ σὲ τιμῶντες πιστοί, τῶν κακῶν τὴν ἐπήρειαν, καὶ ἐχθροῦ τὰς μάστιγας, ἱκετεύομεν δίωξον, καὶ τῶν κινδύνων λύτρωσον, ῞Οσιε, τοὺς μετὰ πόθου, ἐκδυσωποῦντάς σε· ἴασιν δώρησαι, τοῖς νοσοῦσι δούλοις σου, καὶ τὰς ψυχάς, πάντων τῶν τιμώντων σε, σῶσον, μακάριε.<br />
<br />
Πάτερ Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, καὶ τῶν ὁσίων, βίον διήνυσας. Ὦ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
Νόμων, Βηχιανέ, ὑμεῖς, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενοι, τὸν Θεὸν ἐζητήσατε· ῞Ον καὶ εὑρόντες, ὡς ἐποθήσατε, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενοι, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, τῶν μοναστῶν, μέτοχοι γεγόνατε, θεομακάριστοι.<br />
<br />
Δόξα. ῏Ηχος πλ. β'.<br />
<br />
Δεῦτε ἅπαντες πιστοί, ἀξίως τιμήσωμεν Νόμωνα καὶ Βηχιανόν, νέμοντας ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτούς. Οὗτοι γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξαν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα, εἰς οὐδὲν λογισάμενοι· διὸ καὶ τὴν οὐράνιον τρίβον εὐχερῶς βαδίσαντες, τανῦν σὺν ᾽Αγγέλοις εὐφραίνονται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενοι, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τὴν ἁγίαν μνήμην τελούντων αὐτῶν.<br />
<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ῾Ο γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ῾Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.<br />
(Κεφ. γ'. 1- 9)<br />
<br />
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος έν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.<br />
(Κεφ ε'. 15 ς' 3).<br />
<br />
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὑτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾽Ενδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. ᾽Αγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. ᾽Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.<br />
<br />
Σοφία Σολομῶντος τὸ Ανάγνωσμα<br />
(Κεφ. δ'. 7 - 15)<br />
<br />
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. ῾Ηρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γαρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσε ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
<br />
Εἰς τὴν Λιτήν.<br />
<br />
Στιχηρὰ ᾽Ιδιόμελα.<br />
<br />
῏Ηχος α'.<br />
<br />
Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε, σήμερον ἐν τῷ τεμένει, Νόμωνος καὶ Βηχιανοῦ τῶν ἀκεστόρων· νέμουσι γὰρ ἰάματα δαψιλῶς, τοῖς αἰτοῦσιν αὐτοῖς, καὶ ψυχικῶν νοσημάτων, παρέχουσιν ἴασιν τοῖς νεκρώσασι σάρκα, τῆς τοῦ Κυρίου στοργῆς.<br />
<br />
῾0 αὐτός.<br />
<br />
Ἀπὸ νεότητος κόσμον, Πατέρες, λιπόντες, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενοι, τὴν ἔρημον ᾠκήσατε, καὶ μονάζοντα βίον σοφῶς ἐνεφήνατε· διὸ ἐν οὐρανοῖς εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, καὶ ἐν οὐρανοῖς ἐσκηνώσατε, ῞Οσιοι. ᾽Αλλὰ πρεσβεύετε τῷ Κυρίῳ ἡμῶν, Νόμων καὶ Βηχιανὲ παναοίδιμοι.<br />
<br />
῾0 αὐτός.<br />
<br />
Ἀπαρνηθέντες τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ ῞Οσιοι, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν αὐτοῦ, ἐπ' ὤμων ἀράμενοι, εὐαγγελικῶς Χριστῷ ἠκολουθήσατε, ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενοι, καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενοι, Νόμων καὶ Βηχιανὲ ὅσιοι, πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
<br />
<br />
<br />
Δόξα... ῏Ηχος πλ. α'.<br />
<br />
Ὅσιοι πατέρες, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσαντες, τὸν κόσμον κατελίπετε, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενοι· ὅθεν πᾶσιν ἐβοᾶτε· ᾽Αγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὕρητε ἀνάπαυσιν μετὰ πάντων τῶν ῾Αγίων· ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Εἰς τὸν Στίχον.<br />
<br />
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.<br />
<br />
Στιχηρὰ Προσόμοια.<br />
<br />
῏Ηχος α'. Πανεύφημοι Μάρτυρες.<br />
<br />
Νόμων πανεύφημε, καλῶς, τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὸχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἐλεος.<br />
<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
<br />
Τῆς Κύπρου τὰ πέρατα ὑμῶν, νῦν κηρύττει θαύματα. Βηχιανέ, Νόμων, ὅσιοι, θαυματουργίαις γάρ, καταστέψας ὑμᾶς, ὁ Χριστὸς ἐκόσμησε· τὴν σάρκα δι' αὐτὸν ἐνεκρώσατε, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.<br />
<br />
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.<br />
<br />
Νόμων παναοίδιμε, πυκνάς, ἀῤῥωστίας σώματος, καὶ ἀσθενείας, μακάριε, ψυχῶν ἰώμενος, εὐχερῶς διἐλυσας, τὸν δεσμὸν τοῦ ὄφεως· τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμᾶς, καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
Δόξα... ῏Ηχος πλ. β'.<br />
<br />
Σήμερον τῶν ᾽Ορθοδὁξων τὰ συστήματα, τῷ ναῷ τῶν ῾Οσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος·παρέχουσι, γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Καὶ νῦν… Θεοτοκίον.<br />
<br />
Τριήμερος ἀνέστης, Χριστέ.<br />
<br />
Μεγάλων χαρισμάτων, ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.<br />
<br />
᾽Απολυτίκιον.<br />
<br />
῏Ηχος α'. Τῆς ἐρήμου πολίτης.<br />
<br />
Τῶν Κυπρίων τὸ κλέος καὶ ῾Οσίων ἀγλάϊσμα, πατέρες ἡμῶν Νόμων καὶ Βηχιανέ, νηστείᾳ κατετήξατε σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς· ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανῶν ἐδέξασθε, ὅσιοι. Δόξα τῷ δεδωκότι ὑμῖν ἰσχύν· δόξα τῷ ὑμᾶς στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.<br />
<br />
Κάθισμα.<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυ ΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῳ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.<br />
<br />
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.<br />
<br />
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.<br />
<br />
῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.<br />
<br />
Τοὺς ἀσκητὰς τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντας πάσας τὰς προσβολὰς τῶν παθῶν, δι' ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντας σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντας τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Χαῖρε, πύλη Κυρίου ἡ άδιὁδευτος, ἣν προεκήρυξαν πάντες οἱ δικαιότατοι, καὶ ὁ Προφήτης Δανιήλ ῎Ορος ἀλάξευτον, καὶ Δαυΐδ ὁ μελῳδός, σὺν Μωϋσεῖ καὶ τοῖς λοιποῖς, Βάτον καὶ Στάμνον καὶ ῾Ράβδον, Νεφέλην, Πύλην καὶ Θρόνον, μέγα Ὄρος ἀναδειχθεῖσαν ἡμῖν.<br />
<br />
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.<br />
<br />
῏Ηχος δ'. ᾽Επεφάνης σήμερον.<br />
<br />
Τῷ φωτὶ λαμπόμενοι, τῷ ἀπροσίτῳ, ὡς ἀστέρες λάμψαντες, ἐν τοῖς Κυπρίοις διδαχαῖς, καταφωτίζετε ἅπαντας, τοὺς ἀδιστάκτῳ ψυχῇ<br />
προσιόντας ὑμῖν.<br />
<br />
Δόξα. ῞Ομοιον.<br />
<br />
<br />
<br />
Τῶν πιστῶν ἀστράψαντες, ὡς ἑωσφόροι, καὶ τῆς Κύπρου λάμψαντες ἀκτινοβόλοις ἀρεταῖς, ὦ Νόμων σὺν τῷ Βηχιανῷ παρέχοντες πᾶσι νοσοῦσι τὴν ἵασιν.<br />
<br />
Καὶ νῦν... Θεοτοκίον.<br />
<br />
Ἐπελεύσει Πνεύματος, τοῦ παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνή, Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.<br />
<br />
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.<br />
<br />
῏Ηχος γ'. Θείας πίστεως.<br />
<br />
Μέγα ὄνομα ὑμῶν πατρίδι, προεξένησαν, θεῖαι ἀσκήσεις, ὑμῶν, Νόμων, Βηχιανέ, μακάριοι· Οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον,νῦν δι' ὑμᾶς ἐπὶ πλέον πεφήμισται, ὦ μακάριοι. Διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι ὑμῶν τὰ μνημόσυνα.<br />
<br />
Δόξα. Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
῏Ηχος γ'. Τὴν ὡραιότητα.<br />
<br />
Τῆς συμπαθείας σου πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου κράτος τὸ ἅμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι, Παρθένε Θεοτόκε, βοῶ σοι· Σῶσόν με, σῶσον τὸν ἀνάξιον.<br />
<br />
Τὸ Α' ᾽Αντίφωνον τῶν ᾽Αναβαθμῶν τοῦ δ΄Ἦχου.<br />
<br />
Προκείμενον. ῏Ηχος δ'.<br />
<br />
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.<br />
<br />
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;<br />
<br />
Πᾶσα πνοή.<br />
<br />
Τὸ Εὐαγγέλιον.<br />
<br />
Ἐκ τοῦ κατὰ Λουκᾶν.<br />
(Κεφ. ς΄ 17 - 23)<br />
<br />
(Ζὴτει τῇ Παρασκευῇ τῆς Β΄Ἑβδομάδος Λουκᾶ).<br />
<br />
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ...<br />
<br />
῾0 Ν' Ψαλμός.<br />
<br />
Δόξα... Ταῖς τῶν σῶν ῾Οσίων...<br />
<br />
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου…<br />
<br />
Στίχ. ᾽Ελέησόν με, ὁ Θεός...<br />
<br />
Τὸ ᾽Ιδιόμελον.<br />
<br />
῏Ηχος πλ. β'.<br />
<br />
Σήμερον τῶν ᾽Ορθοδόξων τὰ συστήματα, τῷ ναῷ τῶν ῾Οσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος· παρέχουσι γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Ὁ Κανὼν τῶν ῾Οσίων.<br />
<br />
ᾨδὴ α'.<br />
<br />
῏Ηχος πλ. δ'. Ὑγρὰν διοδεύσας.<br />
<br />
Πατέρων ἐξάρχοντες θαυμαστοί, καὶ τῶν ἀσθενούντων, καὶ νοσούντων οἱ ἰατροί, τὴν ἐζοφωμένην μου καρδίαν, ἀχλύος πάσης φωταγωγήσατε.<br />
<br />
Ἀπολάβετε, Ἅγιοι, ἀμοιβάς, τῶν πόνων καὶ γέρα, τῶν ἀγώνων τῶν ἐπὶ γῆς, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην, καὶ κληρουχίαν τὴν σωτήριον.<br />
<br />
Μακάριοι ὄντες ὡς ἀληθῶς, καὶ τῶν μακαρίων, ἐκληρώσασθε ἄνω γῆν, Βηχιανὲ καὶ Νόμων, δικαίως, εἰλήφατε τὴν χάριν ἰάσεων.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Λύτρωσαι γεέννης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης, Παναγία, ἡ τὸν Θεόν, γαστρὶ συλλαβοῦσα, Θεοτόκε, ὃνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
<br />
<br />
ᾨδὴ γ΄.<br />
<br />
Οὐρανίας ἁψῖδος.<br />
<br />
Μετριόφρονες, πρᾶοι, εὐθεῖς, ἁπλοῖ καὶ ἄκακοι· διὸ δυσωποῦμεν, ἀπὸ παντοίας ἀνάγκης, ῥύσασθαι ἡμᾶς, Παμμακάριστοι.<br />
<br />
Μαθηταὶ τοῦ Σωτῆρος, καὶ τῶν αὐτοῦ πράξεων, ἀγγελικῶς βιώσαντες, τρόπων χρηστότητι ὅθεν μετάρσιοι, εἰς οὐρανοὺς μεταβάντες, ᾽Αγγέλων γεγόνατε σύσκηνοι.<br />
<br />
Ἀπὸ πάσης ἀνάγκης, φθοροποιοῦ, ῞Οσιοι, νόσου καὶ δεινῆς ἀῤῥωστίας, σπεύσατε, σώσατε, πάντας ἡμᾶς δεομένους, καὶ κινδύνων<br />
ῥύσασθε, ῞Αγιοι πανένδοξοι.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Οὐρανῶν πλατυτέρα, καὶ Χερουβίμ, ῎Αχραντε, καὶ ἐνδοξοτέρα τῶν ἄνω, πασῶν Δυνάμεων· Παρθένε ἄμωμε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.<br />
<br />
Κάθισμα.<br />
<br />
῏Ηχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.<br />
<br />
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄραντες δή, καὶ αὐτῷ μέχρι τέλους ὄντες πιστοί, τὸν νοῦν οὐχ ἐστρέψατε, ἐν τῷ κόσμῳ, Θεόσοφοι, Βηχιανὲ καὶ Νόμων· τὰ πάθη νεκρώσαντες, ναοὺς ἡτοιμάσατε, ἑαυτοὺς τῷ Θεῷ ὑμῶν· ὅθεν χαρισμάτων, ἀμοιβὴν εἰληφότες, ἰᾶσθε νοσήματα, καὶ διώκετε πνεύματα, Θεοφόροι μακάριοι. Εὔχεσθε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.<br />
<br />
Δόξα. Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως, Μήτηρ Θεοῦ, ἀφράστως ἐκύησας, τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. ῞Οθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις, Πανάμωμε.<br />
<br />
ᾨδὴ δ'.<br />
<br />
Εἰσακήκοα, Κύριε.<br />
<br />
Κατανύξεως πέφυκε, ὅλος ὁ χῶρος τῆς ὑμῶν ἀσκήσεως, τὰς ἰάσεις νῦν καὶ πάντοτε, ἐπιδαψιλεύετε, Μακάριοι.<br />
<br />
Ἀπὸ πάσης λυτρώσασθε, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιοι, Βηχιανὲ καὶ Νόμων ὅσιοι, καὶ παντὸς κινδύνου ἡμᾶς διασώσατε.<br />
<br />
Ῥωμαλέον ἱμάτιον, ῞Οσιοι, ἐσχήκατε, καὶ ἀνυπόδητοι, ἐπατήσατε τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ὑπὲρ φύσιν ἐκύησας, ἄχραντε Παρθἐνε, τὸν ὑπερούσιον, Θεὸν Λόγον τὸν προάναρχον, Ὃν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
ᾨδὴ ε'.<br />
<br />
῞Ινα τί με ἀπώσω.<br />
<br />
Ἰάσατε τὰ πάθη, τὰ παρενοχλοῦντά με ἐξ ἀφροσύνης μου, ἃ ἐσκότισέ με, ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα· ἀναστήσατέ με, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου ἰθύνατε δέομαι.<br />
<br />
Ὢ καινῶν ἀκουσμάτων ὧνπερ ἀκηκόαμεν ἐπὶ τῇ μνήμῃ ὑμῶν, Βηχιανὲ καὶ Νόμων, τῶν θαυμάτων τὰ πλήθη τὰ ἄπειρα· ἰατρεύονται νῦν, περιχαρῶς οἱ ἀσθενοῦντες, ἀρυόμενοι θεῖα ἰάματα.<br />
<br />
Νοσῶν εὕρημαι ὅλως, καὶ κατακαμπτόμενος βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου, τῇ κακῇ προαιρέσει συνέχομαι· ἀναστήσατέ με, τῆς χαλεπῆς καὶ κακοτέχνου, ἀσθενείας, Πατέρες μακάριοι.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Κατὰ χρέος σε πάντες, Δέσποινα, κηρύττομεν καὶ μακαρίζομεν· γενεαί σε πᾶσαι, τῶν ἀνθρώπων δοξάζουσιν, ῎Αχραντε. Σὺ γὰρ μόνη πέλεις, χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε πανάμωμε.<br />
<br />
ᾨδὴ ς'.<br />
<br />
῾Ιλάσθητί μοι, Σωτήρ.<br />
<br />
Ἀπόθετα τῷ Χριστῷ, ὀφθέντες σκεύη καὶ τίμια, φωτίζοντες ἀρεταῖς, τοῦ κόσμου τὰ πέρατα, Πατέρες μακάριοι· πάντων ὑμῶν ἐπακούσατε, τῶν τιμώντων τὴν μνήμην ὑμῶν.<br />
<br />
Θεμέλιον ἀῤῥαγές, ἐν τῇ ὁδῷ ὑμῶν ἔθετε, τὴν πίστιν καὶ προσευχήν, καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον, περιπεφραγμένοι, διὰ βίου περαιούμενοι.<br />
<br />
Ἐν τοῖς σπηλαίοις, Σοφοί, τὸν βίον ὑμῶν διήλθετε, δακρύων καὶ στεναγμῶν, τοὺς ἄνθρακας σβέσαντες, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πραέων, ἐκληρώσασθε γῆν, ῞Οσιοι.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστὴριον, καὶ κιβωτὸν ἀληθῶς, καὶ στάμνον καί τράπεζαν, καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε, σὲ κηρύττομεν.<br />
<br />
Κοντάκιον.<br />
<br />
῏Ηχος β΄.<br />
<br />
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας.<br />
<br />
Τοὺς ἀσκητὰς τῆς ἀληθείας ἅπαντες, άνευφημήσωμεν, πιστοί, ὡς ἀναλάμψαντας, ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντας, τοὺς ἐν πίστει προσιόντας τῷ ναῷ αὐτῶν· διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες, ὑπὲρ πάντων ἡμῶν.<br />
<br />
Ὁ Οἶκος.<br />
<br />
Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοήσαντες Νόμων καὶ Βηχιανός, ἁμαρτίαν ἐκ καρδίας μισήσαντες, καὶ τὰ πάθη δεινῶς χαλινώσαντες, τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενοι, τὴν σάρκα ἐδούλωσαν τῷ πνεύματι· ἔξω γὰρ σαρκὸς καὶ τοῦ κόσμου γενόμενοι, εἰς οὐρανοὺς ἀνέδραμον, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν ᾽Αγγέλοις χορεύοντες ἀγαλλόμενοι. Διὸ βοῶμεν μετὰ πόΘου, Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες ὑπὲρ πάντων ἡμῶν.<br />
<br />
Συναξάριον.<br />
<br />
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν όσίων καὶ Θεοφόρων πατέρων ἡμῶν Νόμωνος καὶ Βηχιανοῦ.<br />
<br />
Στίχοι.<br />
<br />
᾽Οσφὺν νοητὴν ἀρετῶν ἐζωσμένοι,<br />
Νόμων καὶ Βηχιανὸς σπεύδουσι πρὸς πόλον.<br />
<br />
Χοῦς ἑνδεκάτῃ Βηχιανὸν καὶ Νόμωνα ἐδέχΘη.<br />
<br />
<br />
Οὗτος ὁ θαυμάσιος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ Νόμων ἦτον γέννημα καὶ θρέμμα τῆς περιφήμου νήσου Κύπρου. ᾽Απὸ ποίους δὲ ἐγεννήθη οὐκ ἔχομεν τὸ ἀκριβὲς εἰπεῖν. Μόνον περὶ αὐτοῦ λέγομεν ὅτι ἀπὸ νεότητος αὐτοῦ τὸν κόσμον καταλιπών, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενος, ἐν ἐρήμοις καὶ ὄρεσι διῃτᾶτο. Καὶ εὑρὼν σπήλαιόν τι καὶ ἐν αὐτῷ κατοικήσας, τὸν μονήρη βίον διήρχετο. Εἰς προσευχὰς ιςαὶ ἀκαταπαύστους δεήσεις σχολάζων, τοὺς ἑαυτοῦ πόδας οὐκ ἐκάλυψεν ὑποδήμασι πώποτε, ἀλλ' ἀφῆκεν ἑαυτὸν ἀνυπόδητον τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους πιέζεσθαι.<br />
Μετὰ τοιούτους καὶ τηλικούτους λαμπροὺς ἀγῶνας, εἰς βαθὺ γήρας ἐλθών, πρὸς Κύριον ἐξεδήμησε. Καὶ ἡ πάντιμος σορὸς τῶν αὐτοῦ λειψάνων ποιεῖ ἄπειρα θαύματα τοῖς εἰς αὐτὴν μετὰ πόθου καὶ εὐλαβείας προσιοῦσι. Διὰ τοῦτο καὶ ἡ πατρὶς αὐτοῦ μέγα ὄνομα ἐξ αὐτοῦ ἐκτήσατο.<br />
Τὸ σχῆμα τοῦ Ἁγίου ἦτον, ὡς φαίνεται έν τῇ εἰκόνι αὐτοῦ, οὐ πολλὰ μακρύς, ἀλλὰ μέτριος, καὶ εἰς τὸ σῶμα ξηρός, ὡς ὁ Μέγας Βασίλειος, εἶχε δὲ τὸ γένειον μακρὺν ἕως τὴν ὀσφὺν αὐτοῦ καὶ λευκότατον.<br />
Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ θείῳ αὐτοῦ ναῷ τῷ ὄντι ἐν τῷ νῦν χωρίῳ ᾽Ανάγυια.<br />
Ὁ ὅσιος Βησσιανὸς ἢ Βηχιανὸς εἷς ἦν ἐκ τῶν ἐντοπίων ὁσίων τῶν ἀσκήσει διαλαμψάντων ἐν Κύπρῳ, ὅπου τιμᾶται εὑρέως, θεωρούμενος ὡς θεραπεύων τοὺς πάσχοντας ἐκ χρονίου βηχὸς καὶ ἐξ οἱουδήποτε ἅλλου πνευμονικοῦ νοσήματος. Τοιχογραφίαι καὶ εἰκόνες αὐτοῦ ὑπάρχουσιν εἰς πλείστους, ναοὺς Μονῶν, πόλεων καὶ χωρίων τῆς Κύπρου ἀπὸ τοῦ 14ου αἰῶνος.<br />
Εἰς τὰ χωρία ᾽Ανάγυια τῆς Λευκωσίας καὶ Φιλοῦσα τῆς Χρυσοχοῦς συνεορτάζεται μετὰ τοῦ ἁγίου Νόμωνος τὴν 11ην Δεκεμβρίου.<br />
<br />
Σ υ ν α ξ ά ρ ι ο ν<br />
<br />
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου. <br />
Στίχοι<br />
• Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων, <br />
• Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον. <br />
• Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου. <br />
Στίχοι<br />
• Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος, <br />
• Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ. <br />
Στίχοι<br />
• Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει, <br />
• Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ. <br />
Στίχοι<br />
• Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους. <br />
• Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος. <br />
<br />
Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας. <br />
Στίχοι<br />
• Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία <br />
• Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν. <br />
<br />
<br />
<br />
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.<br />
<br />
ᾨδὴ ζ'.<br />
<br />
Παῖδες ῾Εβραίων.<br />
<br />
Ῥῦσται γεγόνατε προθύμως, τοῖς προστρέχουσιν ὑμῶν τῇ θείᾳ σκέπῃ, ἀπὸ βλάβης ἐχθρῶν, καὶ νόσων καὶ σκανδάλων· Εὐλογητὸς κραυγάζοντες, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.<br />
<br />
Ἄμωμος γέγονεν ὁ βίος, καθαρωτάτη, Σοφοί, ἡ μαρτυρία,καὶ σωτήριος δέ, τοῖς πίστει προσκυνοῦσι, σεπτὴν ὑμῶν εἰκόνα, Βηχιανὲ καὶ Νόμων, θαυμάσιοι.<br />
<br />
Πάθη μαράναντες ἐν βίῳ, μετὰ σώματος ᾽Αγγέλους μιμηθέντες, Παραδείσου τρυφῆς, ἀξίως μετασχόντες, ἀκαταπαύστως ψάλλετε· ῾Ο Θεὸς εὐλογητὸς εἶ.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Σύ με διάσωσον, Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων, καὶ δεινῆς συμφορᾶς, καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ῞Ον<br />
ἀσπόρως συλλαβοῦσα.<br />
<br />
ᾨδὴ η'.<br />
<br />
῾Επταπλασίως κάμινον.<br />
<br />
Εὑσεβοφρόνως ζήσαντες, Βηχιανέ τε καὶ Νόμων, τὴν δικαιοσύνην, καὶ ἀνδρείαν, ῞Οσιοι, σὺν τούτοις τὴν φρόνησιν, καὶ τὴν ἀγάπην καὶ προσευχήν, καὶ τὴν σωφροσύνην ἀποκτήσαντες πλήρως, ἐγκράτειαν καὶ πᾶσαν ἀρετὴν ἀσκηθέντες, εἰς οὐρανοὺς ἐλθόντες, νῦν ζῆτε εἰς αἰῶνας.<br />
<br />
Ὑπὸ τὴν σκέπην, Ὅσιοι, τὴν ὑμῶν καταφεύγοντες, πάντες οἱ νοσοῦντες, οἳ δεινῶς κολάζονται, κραυγάζουσι λέγοντες· σπεύσατε,θεραπεύσατε πάθη, ἃ διττῶς κατακεντοῦσι, τὸ σῶμα καὶ καίουσι δὲ μᾶλλον, τὴν ψυχὴν τὴν ἀθλίαν, ἵνα ὑμᾶς ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.<br />
<br />
Σώσατε λαὸν κάμνοντα, νοσημάτων ἀνιάτων, τοὺς προσερχομένους, τῷ σεπτῷ ναῷ ὑμῶν, σὺν πόθῳ καὶ πίστει τε, καὶ τῶν δακρύων ἐπιῤῥοῇ, ἐπικαλουμένους, τὴν θερμὴν μεσιτείαν, ὑμῶν πρὸς τὸν Σωτῆρα, Νόμων καὶ Βηχιανέ, ἵνα ὑμᾶς ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Παρθενομῆτορ ῎Αχραντε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον· νοσοῦντά με ἴασον, σὺν τῇ ψυχῇ καὶ τῷ σώματι· παθῶν τε καὶ ζάλης, καὶ κακώσεως δαιμόνων, ἐξαίρουσά με τάχει, δυσωπῶ σε, Παρθένε, ἵνα σὲ μεγαλύνω, τὴν Κεχαριτωμένην.<br />
<br />
ᾨδὴ θ'.<br />
<br />
Κυρίως Θεοτόκον.<br />
<br />
Ὁ βίος ὑμῶν ὅλος, πέφυκε δοχεῖον, τῆς τρισηλίου Θεότητος, ῞Οσιοι, ἐξ ἧς λαμβάνομεν πάντες, ταχεῖαν ἴασιν.<br />
Νευρούμενοι ἀγάπῃ, τῇ πρός τὸν Δεσπότην, τὰς τῶν δαιμόνων ἐνέδρας κούφως ἐφύγετε, καὶ οὐρανῶν Βασιλείας, νῦν συμμετέχετε.<br />
<br />
Μεγάλως ἀσκηθέντες, ὅσιοι Πατέρες, τῶν δωρεῶν ἐκ Θεοῦ ἀπελαύσατε, τοῦ ἰατρεύειν ἀμέσως, πάντα νοσήματα.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἐξέκλινα εὐθείας, ὁδοῦ τῆς τοῦ Κυρίου. Θεομακάριστε, Κόρη πανάμωμε, ἀλλὰ τῇ σῇ μεσιτείᾳ, πρόφθασον, σῶσόν με.<br />
<br />
᾽Εξαποστειλάριον.<br />
<br />
᾽Εν Πνεύματι τῷ ἱερῷ.<br />
<br />
Ἐν σώματι ἐπὶ τῆς γῆς, τῶν ᾽Αγγέλων τὸν βίον, μετήλθετε ὡς ἄσαρκοι, ἐν τῷ κόσμῳ δειχθέντες, φωστῆρες ὑπερλάμποντες, τοῖς πιστοῖς ἐφάνητε, Βηχιανέ τε καὶ Νόμων, εὐσεβῶν πάντων κλέος, ἀσκητῶν ἡ καλλονή, καὶ τῶν πατέρων ἡ δόξα.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἐλπὶς τοῦ κόσμου, ᾽Αγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον, Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένας πρὸς Θεοῦ, ἐμβίβασον θελημάτων.<br />
<br />
καὶ ψάλλομεν Στιχηρὰ<br />
<br />
Εἰς τοὺς Αἴνους.<br />
<br />
῾Ιστῶμεν Στίχους δ'.<br />
Προσόμοια.<br />
<br />
῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.<br />
<br />
Ἡ καθαρότης καρδίας, ὑμῶν ἀνέδραμεν, εἰς οὐρανίους νόας, σὺν αὐτοῖς τοῦ Δεσπότου, τῷ θρόνῳ παριστάμενοι ἐκτενῶς, ὑπὲρ πάντων πρεσβεύετε, τοῦ λυτρωΘῆναι κινδύνων καὶ πειρασμῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).<br />
<br />
Τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν θλιβομένων χαρά, τῶν θαυματουργημάτων, οἱ λαμπροὶ ἑωσφόροι, ὁ Νόμων σὺν τῷ θείῳ Βηχιανῷ, συγκαλοῦσι πάντας ἡμᾶς, τοῦ ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά, καὶ τοῦ σώματος οἱ ἔνδοξοι.<br />
<br />
Δεῦτε συνάχΘητε πάντες, ἀπὸ περάτων τῆς γῆς, ὑπὸ ποικίλων νόσων, κατεχόμενοι πόθῳ, ἀρύσασΘε πλουσίως, χάριν Θεοῦ· ἀναργύρως παρέχουσι, τῶν νοσημάτων τὴν ἴασιν δαψιλῶς, τοῖς νοσοῦσι νῦν οἱ ῞Οσιοι.<br />
<br />
Δόξα... ῏Ηχος πλ. δ'.<br />
<br />
Τῶν εὐσεβῶν τὰ πλήΘη, τοὺς ὁδηγοὺς ἡμῶν τιμῶμεν, Βηχιανὲ καὶ Νόμων, τὸν κόσμον φυγόντες, σπηλαίοις ᾠκήσατε, τὴν σάρκα σταυρώσαντες, Χριστῷ ἠκολουθήσατε· τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, ἀπεπνίξατε. Ἔξω γὰρ σαρκός, καὶ κόσμου ὅλως γενόμενοι, τοῖς τῆς ἀσκήσεως ἄθλοις, χρυσίου λαμπρότεροι, ἀπηστράψατε, ῞Οσιοι, καὶ καθαρὰ δοχεῖα, γεγόνατε Πνεύματος, τοῦ ῾Αγίου, μακάριοι· πρεσβεύετε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Καὶ νῦν... Θεοτοκίον.<br />
<br />
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.<br />
<br />
Δοξολογία Μεγάλη, καὶ ᾽Απόλυσις.<br />
<br />
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ<br />
<br />
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῶν ῾Οσίων ᾠδὴ γ΄ καὶ ς΄. <br />
<br />
Ὁ Ἁπόστολος<br />
<br />
Προκείμενον. ῏Ηχος βαρύς. (Ψαλμ. ρμθ').<br />
<br />
Καυχήσονται ὅσιοι ἐν δόξῃ.<br />
<br />
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.<br />
<br />
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παὑλου<br />
τὸ ᾽Ανάγνωσμα<br />
(Κεφ. η'. 14 - 21)<br />
<br />
(Ζήτει τῷ Σαββἀτῳ τῆς Ε' ῾Εβδομάδος ᾽Επιστολῶν).<br />
<br />
Ἀδελφοί, ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ᾽Αββᾶ ὁ πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ῾Η γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ότι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.<br />
<br />
᾽Αλληλούϊα (γ'), ῏Ηχος πλ. β', (Ψαλμ. ρια').<br />
<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
<br />
῾Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.<br />
<br />
Τὸ Εὐαγγέλιον.<br />
<br />
Ἐκ τοῦ κατά ΜατθαΙον,<br />
(Κεφ. ια' 27 - 30).<br />
<br />
(Ζήτει τῇ Πέμπτῃ τῆς Δ' ῾ΕΒδομάδος Ματθαίου).<br />
<br />
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα<br />
μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν...<br />
<br />
Κοινωνικόν.<br />
<br />
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. ᾽Αλληλούΐα.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-61419057805085909812011-12-17T11:47:00.000-08:002011-12-17T11:47:28.795-08:00ΔΕΚΕΜΒΡΙΟΥ 11 ΑΚΟΛΟΥΘΙΑ ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥΑΚΟΛΟΥΘΙΑ<br />
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ<br />
ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥ<br />
ΣΥΜΠΛΗΡΩΣΙΣ ΤΗΣ ΤΟΥ ΜΗΝΑΙΟΥ ΑΚΟΛΟΥΘΙΑΣ<br />
ΜΝΗΜΗ ΙΑ΄ ΔΕΚΕΜΒΡΙΟΥ<br />
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ<br />
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄.<br />
Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια.<br />
Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων<br />
Τὸν ἀσκητὴν τοῦ Κυρίου, δεῦτε τιμήσωμεν, τὸν λάμψαντα ἐν στύλῳ, τῶν θαυμάτων τῇ αἴγλῃ, αὐτῷ ἀναβοῶντες ἀπὸ ψυχῆς, Δανιὴλ παμμακάριστε, μεσίτης φάνηθι θεῖος πρὸς τὸν Θεόν, τῶν πιστῶς μακαριζόντων σε.<br />
Ἐν Παραδείσῳ μεθέξει, Πάτερ θεούμενος, καὶ δήμοις συγχορεύων, εὐκλεῶς τῶν δικαίων, καὶ ὅλος λαμπρυνόμενος τῷ φωτί, Δανιὴλ τοῦ Δεσπότου σου, υἱοὺς ἡμέρας ἀνάδειξον σαῖς εὐχαῖς, ἡμᾶς πίστει εὐφημοῦντάς σε. <br />
Ὥσπερ πολύφωτον ἄστρον, ἐν στύλῳ ἔλαμψας, τῇ θείᾳ ἐπινεύσει, Δανιὴλ θεοφόρε, καὶ πάντας καταυγάζεις ταῖς ἀστραπαῖς, τῶν ὁσίων ἀγώνων σου, δι΄ὧν Χριστῷ εὐηρέστησας καὶ πολλῆς, ἠξιώθης Πάτερ Χάριτος.<br />
Τοῖς Ἀσωμάτοις Ἀγγέλοις, νῦν συναγάλλεσαι, ὁ ἐπὶ στύλου Πάτερ, Δανιὴλ βιοτεύσας, καὶ ᾄδεις τὴν Τρισάγιον τῷ Θεῷ, μελῳδίαν θεούμενος, ὑπὲρ ἡμῶν ἱκετεύων τῶν εὐλαβῶς, προστρεχόντων τῇ πρεσβείᾳ σου.<br />
Δόξα Πατρί. Ἦχος α΄ .<br />
Τὸν Πανεύφημον Ἀσκητὴν καὶ Μοναστῶν τὸ ἐγκαλλώπισμα, Δανιὴλ ἐν ὕμνοις ἐγκωμιάσωμεν, ὅτι τῶν προσκαίρων κατεφρόνησας, παρὰ Συμεὼν εὐλογηθείς, ὡς ἄσαρκος μετὰ σαρκός, ἐν κόσμῳ ἐβίωσεν, ἐν τῷ στύλῳ ἀνελθών· Διὸ τῷ τρισηλίῳ Φωτὶ παριστάμενος, τὸν φωτισμὸν ἡμῶν αἰτούμενος καὶ τὸ μέγα ἔλεος.<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.<br />
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.<br />
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.<br />
Πρέσβευε Δανιήλ, ὡς παρρησίαν ἔχων, Χριστῷ τῷ Ζωοδότῃ, διδόναι θείαν χάριν, τοῖς πίστει εὐφημοῦσί σε.<br />
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.<br />
Χάριτι Δανιήλ, τοῦ Ἰησοῦ ἐν στύλῳ, ἀνῆλθες καὶ προθύμως, τὸν βίον σου τελέσας, αὐτῷ νῦν συναγάλλεσαι.<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Πάντες τῷ Δανιήλ, ὑμνήσωμεν προθύμως, ἐν ᾄσμασι ἐνθέοις, τὸν λάμψαντα ἐν στύλῳ, ἀσκήσει ὥσπερ ἥλιος.<br />
Δόξα Πατρί. Τριαδικόν.<br />
Δώρησαι ὦ Τριάς, τοῦ Δανιὴλ πρεσβείαις, πᾶσιν ἡμῖν τὴν χάριν, τοῖς πόθῳ ἀνυμνοῦσι, καὶ πίστει σὲ λατρεύουσι.<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
Ἄχραντε Μαριάμ, Δεδοξασμένη Κόρη, δυσώπει τὸν Υἱόν σου, σὺν Δανιὴλ τῷ θείῳ, διδόναι πᾶσιν ἄφεσιν.<br />
Τὸ, Νῦν ἀπολύεις, τὸ Τρισάγιον τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ<br />
Καὶ Ἀ π ό λ υ σ ι ς.<br />
<br />
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ<br />
Μετὰ τὸν Προοιμιακὸν, τὸ Μακάριος ἀνήρ.<br />
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς΄<br />
Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια.<br />
Ἦχος πλ. δ΄ Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.<br />
Τί σε Δανιὴλ ὀνομάσωμεν; Ἀσκητὴν ὅτι τὰ πάθη καθυπέταξας τῷ νῷ; Ἀθλητὴν ὅτι πρὸς πᾶσαν ἐκαρτέρησας ποινήν· πρὸς ὕψος, ἀπὸ γῆς στῦλον αἰρόμενον· ἐν πέτρᾳ ἀληθείας ἐρειδόμενον· ἀγωνιστὴν προθυμώτατον καὶ ἰατρὸν ἐμπειρότατον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Τί σε Δανιὴλ προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτὴν καὶ φυτοκόμον ἀρετῶν· ἀληθῆ θαυματουργὸν καὶ πρεσβευτὴν ἁμαρτωλῶν· πνευμάτων ἐλατῆρα γενναιότατον· φωστῆρα εὐσεβείας διαλάμποντα· τοῦ πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Τί σε Δανιὴλ νῦν καλέσωμεν; Μοναστῶν ὑπογραμμὸν καὶ ἐγκρατείας παιδευτήν, ἐγκαλλώπισμα πιστῶν καὶ ἰαμάτων αὐτουργόν· λυχνίαν τοῖς ἐν σκότει φῶς αὐγάζουσαν· Ἀγγέλων, συμπολίτην καὶ ἰσότιμον· τοῦ Παραδείσου οἰκήτορα καὶ ἐπουράνιον ἄνθρωπον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Ἕτερα προσόμοια.<br />
Ἦχος δ΄ Ὁ ἐξ Ὑψίστου κληθείς.<br />
Ἀγωνισάμενος ἄσαρκος καθάπερ, ἐν ξύλῳ μετέωρος Δανιὴλ Ὅσιε, καὶ τῶν δαιμόνων τὰς φάλαγγας, γενναιοφρόνως σοφὲ νικήσας τῇ καρτερίᾳ σου, πᾶσαν τὴν τοῦ σώματος ἀπαρνησάμενος, στοργὴν καὶ κόσμον τὸν μάταιον, συνετῶς ἄγαν, ὅλῃ ψυχῇ καλῶς παρωσάμενος, ὅθεν τὸ στέφος ἐναπείληφας, ἐκ χειρὸς τοῦ Σωτῆρος πανόλβιε, δυσωπῶν ὑπὲρ πάντων τῶν πιστῶς ἀνευφημούντων σε. <br />
Ὁ φωτοφόρος ἀστὴρ Συμεὼν θεῖος, ὡς ἄλλος Ἠλίας πρίν, Ἐλισσαιὲ μηλωτήν, σοὶ τὸ κουκούλιον δέδωκε, καθάπερ κλῆρον, αὐτοῦ τὴν χάριν διαπορθμεύων σοι· ὅθεν κληρωσάμενος, αὐτοῦ τὸ χάρισμα, ἐπὶ τοῦ στύλου μετέωρος, ἀνῆλθες μάκαρ, ἐν τῷ ἀνάπλῳ παραταξάμενος, κατὰ δαιμόνων καὶ τὸ τρόπαιον, εἰληφὼς Δανιὴλ ἀξιάγαστε, διασώζεις κινδύνων τοὺς τὴν μνήμην σου γεραίροντας. <br />
Ὡς Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκῳ, ἐν στύλῳ παρέμεινας, ὦ Ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας τὰς ἀρετάς σου, ὥσπερ Ἀγγέλους Δανιὴλ Ὅσιε, ἐναποτειχίζοντας τὰς τῶν δαιμόνων ὁρμάς, ὅθεν στερρῶς ηὐτομὀλησας, πρὸς τοὺς ἀγῶνας, τοὺς τῆς ἀσκήσεως παμμακάριστε καὶ ἐκνικήσας τὸν πολέμιον, ἀνεδύσω τῆς νίκης διάδημα, ἐκ χειρὸς τοῦ Κυρίου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.<br />
Δόξα. Ἦχος πλ. α΄. <br />
Τὸ ἐμπιστευθέν σοι τάλαντον παρὰ Χριστοῦ καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀρρωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος Ἅγιον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, διό σε ἱκετεύομεν Δανιὴλ θαυματουργέ· τὴν εἰρήνην αἴτησαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.<br />
Καὶ νῦν … Προεόρτιον ὁ αὐτός.<br />
Μὴ στύγναζε Ἰωσὴφ καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρίσῃ καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ΄ἡμῶν.<br />
Εἴσοδος, τό, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ' 1)<br />
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)<br />
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.<br />
<br />
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)<br />
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. <br />
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ<br />
Ἰδιόμελα Ἦχος α΄. <br />
Ὁ κλεινὸς καὶ θεοφόρος Δανιήλ, ἐν τῇ τοῦ βίου ἀσκήσει, τὰ στίφη τῶν δαιμόνων καθεῖλεν, ἐν τῷ στύλῳ προθύμως άνελθών· ἐν ἑαυτῷ γὰρ ἔχων τὸν Κύριον, Μοναζόντων ποδηγέτης ἐγένου· καὶ νῦν ἐν οὐρανοῖς σὺν αὐτῷ οἰκῶν πρεσβεύει τοῦ σωθῆναι , τοὺς τιμῶντας τὴν πάνσεπτον μνήμην αὐτοῦ.<br />
Ἦχος ὁ αὐτός.<br />
Τῶν ἐν κόσμῳ γεηρῶν, ἀπὸ νεότητος μακρύνας, τὴν ἐν Χριστῷ ζωὴν ὑπῆλθες, Δανιὴλ Ἱερώτατε· ἐν στύλῳ γὰρ ἀνελθών, ἀσκητικῶς ἀγωνισάμενος, καὶ δοχεῖον ὑπέρλαμπρον τοῦ σοῦ Δεσπότου ἐδείχθης καὶ Μοναζόντων κανὼν ἀκριβέστατος ἐγένου. Καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν πρεσβεύεις, τῷ δι΄ἡμᾶς σαρκωθέντι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Δόξα, Ἦχος β΄.<br />
Ἀσκητικοῖς καμάτοις ὁμιλήσας προθύμως, τοῦ Πνεύματος σκήνωμα γέγονας, θεοφόρε Πάτερ Δανιήλ, σαυτὸν καθάρας, ἐκ τῶν γηΐνων τῆς ἀπαθείας γεωργεῖς τὰς χάριτας, καὶ ἐναρέτου ζωῆς ὑποφήτης ὤφθης, ἐν τῷ στύλῳ βιώσας ὡς ἄσαρκος. Διὸ Χριστὸς μάκαρ, σὲ ἐδόξασεν καὶ παρέχει ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος. <br />
Καὶ νῦν προεόρτιον ὀ αὐτός. <br />
Ἰδοὺ καιρὸς ἤγγικεν τῆς σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ Ἰούδα τέρπου καὶ ἀγάλλου ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστὸς ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς Φιλάνθρωπος.<br />
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.<br />
Ἦχος πλ΄. Ὢ τοῦ παραδόξου θαύματος.<br />
Μάκαρ Δανιὴλ, θεσπέσιε, θείᾳ δυνάμει ῥωσθείς, τῶν δαιμόνων τὴν ἔπαρσιν, σταθερῶς κατέβαλες, ἐν τῷ στύλῳ ἱστάμενος, δύναμιν ἔχων σὲ ἐνισχύουσαν, καὶ δυναμοῦσαν, Χριστὸν τὸν Κύριον, ὃν καθικέτευε καὶ ἡμῖν δωρήσασθαι, τοῖς εὐλαβῶς, μνήμην τὴν Πανίερον ἐπιτελοῦσἰ σου.<br />
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.<br />
Ὕψωσας στύλῳ τὸ σῶμά σου, πρὸς τὸν Θεὸν δὲ τὸν νοῦν ἀνατείνας πανόλβιε, τὰς ἐλλάμψεις δέδεξαι, Δανιὴλ Θείου Πνεύματος, καὶ ὡς φωσφόρος λαμπτὴρ γεγένησαι, καὶ προφητείας χάρισμα εἴληφας, φῶς καθορώμενος, εὐσεβείας λάμψεσι καὶ παμφαῶν θαυμάτων ταῖς δόσεσι, φωτίζων ἅπαντας.<br />
<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Ὅτε ὁ κακόφρων μάκαρ σε, αἱρετικὸς τὸν ἰχθύν, ὃν οὐκ οἶδας κατέφαγε, δαίμονι ἐκδέδοται, ὁ δεινὸς πιεζόμενος, συκοφαντίᾳ καὶ γὰρ καθυπέβαλε, σὲ τὸν νηστείαις κατατατηκόμενον· ὅθεν ὁ δείλαιος, καταμαστιζόμενος, τὸ ἀληθὲς ὁμολογεῖ ἅπασι μεταμελούμενος. <br />
Δόξα. Ἦχος δ΄ .<br />
Ἐν Εὐαγγελίοις ἀκούσας, ὅτι Μοναὶ πολλαὶ ἐν τῇ ἄνω Σιὼν καὶ τῶν ἐνδοτέρω τρυφῆσαι γλιχόμενος, ἀνάλογον δείξας τὴν Ἄσκησιν ἐν τῷ κίονι, τὴν ἀρετὴν ἐκτήσω πανόλβιε· τῷ κρύει γὰρ καὶ καύσωνι καὶ λοιπῇ κακουχἰᾳ λεπτύνας τὸ ὀγκῶδες τοῦ σώματος, κουφισθεὶς δὲ τῷ πνεύματι, τέλεον πρὸς ὃν ἐπόθεις ἀνέπτης, σὺν ἀσωμάτοις ἐπαγαλλόμενος· τῇ ἐγγύ σου οὖν παρρησίᾳ χρώμενος μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου ἀξιάγαστε, καὶ τὴν κάθοδον μενόντων, τῆς σῆς σεπτῆς ἀντιλήψεως.<br />
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.<br />
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρί καίεσθαι καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν Φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, Ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.<br />
Τὸ, Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.<br />
Ἦχος α΄ .<br />
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε· τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώμασι. Δανιὴλ Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
Ἕτερον. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.<br />
Τὸν στυλίτην τὸν μέγαν, Μοναζόντων τὸ καύχημα, ταῖς ἀσκητικαῖς ἀριστείαις, ἐπὶ γῆς διαπρέψαντα, τιμήσωμεν τὸν θεῖον Δανιήλ, ἐν ὕμνοις ἐγκωμίων εὐλαβῶς, ὅτι ἀφθόνως παρέχει τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. <br />
<br />
Δόξα.Καὶ νῦν. Θεοτοκίον.<br />
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ Τόκου σου.<br />
Καὶ Α π ὀ λ υ σ ι ς. <br />
<br />
ΕΝ Τῼ ΟΡΘΡῼ<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.<br />
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.<br />
<br />
Τριάδος τῆς σεπτῆς οἰκητήριον ὤφθης, ἐν στύλῳ ἀναβάς, Δανιὴλ Θεομάκαρ, διὸ ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν εκλεκτῶν κατοικία καὶ παρέστηκας σὺν Συμεῶνι τῷ πάνυ,τῷ θρόνῳ τοῦ Κτίσαντος. <br />
Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον<br />
Ἀγάλλου ἡ Σιὼν Βηθλεέμ, εὐτρεπίζου· ὁ πάντων συνοχεύς τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν, γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.<br />
<br />
Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα<br />
Ἦχος γ΄ . Τὴν Ὡραιότητα.<br />
Τρίβον διώδευσας τοῖς πλείστοις ἄβατον, ἐπὶ τοῦ κίονος ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων ἀμοιβήν τὰ θαύματα ἐκομίσω· ὅθεν ἑορτάζομεν τὴν σεβάσμιον μνήμην σου, καὶ κατασπαζόμεθα τὴν Ἁγίαν Εἰκόνα σου, τὴν ῥῶσιν ἐξ αὐτῆς ἀπαντλοῦντες, Πάτερ Θεόφρον Ἱερώτατε.<br />
<br />
<br />
Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον.<br />
<br />
Χαρᾶς πεπλήρωνται πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ Παντός· Ὤ Θαύματος ἀνερμηνεύτου. Ἄρχεται ὁ Ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος, Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε ἡ Κτισις, ἡμέραν Προεόρτιον.<br />
Μετὰ τὸν Πολυέλεον Κάθισμα.<br />
<br />
Ἦχος πλ α' . Τὸν Συνάναρχον Λὀγον.<br />
<br />
Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτώμενος, ἐπὶ στύλου ὑψώθης, παθῶν σβεννύων ὁρμάς, τῶν Ἀσκητῶν ἡ κορωνίς, Δανιήλ ῞Οσιε, ταῖς τῶν θαυμάτων ἀστραπαῖς, καταφωτίζεις τοὺς πιστούς καὶ πάντας τοὺς τὴν σεπτήν σου, τελοῦντας μνήμην τὴν θείαν, σῴζων ἐκ νόσων καὶ περιστάσεων.<br />
Δόξα. τὸ αὐτὸ καὶ νῦν, Προεόρτιον.<br />
Ὁ τῶν ὅλων Δεσπότης ὁ ῾Υπερούσιος, μορφωθεὶς ἐκ Παρθένου ῾Αγνῆς τὸν ἄνθρωπον, ἐν Σπηλαίῳ Βηθλεὲμ τεχθῆναι ἔρχεται, ἀνακαινἱζων τὸν Ἀδάμ, πεπτωκότα δολερῶς, τῇ πάλαι βρώσει τοῦ ξύλου· ὑμνολογήσωμεν πάντες, τούτου τὴν ἄκραν συγκατάβασιν.<br />
Οἱ Ἀναβαθμοὶ, τὸ α΄. Ἀντίφωνον τοῦ δ΄. ἤχου.<br />
Προκείμενον Ἦχος δ΄.<br />
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Τὸ, Πᾶσα Πνοή.<br />
καὶ τὸ Εὐαγγέλιον, ζήτει Παρασκευὴ τῆς Β΄. Ἑβδομάδος Λουκᾶ. (Λουκᾶ ς΄. 17-23)<br />
Ὁ Ν΄. Ψαλμός.<br />
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου. <br />
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.<br />
Στίχ. ᾽Ελέησόν με ὁ Θεός κατά τὸ μέγα ἔλεός σου...<br />
Ἰδιόμελον. Ἦχος πλ. β΄.<br />
<br />
Ἀγγελικὸν βίον ἐν γῇ ἐπιδειξάμενος, ῞Οσιε Πάτερ, Δανιὴλ μακάριε, ἄνθρωπος οὐράνιος γενόμενος. Ὅθεν τὰ τοῦ κόσμου σκύβαλα ἡγησάμενος, ἐν στύλῳ ἀνελθών, ἀσκητικῶς ἠγωνίσθης. Διὸ καὶ ἐν τοῖς οὐρανοῖς οἰκῶν, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύεις, ὑπέρ τῶν ψυχῶν ἡμῶν.<br />
Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, ὁ<br />
παρών, οὗ ἡ Ἀκροστιχίς· «Ὕμνοις γεραίρω,<br />
Δανιὴλ τὸν Στυλίτην, ὁ Ἰωσήφ».<br />
ᾨδὴ α΄.<br />
῟Ηχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.<br />
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται». <br />
<br />
Ὕμνοις ἀνευφημῆσαι μέλλοντι τὴν μνήμην σου μακάριε, φωτοφόρον μοι αἴγλην, Δανιὴλ οὐρανόθεν κατάπεμψον.<br />
Μέγας ἥλιος ὄντως, Πάτερ ἐξανέτειλας τοῖς πέρασιν, ἀρετῶν δᾳδουχίᾳ, καταυγάζων πιστῶν τὰ συστήματα. <br />
<br />
Νόμοις τοῖς τοῦ Δεσπότου, Πάτερ καθυπείκων ἀπενέκρωσας, ἐγκρατείᾳ τὴν σάρκα, καὶ ὑπέταξας ταύτην τῷ Πνεύματι. <br />
Θεοτοκίον<br />
Ὅλος ἄνθρωπος ὤφθη, μείνας ὅπερ ἦν καὶ μετὰ σάρκωσιν, ὁ ἐκ σοῦ Θεοτόκε, γεννηθεὶς ἀναλλοίωτος Κύριος. <br />
<br />
ᾨδὴ γ' <br />
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε». <br />
<br />
Ῥάβδῳ τῆς ἐγκρατείας, τὴν τῶν παθῶν θάλασσαν, Πάτερ διαρρήξας, διέβης ἀκαταπόντιστος, καὶ ὄρος ἔφθασας, τῆς ἀληθοῦς ἀπαθείας, καὶ Θεῷ ὡμίλησας νοῦ καθαρότητι. <br />
<br />
Ἀνελθὼν εἰς τὸ ὕψος, τῶν ἀρετῶν γνώριμος, γέγονας τῷ κόσμῳ ἐν στύλῳ, μένων μετέωρος, καὶ τῇ λαμπρότητι, τῶν παραδόξων θαυμάτων, καταυγάζων πίστει σοι, τούς προσανέχοντας. <br />
<br />
Ἱδρυμένος ἐν πέτρᾳ, τῆς τοῦ Θεοῦ γνώσεως, πάσαις μεθοδείαις δαιμόνων, ὤφθης ἀκλόνητος, στύλῳ τὸ σῶμα δέ, ἐπὶ τῆς γῆς ἀνυψώσας, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς τὰ οὐράνια. <br />
Θεοτοκίον<br />
Ῥῦσαι τῆς τῶν παθῶν με, ἐπαγωγῆς Δέσποινα, καὶ τοὺς πολεμοῦντας ἐχθρούς μοι, νῦν ἐκπολέμησον, στήριξον πέτρᾳ με, τῶν τοῦ Θεοῦ θελημάτων, τὴν ψυχήν μου φώτισον, Πύλη τοῦ θείου φωτός. <br />
Ὁ Εἱρμὸς<br />
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον· ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».<br />
<br />
Κάθισμα Ἦχος πλ. δ'<br />
Τὴν Σοφίαν καὶ Λόγον <br />
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. <br />
Θεοτοκίον<br />
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, λυτροῦσθαι ἐκ θλίψεων, καὶ πληροῦν τὰ αἰτήματα, τῶν πιστῶς ἐκβοώντων σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου. <br />
<br />
<br />
ᾨδὴ δ' <br />
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε». <br />
<br />
Ὡς φωταυγῆ ἥλιον, Πάτερ ἀοίδιμε, ἐπὶ στύλου, λάμποντα τεθέασαι, τὸν τοῦ Θεοῦ, δοῦλον Συμεών, καὶ ταῖς πηγαζούσαις, ἐκ τούτου θείαις λαμπρότησιν, ἐνθέως κατηυγάσθης, Δανιὴλ καὶ κατ' ἴχνος, τῆς αὐτοῦ πολιτείας ἐβάδισας. <br />
<br />
Δαιμονικὰς φάλαγγας, ὅπλῳ τῆς πίστεως, ἐτροπώσω, ῥείθροις τε κατέκλυσας, τῶν προσευχῶν, λύμην τὴν αὐτῶν, Πάτερ ἀναστείλας, ἣν ἐνεποίουν τοῖς πλέουσι, καὶ ἔσωσας τοὺς πίστει, τῷ Χριστῷ μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. <br />
<br />
Ἀναστηλῶν, Πάτερ σαυτὸν παμμακάριστε, ὁλονύκτως, ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ Πνεύματος τήν αἴγλην, καὶ τὰς θείας ἐμφάσεις, καθαρᾷ διανοίᾳ δεχόμενος. <br />
Θεοτοκίον<br />
Νόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται· νομοδότην, Λόγον γὰρ ἐγέννησας, ὑπὲρ αἰτίων ὡς ἀληθῶς, Πάναγνε καὶ λόγον, τῆς ἀλογίας ῥυσάμενον, τὸ γένος τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. <br />
<br />
ᾨδὴ ε' <br />
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι». <br />
<br />
Ἵνα τῆς ἀθανάτου, δόξης ἐπιτύχῃς, σαρκὸς ἐθανάτωσας, τὰς ὀρέξεις Πάτερ, καὶ παθῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ἐγκρατείας πόνοις, καὶ ποταμὸς θαυμάτων ὤφθης, καὶ πηγὴ ἰαμάτων ἀοίδιμε. <br />
<br />
Ἣν διώδευσε τρίβον, Πάτερ ἐπὶ γῆς Συμεὼν ὁ θαυμάσιος, ἐν ἐκτάσει μάκαρ, γεγονότι σοι ὤφθη δεικνύων σοι, σὺν δυσὶν Ἀγγέλοις· Δεῦρο βοῶν, καὶ στῆθι πρός με, πρὸς Θεὸν ἀνυψούμενος χάριτι. <br />
<br />
Λαμπρυνόμενος αἴγλῃ, Πάτερ ἀνεσπέρου, καὶ θείας ἐλλάμψεως, τῶν δαιμόνων ζόφον, καὶ παθῶν τὴν ὁμίχλην ἐδίωξας, καὶ ὡράθης στῦλος, φωτοειδὴς καὶ κλῖμαξ ὄντως, πρὸς Θεόν τοὺς πιστοὺς ἐπανάγουσα. <br />
Θεοτοκίον<br />
Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα, τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας μόνη Πανύμνητε, Θεοτόκον· ὅθεν, παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοί σε Παρθένε δοξάζομεν. <br />
<br />
ᾨδὴ ς' <br />
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». <br />
<br />
Ὁ νοῦς σου τῇ πρὸς Θεόν, ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος, καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος. <br />
<br />
Ναμάτων ζωοποιῶν, τῶν χαρισμάτων τοῦ Πνεύματος, πλησθεῖσά σου ἡ ψυχή, θεόφρον πανόλβιε, ποταμοὺς ἀνέβλυσεν, ἰαμάτων ὄντως, ὀχετοὺς παθῶν ξηραίνοντας. <br />
Θεοτοκίον<br />
Σὲ προστασίαν πιστοί, καὶ τεῖχος κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον. <br />
Ὁ Εἱρμὸς<br />
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπακουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». <br />
<br />
Κοντάκιον Ἦχος πλ. δ'<br />
Ὡς ἀπαρχὰς τῆς φύσεως <br />
Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον φῶς τῆς γνώσεως. <br />
Ὁ Οἶκος<br />
Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλά μοι δίδου λόγον Ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως. <br />
<br />
Σ υ ν α ξ ά ρ ι ο ν<br />
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου. <br />
Στίχοι<br />
• Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων, <br />
• Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον. <br />
• Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου. <br />
Στίχοι<br />
• Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος, <br />
• Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ. <br />
Στίχοι<br />
• Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει, <br />
• Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ. <br />
Στίχοι<br />
• Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους. <br />
• Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος. <br />
<br />
Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας. <br />
Στίχοι<br />
• Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία <br />
• Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν. <br />
<br />
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. <br />
<br />
ᾨδὴ ζ' <br />
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». <br />
<br />
Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ. <br />
<br />
Ὕψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε. <br />
<br />
Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. <br />
Θεοτοκίον<br />
Ἵλεως ἔσο μοι Παρθένε, καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας, ἐν μοτώσει τῆς σῆς, θεράπευσον πρεσβείας· Εὐλογημένος κράζοντα, ὁ καρπὸς τῆς σῆς κοιλίας. <br />
<br />
ᾨδὴ η' <br />
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». <br />
<br />
Τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῶν καλῶν τὸ ἀκρότατον, Πάτερ θεοφόρε, ἀκριβῶς κατέλαβες, πτεροῖς κουφιζόμενος, τῶν ἐναρέτων πράξεων, καὶ σὺν ἀσωμάτοις, Δανιήλ ἀνακράζεις· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. <br />
<br />
Ἡ τοῦ Θεοῦ σε δύναμις, προφανῶς ἐνισχύσασα, φέρειν τοῦ κρυμοῦ, τὸ δυσχερὲς ἐποίησεν, ἡλίου τὸν καύσωνα, τὰς σηπεδόνας τὰς τῆς σαρκός, καὶ τῶν ἐξ αὐτῆς, γεγενημένων σκωλήκων, τὴν κάκωσιν βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. <br />
<br />
Νέος Ἰὼβ σὺ πέφηνας, Δανιὴλ ἀξιάγαστε, πλήθει πειρασμῶν, περισχεθεὶς καὶ θλίψεων, Δαυΐδ τὴν πραότητα, καὶ Ἰακὼβ τὸ ἄπλαστον, καὶ τὴν σωφροσύνην, Ἰωσὴφ ἐμιμήσω, κραυγάζων, τὸν Δεσπότην· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. <br />
Θεοτοκίον<br />
Οἱ Θεοτόκον Δέσποινα, Παναγία φρονοῦντές σε, ῥήμασιν ἑπόμενοι, τοῖς σοῖς πανύμνητε· σὲ νῦν μακαρίζομεν, ὅτι Θεὸν μακάριον, ἔτεκες ἡμῖν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ δὲ ὑποστάσει, ἀνυμνοῦντες βοῶμεν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. <br />
Ὁ Εἱρμὸς<br />
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». <br />
<br />
ᾨδὴ θ' <br />
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν». <br />
<br />
Ἰδού σοι πύλαι οὐρανῶν, μεταστάντι καὶ τὸν δρόμον τελέσαντι, Πάτερ ἠνοίχθησαν, καὶ τῶν Ἀγγέλων τάξεις ἐδέξαντο· ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε· ὃν ὑμνοῦντες οἱ πιστοὶ μεγαλύνομεν. <br />
<br />
Ὡς κρίνον Πάτερ τοῦ ἀγροῦ, ἐν λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, ἱλαρύνων τῷ ἐλαίῳ τῶν πόνων σου. <br />
<br />
Στῦλόν σε βάσει ἀρετῶν, στηριζόμενον ἡ κτίσις ἐγνώρισε, πύργον ἀκλόνητον, θαυμάτων βρύσιν, λιμένα εὔδιον, τῶν ἰαμάτων θησαυρόν, δοχεῖον τοῦ Πνεύματος· διό σου σήμερον, Δανιὴλ ἐπιτελεῖ τὸ μνημόσυνον. <br />
<br />
Ἡλίου σήμερον ἡμῖν, ἐξανέτειλε φαιδρότερον Ὅσιε, ἡ θεία μνήμη σου, πιστῶν καρδίας καταφωτίζουσα, δικαιοσύνης τῷ φωτὶ ζόφον δὲ διώκουσα, τῶν ψυχοφθόρων παθῶν, ἣν τελοῦντες εὐσεβῶς ἀνυμνοῦμέν σε. <br />
Θεοτοκίον<br />
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος. <br />
Ὁ Εἱρμὸς<br />
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».<br />
<br />
Ἐξαποστειλάριον<br />
Ἐν Πνεύματι τῷ Ἱερῷ <br />
Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος, Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε υἱόν, ἠξίωσεν ἀπολαύειν. <br />
Θεοτοκίον, ὅμοιον<br />
Ἐκύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ ὁ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων. <br />
<br />
<br />
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ<br />
<br />
Ἱστῶμεν Στίχους δ΄. καὶ ψάλλομεν τὰ παρόντα<br />
Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ α΄.<br />
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.<br />
Δανιὴλ πανάριστε τὰ σά, θεῖα κατορθώματα, ἀνθρὠπων γένη ἐξέστησαν καὶ κατεπλάγησαν, ἅπαντα Ἀγγέλων, Ἱερὰ στρατεύματα, μεθ΄ ὧν ὑπὲρ ἡμῶν τῶν τελούντων σου, ἀεὶ τὴν ἔνδοξον, θείαν μνήμην Ἱερώτατε, μνημονεύων μὴ παύσῃ πρὸς Κύριον. <br />
Νεκρώσας φρονήματα σαρκός, νυχθημέροις πόνοις σου, Χριστῷ τὸν νοῦν σου ἀνέτεινας, καὶ γνησιώτατος, μύστης καὶ θεράπων, ἀληθὴς γεγέννησαι, ἐν στύλῳ Δανιὴλ ἀνερχόμενος, ὃν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν ὑγείαν ψυχῆς τε καὶ σώματος.<br />
Δανιὴλ μακάριε τῇ σῇ στάσει ἐπὶ κίονος, καὶ ὑπὲρ φύσιν ἀγῶσί σου, πάσας κατέσβεσας σαρκὸς τὰς ὀρέξεις πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν, καὶ τῆς καρδίας τὰ ὄμματα, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.<br />
Τὸν βίον σου Πάτερ ἐκ παιδὸς, τῷ Θεῷ ἀνέθηκας, ταῖς ἀρεταῖς αὐγαζόμενος, τοῦ θείου Πνεύματος, ἀναβὰς δὲ στύλῳ, ἠξιώθης χάριτος, προλέγειν τῶν μελλόντων τὴν ἔκβασιν, νῦν δὲ θεσπέσιε καὶ ἡμᾶς ἐνθέοις πράξεσι, κοσμηθῆναι πρὸς Θεὸν ἱκέτευε. <br />
<br />
Δ ό ξ α. Ἦχος πλ. δ΄.<br />
<br />
Τίς μὴ θαυμάσει, τῶν ἀγώνων σου τὰ πλήθη; τίς μὴ ὑμνήσῃ τὴν ὑπομονήν τῆς ἀδαμαντίνης σου ψυχῆς, Δανιἡλ πανθαύμαστε; τὴν ἀένναον προσευχήν, τῶν δακρύων τὴν πηγήν, τὴν πάλην τῶν δαιμόνων, τὰς ἐν τῷ στύλῳ τήξεις, τῆς Ἁγίας σου σαρκός, τὴν σῆψιν τῶν μελῶν, τὰς ἐν ψύχει καὶ καύματι, χρονίους φρυγανώσεις τοῦ σώματος, τὸ ἀεὶ ἐφ΄ ὕψους αἴθριον, ἐν ἄκρᾳ ἐγκρατείᾳ καὶ στερήσει τοῦ ἐνδύματος, δι΄ ὧν τῆς ἀφθαρσίας, τὴν στολήν ἐνδυσάμενος, πρεσβεὑεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.<br />
Καὶ νῦν. Προεόρτιος, ἦχος ὁ αὐτος.<br />
<br />
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· Φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. ῎Αγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσἱδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε· Πᾶσα πνοή αἰνεσάτω τὸν Παντουργέτην.<br />
<br />
Δοξολογία Μεγάλη, Ἐκτενής<br />
καὶ ᾽Απόλυσις.<br />
<br />
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ<br />
Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐκ τοῦ Κανόνος τοῦ ῾Αγίου<br />
ἡ γ΄ καὶ ς΄ ᾠδές.<br />
Ἦχος Βαρύς. Ψαλμὸς ΡΜΘ΄ .<br />
Καυχήσονται ῞Οσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.<br />
Στίχ· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν...<br />
᾽Απόστολον. Ζήτει τῷ Σαββάτῳ τῆς κζ΄. ἑβδομ, (Γαλ. ε. 22-26, ς΄. 1 -2 )<br />
᾽Αλληλούϊα (γ΄ ) Ἦχος α΄. Ψαλμὸς ΡΙΑ΄.<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Στίχ. ῾Η Δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.<br />
Εὐαγγέλιον. Ζἡτει εἰς τὴν Λειτουργίαν τῆς ἑορτῆς τοῦ Ἁγ. Σάββα.<br />
(Ματθ. ια΄. 27-30)<br />
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.<br />
Μεγαλυνάριον.<br />
Στῦλος εὐσεβείας ὤφθης λαμπρός, ἐν στύλῳ ἀνῆλθες, παμμακάριστε Δανιήλ· Ὅθεν ἐκ τοῦ Κτίστου, ἀξίως ἐδοξάσθης, καὶ ἅπασι παρέχεις, χάριν τὴν ἄφθονον.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-3655018503124445892011-12-17T11:31:00.001-08:002011-12-17T11:31:32.367-08:00ΔΕΚΕΜΒΡΙΟΥ 11 ΝΟΜΩΝΟΣ ΚΥΠΡΙΟΥ ΑΚΟΛΟΥΘΙΑΔΕΚΕΜΒΡΙΟΥ 11 <br />
<br />
ΟΣΙΟΥ ΝΟΜΩΝΟΣ<br />
<br />
ΑΚΟΛΟΥΘΙΑ<br />
<br />
<br />
<br />
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ<br />
<br />
<br />
<br />
ΜΕΤΑ ΤΟΝ ΠΡΟΟΙΜΙΑΚΟΝ, ΤΟ ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ. ΕΙΣ ΤΟ ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ, ΙΣΤΩΜΕΝ ΣΤΙΧΟΥΣ ΣΤ΄ ΚΑΙ ΨΑΛΛΟΜΕΝ ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ.<br />
ἮΧΟΣ ΠΛ. Δ΄. Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ.<br />
<br />
Πάτερ Νόμων θεσπέσιε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδῶς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω, τὸν ἐν τοῖς πόνοις στεῤῥόν, Δαβὶδ τὸν πρᾶον ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν. (Δίς)<br />
<br />
<br />
<br />
Πάτερ Νόμων πανένδοξε, ὁ Ταμασέων λαός, πρὸς παντοίαν ἐπήρειαν, ἐπικαλουμένων σε, μετὰ πόθου καὶ πίστεως, καὶ λυτρουμένων, πάσης κακώσεως, καὶ τοῖς νοσοῦσιν ἴασιν δώρησαι. Ὤ θείας Ὅσιε, καὶ θερμῆς πρεσβείας σου, δι’ ἧς ἡμᾶς, ὥσπερ τεῖχος ἄῤῥηκτον, φρουρεῖς, πανόσιε. (Δίς)<br />
<br />
<br />
<br />
Πάτερ, Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατὰν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὤ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.<br />
<br />
<br />
<br />
Νόμων, πατὴρ ἡμῶν Ὅσιε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, καὶ μοναστῶν, γέγονας συμμέτοχος, θεομακάριστε. <br />
<br />
<br />
<br />
Δόξα. Ἦχος πλ. β΄.<br />
<br />
Δεῦτε ἅπαντες πιστοί, ἀξίως ἐπαινέσωμεν, Νόμωνα τὸν θαυμάσιον, νέμει γὰρ ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτόν. Οὗτος γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξεν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα, εἰς οὐδὲν λογισάμενος· διὸ καὶ τὴν οὐράνιον τρίβον, εὐκόλως ἐβάδισεν, καὶ νῦν σὺν Ἀγγέλοις εὐφραίνεται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενος, καὶ πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τὴν ἁγίαν μνήμην, τελούντων αὐτοῦ.<br />
<br />
<br />
<br />
Καὶ νῦν. Τὶς μὴ μακαρίσει σε...<br />
<br />
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.<br />
<br />
<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)<br />
<br />
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
<br />
<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)<br />
<br />
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. <br />
<br />
<br />
<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).<br />
<br />
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.<br />
<br />
<br />
<br />
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.<br />
<br />
Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε σήμερον, ἐν τῷ τεμένει, Νόμωνος τοῦ πανσόφου ἀκέστορος, νέμει γὰρ ἰάματα δαψιλῶς, τοῖς αἰτοῦσιν αὐτοῦ, καὶ ψυχικῶν νοσημάτων, παρέχει ἴασιν, τοῖς νεκρώσασι σάρκα, τῆς τοῦ Κυρίου στοργῆς. <br />
<br />
<br />
<br />
Ἀπὸ νεότητος πάτερ, τὸν κόσμον κατέλιπες, καὶ τὰ τοῦ κόσμου πάντα, εἰς οὐδὲν λογισάμενος, τὴν ἔρημον κατέλαβες, καὶ μονάζοντα βίον, δι᾿ ὅλου ἐνέφηνας, διὸ ἐν οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, ἀλλὰ πρέσβευε τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, Νόμων παναοίδημε.<br />
<br />
<br />
<br />
Ἀπαρνησάμενος κόσμον καὶ τὰ ἐν κόσμῳ Ὅσιε, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν αὐτοῦ, ἐπ᾿ ὤμων ἀράμενος, εὐαγγελικῶς Χριστῷ ἠκολούθησας. Ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενος, καὶ νῦν ἐν οὐῤανοῖς, αὐλιζόμενος, Νόμων πατήρ ἡμῶν Ὅσιε, τοῦ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
<br />
<br />
<br />
Δόξα. Ἦχος πλ. α΄.<br />
<br />
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος. Ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν,<br />
<br />
<br />
<br />
Καὶ νῦν.<br />
<br />
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε...<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. ἮΧΟΣ Α΄. ΠΑΝΕΥΦΗΜΟΙ ΜΑΡΤΥΡΕΣ.<br />
<br />
Νόμων πανεύφημε, καλῶς τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος,<br />
<br />
<br />
<br />
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. <br />
<br />
Τῶν Κυπρίων πέρατα, τὰ σὰ νῦν κηρύττει θαύματα, Νόμων παναληθέστατα, θαυματουργίαις γάρ, ἀμειβόμενός σε ὁ Χριστὸς ἐκόσμησε, τὴν σάρκα δι᾿ αὐτὸν ἀπενέκρωσας, καὶ μετὰ θάνατον, τῶν θαυμάτων κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.<br />
<br />
<br />
<br />
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. <br />
<br />
Νόμων παναοίδιμε, πυκναῖς ἀῤῥωστείαις σώματος, καὶ ἀσθενείαις ἰώμενος, ψυχὴν μακάριε, τῶν πταισμάτων λῦσον, τῶν δεσμῶν τοῦ ὄφεως, τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμῶν, καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.<br />
<br />
<br />
<br />
Δόξα, Ἦχος πλ. β΄.<br />
<br />
Σήμερον, τῶν Ὀρθοδόξων τὰ συστήματα, τῆ σορῷ τοῦ Ὁσίου, μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα, ψυχῆς τε καὶ σώματος· παρέχει γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν, διὸ καὶ ἡμεῖς μετὰ πόθου, σοὶ κράζομεν· χαίροις ὁσίων ἐγκαλλώπισμα, Νόμων παμμακάριστε, τῆς Κύπρου τὸ θρέμμα, ό τὸν Χριστὸν ἐγκολπωσάμενος καὶ τὰ τερπνὰ τοῦ κόσμου εἰς οὐδὲν λογισάμενος, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ λάβῃς Ὅσιε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
<br />
<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Ο Ποιητὴς καὶ λυτρωτής μου... <br />
<br />
<br />
<br />
Ἀπολυτίκιον. Ἦχος α΄.<br />
<br />
Ταμασέων τὸ κλέος, καὶ Κυπρίων ἀγλάϊσμα, καὶ θαυματουργὸς ὄντως ὤφθης, Νόμων πατήρ ἡμῶν Ὅσιε, νηστείᾳ κατατήξας τῆς σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς. Ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανῶν ἐδέξω θεόπνευστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.<br />
<br />
Δόξα τὸ αὐτό. Καὶ νῦν, Θεοτοκίον.<br />
<br />
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι...<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
ΟΡΘΡΟΣ<br />
<br />
<br />
<br />
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον<br />
<br />
Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶ παθῶν, δι’ ἐγκρατείας καὶ στερρᾶς ὑπομονῆς, ὡς ἀληθῶς καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρὸν καὶ πάσας τούτου ἐπάρσεις, καὶ νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Δόξα τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...<br />
<br />
<br />
<br />
Μετὰ δὲ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.<br />
<br />
Τῷ φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν τοῖς Κυπρίοις διδαχαῖς, καταφωτίζων μακάριε, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας σοι.<br />
<br />
Δόξα. Ὅμοιον.<br />
<br />
Ταμασέων ἤστραψας, ὡς ἑωσφόρος, καὶ τὴν Κύπρον ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, Νόμων πατὴρ ἡμῶν Ὅσιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τὸ τῆς χάριτος,<br />
<br />
Καὶ νῦν. Θεοτοκίον,<br />
<br />
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἀγγέλου, Κόρη συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.<br />
<br />
<br />
<br />
Μετὰ τὸν Πολυέλεον, Κάθισμα, Ἦχος γ΄. Θείας πίστεως<br />
<br />
Μέγα ὄνομα, τῇ σῇ πατρίδι, προεξένησαν, οἱ σοὶ ἀγῶνες, Νόμων Ὁσίων ἐγκαλλώπισμα. Οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον, νῦν διὰ σὲ ἐπὶ πλέον πεφήμισται, ὦ μακάριε, διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι σου νῦν τὰ μνημόσυνα.<br />
<br />
Δόξα. Καὶ νῦν. Θεοτοκίον, Τὴν ὡραιότητα τῆς παρθενίας<br />
<br />
Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, τρόμῳ συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος· κράζω ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι· Παρθένε Θεοτόκε βοήθησον, σῶσόν με σῶσον τὸν ἀνάξιον.<br />
<br />
<br />
<br />
Οἱ ᾽ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.<br />
<br />
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται .<br />
<br />
Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ,<br />
<br />
Τί ἀνταποδώσωμεν τὸ Κυρίῳ περὶ πάντων, ὦν ἀνταπέδωκεν ἡμῖν;<br />
<br />
Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον. Ζήτει τοῦ Ἁγίου Σάββα.<br />
<br />
<br />
<br />
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις...<br />
<br />
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις...<br />
<br />
Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός... Ἦχος πλ. β΄. <br />
<br />
Σήμερον τῶν Ὀρθοδόξων τὰ συστήματα... Ζήτει εἰς τὸν Στίχον (δοξαστικὸν ἀποστίχων ἑσπερινοῦ). Σῶσον ὁ Θεὸς τὸν λαόν σου.<br />
<br />
<br />
<br />
Ὁ κανὼν τῆς Θεοτόκου εἰς ς΄ καὶ τοῦ Ἁγίου εἰς η΄.<br />
<br />
<br />
<br />
Ο κανὼν τοῦ Ἁγίου.<br />
<br />
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας<br />
<br />
Πατέρων προέξαρχε θαυμαστέ, καὶ τῶν ἀσθενούντων καὶ νοσούντων ὁ ἰατήρ, τὴν ἐζοφωμένην μου καρδίαν, ἐκ πάσης ἀχλύος φωταγώγησον.<br />
<br />
Ἀπέλαβες Ἅγιε ἀμοιβάς, τῶν πόνων καὶ γέρα τῶν ἀγώνων σου τῶν σεπτῶν, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην, καὶ κληρουχίαν τὴν σωτήριον.<br />
<br />
Μακάριος γέγονας ἀληθῶς, καὶ τῶν μακαρίων ἐκληρώσω τὴν ἄνω γῆν, Νόμων τρισμάκαρ καὶ δικαίως, εἴληφας τὴν χάριν τῶν ἰάσεων.<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Λύτρωσαι γεέννης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης Παναγία ἡ τὸν Θεόν, γαστρὶ συλλαβοῦσα Θεοτόκε, ὅνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ήμῶν. <br />
<br />
<br />
<br />
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε.<br />
<br />
Μετριώτατος ὤφθης, πρᾶος εὐθὺς ἄκακος, ὅσιος ἁπλοῦς τε καὶ σώφρων, Νόμων ἔνδοξε, ἐκδυσωποῦμέν σε, ἀπὸ παντοίας ἀνάγκης, ρῦσαι τοὺς ἱκέτας σου, ἀξιοθαύμαστε.<br />
<br />
Μαθητὴς τοῦ Σωτῆρος, καὶ τῶν αὐτοῦ πράξεων, ἀγγελομιμήτως ἐγένου, τρόπων χρηστότητι, ὅθεν μετάρσιος, εἰς οὐρανοὺς ἀνεδείχθης, καὶ Ἀγγέλων γέγονας, σύσκηνος Ὅσιε.<br />
<br />
Ἀπὸ πάσης ἀνάγκης, φθοροποιοῦ Ἅγιε, νόσου καὶ δεινῆς ἀρρωστείας, πρόφθασον σῶσόν με· τῶν ἀσθενούντων γάρ, σὺ ἰατὴρ ἀνεδείχθης, ἐπικαλουμένων σε, Νόμων ἔνδοξε.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Οὐρανῶν πλατυτέρα, καὶ Χερουβεὶμ ἄχραντε, καὶ ἐνδοξοτέρα τῶν ἂνω, πασῶν δυνάμεων, Παρθένε Ἄχραντε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.<br />
<br />
Τὸν Σταυρὸν τοῦ Κυρίου, ἄροις σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαὐτὸν τῷ Κυρίῳ σου. Ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Τὴν Σοφίαν καὶ Λόγον ἐν σοὶ γαστρί...<br />
<br />
<br />
<br />
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου.<br />
<br />
Κατανύξεως πέφυκε, χῶρος τὸ σπήλαιον, ἐν ᾧ οἴκησας, τὰς ἰάσεις γὰρ ἑκάστοτε, ἐπιδαψιλεύεις παμμακάριστε.<br />
<br />
Ἀπὸ πάσης με λύτρωσαι, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιε, Νόμων θεομακάριστε, καὶ παντὸς κινδύνου με διάσωσον.<br />
<br />
Ῥωμαλέον ἱμάτιον, ἔσχες θεοφόρε, καὶ ἀνυπόδητος, διεπάτησας τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ὑπὲρ φύσιν ἐκύησας, ἄχραντε Παρθένε τὸν Ὑπερούσιον Θεὸν Λόγον τὸν προάναρχον, ὃν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
<br />
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου;<br />
<br />
Ἴασαί μου τὰ πάθη, τὰ παρενοχλοῦντά με, ἐξ ἀφροσύνης μου, ἃ ἐσκότισέ με, ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα. Ἀλλ᾿ ἀνάστησόν με, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου κατεύθυνον δέομαι.<br />
<br />
Ὤ καινῶν ἀκουσμάτων, ὧνπερ ἀκηκόαμεν, ἐπὶ τῇ μνήμῃ σου, Νόμων τρισμάκαρ, τῶν θαυμἁτων τὰ πλήθη τὰ ἄπειρα, ἰατρεύεις πάντας, περιχαρῶς τοὺς πονουμένους, καὶ παρέχεις ἀφθόνως ἰάματα.<br />
<br />
Νοσηλεύομαι ὄλως, καὶ κατακαμπτόμενος, βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου, τῇ κακῇ προαιρέσει συνέχομαι. Ἐξανάστησόν με, τῆς χαλεπῆς καὶ κακοτέχνου, Νόμων Θεοφόρε, πατὴρ ἡμῶν.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Κατὰ χρέος σε πάντες, Δέσποινα κηρύττομεν, καὶ μακαρίζομεν, γενεαί σε πᾶσαι, τῶν ἀνθρώπων δοξάζουσιν ἄχραντε. Σὺ γὰρ μόνη πέλεις, Χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε Πανάχραντε.<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
ᾨδὴ ς΄. Ἱλάσθητί μου, Σωτήρ.<br />
<br />
Ἀπόθετον τῷ Χριστῷ, ὡράθης σκεῦος καὶ τίμιον, ταῖς ἀρεταῖς δᾳδουχῶν, τοῦ κόσμου τὰ πέρατα, παμμάκαρ θεόληπτε, Νόμων θεόφρον, μὴ ἐλλείπῃς τοὺς τιμῶντάς σε.<br />
<br />
Θεμέλιον ἀῤῥαγές, ἀπέθου ἐν τῇ καρδἱᾳ σου, τὴν πίστιν καὶ προσευχήν, καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον, περιπεφραγμένος, διὰ βίου περαιούμενος.<br />
<br />
Ἐν τῷ σπηλᾳίῳ σοφέ, τὸν βίον σου διεπέρασας, δακρύων καὶ στεναγμῶν, τοὺς ἄνθρακας ἔσβεσας, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πρᾳέων, ἐκληρώσω γῆν ὡς εἴρηται,<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἁγίασμα νοητόν, καὶ ἄθραυστον ἱλαστήριον, καὶ κιβωτὸν ἀληθῶς, καὶ στάμνον καὶ τράπεζαν, καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε σὲ κηρύττομεν.<br />
<br />
<br />
<br />
Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας.<br />
<br />
Τὸν ἀσκητὴν τῆς ἀληθείας ἅπαντες, ἀνευφημήσωμεν πιστοί ὡς ἀναλάμψαντα, ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντα, τοὺς ἐν πίστει προσιόντας τῇ σορῷ αὐτοῦ, διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων πατὴρ ἡμῶν Ὅσιε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.<br />
<br />
Ο Οἶκος.<br />
<br />
Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοῶν Νόμων ὁ θαυμάσιος, καὶ τὸν κόσμον ἐκ καρδίας μεμίσηκε, καὶ τὰ πάθη δεινῶς ἐχαλίνωσε, τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενος, καὶ τὴν σάρκα δουλώσας τῷ πνεύματι, ἔξω σαρκὸς καὶ τοῦ κόσμου γενόμενος, εἰς οὐρανοὺς ἀνέδραμεν, ἔνθα ὁ τῶν ἑορταζόντων, ἦχος ὁ ἀκατάπαυστος, καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν Ἀγγέλοις χορεύων, καὶ ἀγαλλόμενος. Διὸ πάτερ σὺν πόθῳ, καρδίας βοῶμέν σοι· μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.<br />
<br />
<br />
<br />
Συναξάριον.<br />
<br />
Τῷ αὐτῷ μηνὶ ια΄, τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νόμωνος τοῦ θαυματουργοῦ.<br />
<br />
ΣΤΙΧΟΙ.<br />
<br />
Ὀσφὺν νοητὴν ἀρετῶν ἐζωσμένος,<br />
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.<br />
<br />
Χοῦς, δεκάτῃ πρώτῃ, Νόμωνα ἐδέχθη.<br />
<br />
Οὗτος ὁ θαυμάσιος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ Νόμων ἦτον γέννημα καὶ θρέμμα ταύτης τῆς περιφήμου νήσου Κύπρου. Ἀπὸ ποίους δὲ ἐγεννήθη οὐκ ἔχομεν τὸ ἀκριβὲς εἰπεῖν. Μόνον περὶ αὐτοῦ φαμέν, ὅτι ἀπὸ νεότητος αὐτοῦ τὸν κόσμον καταλιπών, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενος, ἐν ἐρήμοις καὶ ὄρεσι διαιτώμενος, Καὶ εὑρών τι σπήλαιον καὶ ἐν αὐτῷ κατοικήσας, τὸν μονήρη βίον διήρχετο. Εἰς προσευχὰς καὶ ἀκαταπαύστους δεήσεις σχολάζων, τοὺς δὲ ἑαυτοῦ πόδας οὐκ ἐκάλυψεν ὑποδήμασι πώποτε. Ἀλλὰ ἀφέντα ἑαυτὸν ἀνυπόδητον, τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους πιεζόμενον.<br />
<br />
Λοιπὸν μετὰ τοιούτους καὶ τηλικούτους λαμπροὺς ἀγῶνας εἰς βαθὺ γῆρας ἐλθὼν πρὸς Κύριον ἐξεδήμησε. Καὶ ἡ πάντιμος σορὸς τῶν αὐτοῦ λειψάνων ποιεῖ ἄπειρα θαύματα τοῖς εἰς αὐτὴν μετὰ πόθου καὶ εὐλαβείας προστρέχοντας, διὰ τοῦτο καὶ ἡ αὐτοῦ πατρίς, μέγα ὄνομα ἐξ αὐτοῦ ἐκτήσατο, Τὸ δὲ σχῆμα τοῦ αὐτοῦ Ἁγίου ἦτον, ὡς φαίνεται ἐν τῇ αὐτοῦ εἰκόνι, οὐ πολλὰ μακρὺς ἀλλὰ μέτριος καὶ εἰς τὸ σῶμα ξηρός, ὡς ὁ Μέγας Βασίλειος, εἶχε δὲ τὸ γένειον μακρὺν ἕως τὴν ὀσφὺν αὐτοῦ καὶ λευκότατον. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ θείῳ αὐτοῦ ναῷ, τὸ ὄντι ἐν τῷ νῦν χωρίῳ Ἀνάγυια.<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.<br />
<br />
Στίχοι:<br />
<br />
Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,<br />
<br />
Οἰκεῖ Δανιὴλ πρὶν στύλον, καὶ νῦν πόλον.<br />
<br />
Οὗτος γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπο Μεσοποταμίας ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἠλία καὶ μητρὸς Μάρθας ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ, παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ ἀσκήσει, καὶ παρ᾿ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς Θρᾴκης μέρεσι, πλησίον τοῦ Βυζαντίου, ἐν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἑαυτὸν ἔν τινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα κίονι ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει, καὶ ταῖς ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ᾿ αὐτὸν Ζήνωνι, καὶ τῷ τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι, προσεκύνησαν τὸν Ἅγιον, καὶ προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ὑπὸ τῶν αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ τοῦ νέου Στυλίτου.<br />
<br />
Στίχοι:<br />
<br />
Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στύλος,<br />
<br />
Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὅν τρέχει.<br />
<br />
Οὗτος ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη, τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις. Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται· καὶ τῇ ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται, κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς προσκομιζομένης αὐτῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς, καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ καλέσαντι ἑπόμενος καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον, ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων ἔρχεται, κἀκεῖθεν ἐπὶ Χαλκηδόνα διαβαίνει. Ἐν ᾗ προσεπιβὰς κίονι, θαυμάτων μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι. Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀειθαλᾶς καὶ Ἀκεψέης, ξίφει τελειοῦνται.<br />
<br />
Στίχοι:<br />
<br />
Ἀκεψέην βλέπων με πάσχοντα ξίφει,<br />
<br />
Ἀειθαλᾶ, ζήλωσον· ἐζήλωσά σε.<br />
<br />
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλᾶς τῶν εἰδώλων ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν Ἐπίσκοπον τῶν χριστιανῶν ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥῦσις αἵματος. Μαθὼν δὲ παρὰ τοῦ Ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς τὴν ἰδίαν πόλιν ἐπιστρέψας, ἥτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἑτέροις Διδάσκαλον τῆς εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ ἄρχοντι. Τοῦ δὲ ἄρχοντος τὰ κατ᾿ αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται. Ὁ δὲ ἅγιος Ἀκεψεὴς ὑπῆρχε Διάκονος· συσχεθεὶς δέ, καὶ τὸν Χριστὸν ὁμολογήσας, τύπτεται ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾶ. Ὁ δὲ εἰσάγει αὐτοὺς εἰς τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μείρακος, καὶ διήγησις πάνυ ὠφέλιμος.<br />
<br />
Στίχοι:<br />
<br />
Ἀρνησιχρίστων δόξαν ἅπαν τις βλέπων,<br />
<br />
Μηδὲν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.<br />
<br />
Οὗτος ὁ μακάριος μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἦν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ δὲ Τενεσῆ γεννηθείς, παρὰ χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφείς, ἐπαιδεύετο ἐν τῇ τῶν χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ τὴν ζώνην κόψας καὶ τὸν Σταυρὸν πατήσας καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό, Ἀγαρηνός εἰμι, καὶ οὐκ ἔτι χριστιανὸς ἀπὸ τῆς σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ, καὶ τῶν παρ᾿ αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.<br />
<br />
Ἰδὼν δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν τοῦ Μείρακος καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει· Ἰδού, κύριοί μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησα· καὶ νῦν παρακαλῶ πάλιν γενέσθαι χριστιανὸς καὶ εἶναι μεθ᾿ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ. Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν καὶ ἐπιστρέψῃς πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ αὐτοῦ ἀγαθότητι· ὅτι οὐ παρεῖδε τὴν μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸν Ἀμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ᾿ εἰ θέλεις καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρεῖν, καὶ ἡμᾶς ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε πρὸς τὸν Ἀμηρᾶν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.<br />
<br />
Ὁ δέ, τὴν τῶν γονέων λαβὼν συμβουλὴν ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὑτοῦ ζώνην, πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο αὐτόν, καὶ ἤρξατο κράζειν μεθ᾿ ὅσης δυνάμεως εἶχε τό, Κύριε ἐλέησον. Καὶ κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει· Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο· Ἐλθὼν εἰς ἑαυτὸν ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ γενόμενος χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαί σοί τε καὶ πάσῃ τῇ συναγωγῇ, καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγών, ἐπανέκρινεν αὐτόν. Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ φυλακῇ ἐναπέθετο. Καὶ μεθ᾿ ἑτέρας τρεῖς ἡμέρας παραστήσας αὐτόν, ἔτυψε σφοδρῶς· ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ, καθεῖρξε. Καὶ μεθ᾿ ἑτέρας τρεῖς ἡμέρας, πάλιν ἐπανακρίνας αὐτὸν καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις αὐτὸν ἄνωθεν ἔτυψε τῶν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης ἀποφάσεως κατ᾿ αὐτοῦ, ἔλαβον οἱ προστεταγμένοι.<br />
<br />
Ἐμβάντες δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα, εἴτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες χριστιανοί τινες, ὡς πολύτιμον δῶρον ἔλαβον. Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως εἴασεν αὐτοὺς κατέχειν αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες, κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ καὶ μέχρι τοῦ νῦν, ἀναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα, εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαρσαβᾶς, ξίφει τελειοῦται.<br />
<br />
Στίχοι:<br />
<br />
Θύσας, Βαρσαβᾶ, ζῆθι, λυτρωθεὶς ξίφους,<br />
<br />
ἄνω ποθῶ ζῇν, θᾶττον ἡκέτω ξίφος.<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Τερέντιος, Βικέντιος, Αἰμιλιανός, καὶ Βεβαία, ξίφει τελειοῦνται.<br />
<br />
Στίχοι:<br />
<br />
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,<br />
<br />
Θεοῦ τρία πρόσωπα καὶ φύσιν μίαν.<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λεοντίου τοῦ ἐν τῇ Ἀχαΐᾳ.<br />
<br />
Στίχοι:<br />
<br />
Λεοντίου τίς τὸν βίον μὴ θαυμάσει;<br />
<br />
Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.<br />
<br />
Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον, καλουμένην Μονεμβασίαν, γεννήτορας δέ, τῶν ἐπιφανῶν καὶ θεοφιλῶν. Ὁ δὲ τούτου πατὴρ Ἀνδρέας τοὖνομα, καὶ πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοῦς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος· Τριὰς δὲ τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὧν τὰς ἀρχὰς ἔχων, προσφυᾶ καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς μαθητείαν ἐκδίδοται· ὧν τὴν γλυκύτητα αἰσθανόμενος, ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημῶν ἅψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεν τοῦ νοὸς ὀξύτητι, καὶ βίου καθαρότητι, χρόνος οὗ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν· Εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων· τοῦτο μέν, ἵν᾿ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῆ περιπλέον τοῦτο δέ, ἵν ἐνδιατρίβων τοῖς οἴκοις τῶν Βασιλέων, ἐθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ᾿ οὖν γε μέγας ἐν τε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ Βασιλέως ἀσπάζεται ὅ,τι μάλιστα, καὶ τιμᾶται· τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πάνθ᾿ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ γυναικὶ καὶ προσομιλεῖ· ἡ δὲ Θεοδώρα (οὕτω γὰρ ἐκαλεῖτο) τῶν μεριμνῶν ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε· διὰ ταῦτα, οὗ ἐπόθη, καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων, ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπῶν γυναῖκα καὶ τέκνα (ἦν γὰρ παίδων τριῶν πατήρ) καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ᾿ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα· τούτοις συγκαταλεγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβὼν (Λέων γὰρ ἐλέγετο πρότερον), πάντας ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερεβάλετο, δουλαγωγῶν τὴν σάρκα καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· Ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὅρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα πολλοὺς παρ᾿ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχέει, ὑποταγὴν πᾶσι, καὶ ταπείνωσιν δεικνύων ἄκραν· διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῶν προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολὺ τῆς Πελοποννήσου ἐρήμοις ἐμφιλοχωρεῖ καταμόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτὸν τόπον, ἐν ᾧ γενόμενος, δουλεύσει καὶ εὐαρεστήσει αὐτῷ. Ἀπεκαλύφθη δ᾿ αὐτῷ ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὅρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Αἰγίου, τῆς κοινολέκτου Βοστίτσας· ἔνθα ἐπὶ πλεῖστον διαγαγών, κρύει πηγνύμενος, καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τὸν Χριστόν· ὅθεν καὶ πρὸς ἀπάθειαν ἤλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε, καὶ θαυμάτων ἐπλούτισε τὴν ἐνέργειαν, χωλοὺς καὶ κυλλοὺς ἰώμενος· ἐξ ὧν βασιλεῖς οἱ αὐτάδελφοι ὅ τε Θωμᾶς καὶ Δημήτριος τὴν ἀρετὴν τοῦ ἀνδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σηκόν, ἐν ᾧ ἦν τῷ Ἀρχιστρατήγῳ Μιχαήλ, ἐξ αὐτοῦ ἀνεδείμαντο, καὶ ἄλλα πλεῖστα μέγιστα καταγώγια ἐξ αὐτῶν κρηπίδων περιπυργώσαντες, οὐ πρὸς ἁγιασμόν, καὶ μέρη τῶν ἁγίων παθῶν τοῦ Σωτῆρος, τοῦ τε ἀκανθίνου στεφάνου, τιμίου ξύλου, καὶ σπόγγου, εἴτε χλαμύδος, ἃ ἔφερον, τῇ ἱερᾷ Τραπέζῃ ἐπιτίθενται, καὶ πλόκον ἔτι, ἐκ τῶν τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν· ὁ δὲ ὅσιος, πολὺς πρόξενος σωτηρίας γενόμενος, καὶ πολλοὺς πρὸς ζῆλον καὶ μίμησιν τοῦ αὐτοῦ ἀκραιφνοῦς βίου διαναστήσας, σοφίᾳ καὶ θείᾳ χάριτι, τὸν ἑβδομήκοντα πέμπτον χρόνον τῆς ἑαυτοῦ ἡλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς ἀγγέλους, τὸ πνεῦμα αὐτοῦ ἐν εἰρήνῃ, τῇ χειρὶ τοῦ Θεοῦ παρέθετο· Τὸ δὲ τίμιον αὐτοῦ λείψανον, ἐν ᾧ καὶ ζῶν ἠγωνίζετο, κατετέθη σπηλαίῳ ἀεὶ βρύον ἰάματα, τοῖς μετὰ πίστει αὐτῷ προστρέχουσιν· οὐ εἰς ἀνακομιδήν ποτε, ὁ μαθητὴς αὐτοῦ, καὶ μιμητὴς κατὰ πάντα, πρόεδρος Παλαιῶν Πατρῶν Ἰωακείμ, καὶ πᾶν τὸ σύστημα τῶν ἀδελφῶν συνελθόντες, σεισμοῦ γενομένου, καὶ τοῦ ἄντρου διασχισθέντος, μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες, οὗ ταῖς πανευπροσδέκτους δεήσεσι, ῥυσθείημεν τῆς ἐπιβουλῆς καὶ κακώσεως, τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, Κύριε.<br />
<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Ξηροῦ, τοῦ ἐν τῷ Σπηλαίῳ, τοῦ Ῥώσσου.<br />
<br />
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
<br />
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.<br />
<br />
Ῥύστης ἐγένου δεομένοις, τοῖς προστρέχουσι, τῆ σκέπῃ σου θεόφρον, ἀπὸ βλάβης ἐχθρῶν, καὶ νόσων καὶ σκανδάλων, ὦ Νόμων κραυγάζοντες· ὁ Θεὸς εὐλογητὸς εἶ.<br />
<br />
Ἄμωμος γέγονεν ὁ βίος, καθαρωτάτη, σοφέ ἡ μαρτυρία, καὶ σωτήριος πᾶσι, τοῖς πίστει προσιοῦσι, τῇ θήκῃ τῶν λειψάνων σου, Νόμων θαυματοφόρε.<br />
<br />
Πάθη κατεύνασας σαρκός σου, μετὰ σώματος, Ἀγγέλους ἐμιμήσω, παραδείσου τρυφῆς ἐγένου κληρονόμος, ἀναβοῶν μετάρσιος· ὁ Θεὸς εὐλογητὸς εἶ.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Σύ με διάσωσον Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων, καὶ δεινῆς συμφορᾶς, καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ὃν ἀσπόρως συλλαβοῦσα.<br />
<br />
<br />
<br />
ᾨδὴ η΄. Επταπλασίως κάμινον.<br />
<br />
Εὐσεβοφρόνως ἔζησας, Νόμων παμμακάριστε, καὶ δικαιοσύνην καὶ ἀνδρείαν Ὅσιε, σὺν τούτοις τὴν φρόνησιν, καὶ τὴν ἀγάπην καὶ προσευχήν, καὶ τὴν σωφροσύνην, ἐξασκήσας θεόφρον, ἐγκράτειαν καὶ πᾶσαν, ἀρετὴν τελειώσας, εἰς οὐρανοὺς μετέστης, καὶ ζῇς εἰς τοὺς αἰῶνας.<br />
<br />
Ὑπὸ τὴν σκέπην Ἅγιε, σοῦ πρὸς σὲ καταφεύγοντες, πάντες οἱ νοσοῦντες, καὶ δεινῶς κολάζονται, φωνάζοντες κράζοντες, ὦ Νόμων θεράπευσον, πάθη τὰ δεινῶς, κατακεντοῦσι τὸ σῶμα, καὶ καίουσι δὲ μᾶλλον, τὴν ἀθλίαν ψυχήν μου, ἵνα σὲ μακαρίζω, εἰς πάντας τοὺς αἰῶνας.<br />
<br />
Σῶσαι λαὸν τὸν κάμνοντα, νοσημάτων ἀνιάτων, τῶν προσερχομένων, τῷ ναῷ σου Ἅγιε, σὺν πόθῳ καὶ πίστει τε, καὶ τῶν δακρύων ἐπιῤῥοῇ, τῇ τῶν μακαρίων, καὶ σεπτῶν σου λειψάνων, ἀφῇ τε καὶ προσψαύσει Νόμων θεοφόρε, ἵνα σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Παρθενομῆτορ ἄχραντε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, νοσοῦντά με ἴασαι, σὺν τῇ ψυχῇ καὶ σώματι· παθῶν τε καὶ ζάλης καὶ κακώσεως δαιμόνων, ἐξαίρουσά με τάχει, δυσωπῶ σε Παρθένε, ἳνα σὲ μεγαλύνω τὴν Κεχαριτωμένην.<br />
<br />
<br />
<br />
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.<br />
<br />
Ὁ βίος σου θεόφρον, πέφυκε δοχεῖον, τῆς τρισηλίου Θεότητος Ἅγιε, ἐξ οὗ λαμβάνομεν πάντες, ταχεῖαν ἴασιν. <br />
<br />
Νευρούμενος ἀγάπῃ, τῆ πρὸς τὸν Δεσπότην, τὰς τῶν δαιμόνων ἐνέδρας κούφως ἐξέφυγες, καὶ οὐρανῶν βασιλείας, γέγονας μέτοχος.<br />
<br />
Μεγάλως ἠγωνίσω, πάτερ θεοφόρε, καὶ δωρεῶν ἀπολαύσας μεγάλων τε, τοῦ ἰατρεύειν τὰς νόσους τῶν εὐφημούντων σε.<br />
<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἐξέφυγον τὰ σπλάγχα, τὰ πεποθημένα, θεομακάριστε Κόρη πανάμωμε, ἀλλὰ τῇ σῇ μεσιτείᾳ, πρόφθασον σῶσόν με.<br />
<br />
<br />
<br />
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ,<br />
<br />
Ἐν σώματι διατελῶν, τῶν Ἀγγέλων τὸν βίον, ὑπῆλθες ὥσπερ ἄσαρκος, καὶ τῷ κόσμῳ ἐδείχθης, φωστὴρ ἀειλαμπέστατος, καὶ τοῖς πᾶσιν ἔδειξας, ὦ Νόμων θεοφόρε, μοναζόντων τὸ κλέος, ἀσκητῶν ἡ καλλονή, καὶ τῶν πατέρων ἡ δόξα.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις, στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένας πρὸς Θεοῦ, ἐμβίβασον θελημάτων.<br />
<br />
<br />
<br />
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.<br />
ἮΧΟΣ Α΄. ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΤΑΓΜΑΤΩΝ.<br />
<br />
Ἡ καθαρά σου καρδία, πάτερ ἀνέδραμεν, εἰς οὐρανίους νόας, σὺν αὐτοῖς τοῦ Δεσπότου, τῷ θρόνῳ γὰρ τῷ θείῳ παρεστηκώς, ὑπὲρ πάντων ἱκέτευε, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)<br />
<br />
<br />
<br />
Τῆς Ταμασέας τὸ κλέος, ὁ τῶν Κυπρίων φωστήρ, τῶν θαυματουργημάτων, ὁ λαμπρὸς ἑωσφόρος, Νόμων γὰρ ὁ μέγας πάντας ἡμᾶς, συγκαλεῖ ἐν τῇ μνήμῃ αὐτοῦ, τοῦ ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά, καὶ τοῦ σώματος ὁ ἔνδοξος.<br />
<br />
<br />
<br />
Δεῦτε συνάχθητε πάντες, ἀπὸ περάτων τῆς γῆς, ὑπὸ ποικίλων νόσων, κατεχόμενοι πόθῳ, ἀῤῥύσασθε πλουσίως χάριν ἀεί, ἀναργύρως παρέχει γάρ, τῶν νοσημάτων τὴν ἴασιν δαψιλῶς, τοῖς νοσοῦσι τὰ ἰάματα.<br />
<br />
<br />
<br />
ΔΟΞΑ. ἮΧΟΣ ΠΛ. Δ΄.<br />
<br />
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν, πατὴρ ἡμῶν Νόμων, σὺ γὰρ φυγαδεύων, τὴν Ταμασέαν οἴκησας. Τὴν σάρκα γὰρ σταυρώσας, Χριστῷ ἠκολούθησας, τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, πάτερ ἀπέπνιξας. Ἔξω γὰρ σαρκός, καὶ κόσμου γενόμενος, τοῖς γὰρ ἀσκήσεως ἄθλοις, χρυσίου λαμπρότερος, ἀπήστραψας Ὅσιε, καὶ καθαρὸν δοχεῖον, ἐγένου τοῦ Πνεύματος, Νόμων παμμακάριστε, πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν,<br />
<br />
<br />
<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως-<br />
<br />
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.<br />
<br />
Εἰς τὴν λειτουργίαν· τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ᾠδὴ γ΄ καὶ ς΄.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-5233269497845512492011-12-05T14:27:00.000-08:002011-12-05T14:27:19.972-08:00ΛΟΥΚΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ ΔΕΚ 13ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΛΟΥΚΙΑΣ<br />
<br />
Δεκεμβρίου ιγ ' καὶ Σεπτεμβρίου ιζ '<br />
ὑπὸ Μητροπολίτου ᾽Ολυμπίας καὶ Τριφυλίας<br />
Στεφάνου Ματακούλια<br />
<br />
<br />
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ<br />
<br />
Στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια δευτεροῦντες τὰ δύο πρῶτα.<br />
<br />
<br />
<br />
Τῆς Ἁγίας<br />
<br />
῏Ηχος δ’. Ἔδωκας σημείωσιν.<br />
<br />
<br />
Ὅλην ἐκ νεότητος, Λουκία μάρτυς καλλίνικε, σὴν ψυχὴν ἀφιέρωσας, Χριστῷ τῷ Σωτῆρι σου, τῷ δι' εὐσπλαγχνίαν, Σταυρῷ προσπαγέντι, καὶ ἁγιάσαντι ἡμᾶς, ὃν καὶ ποθήσασα ἀξιάγαστε, αὐτῷ συμβασιλεύεις νῦν, ἐν οὐρανοῖς ἀπολαύουσα, εὐφροσύνης καὶ χάριτος, αἰωνίου πανεύφημε.<br />
<br />
<br />
Κάλλος τὸ τοῦ σώματος, νοὸς παιδείαν καὶ σύνεσιν, ἐλογίσω ὡς σκύβαλα, ποσῶς μὴ κωλύσαντα σὴν καρδίαν, Μάρτυς, Νυμφίον ποθῆσαι, τὸν ἁγιώτατον δι' ὅν, τῶν σῶν αἱμάτων ἔκχυσιν<br />
ἤνεγκας, ἁγνείᾳ διαλάμπουσα, καὶ νῦν μαρτύρων τοῖς τάγμασι,<br />
νικηφόρος παρίστασαι, ὦ Λουκία πανεύφημε.<br />
<br />
<br />
<br />
<br />
Ἔστης πρὸ τοῦ βήματος, Λουκία μάρτυς πανάριστε, καὶ Χριστὸν ὡμολόγησας, γενναίως τὸν τύραννον κατατροπουμένη, τοῖς μύδροις τῶν λόγων, Εὐαγγελίου τοῦ Χριστοῦ, δι' ὧν Πασχαῖον τὸν ἀνακρίνοντα, κατῄσχυνας, πανάριστε, καὶ νικηφόρος<br />
παρίστασαι οὐρανίῳ Νυμφίῳ σου, στέφει δόξης κοσμοῦντί σε.<br />
<br />
<br />
Ὅτε σε ὁ τύραννος, καταγωγίῳ σε ἔρριψεν, ἀμαυρῶσαι <br />
βουλόμενος, ψυχὴν καὶ τὸ σῶμά σου, βδελυγμοῖς ἐσχάτοις,<br />
στερρῶς ὦ Λουκία, ἀντέστης τούτῳ, καὶ ἁγνήν, τὴν σὴν ἐτήρησας<br />
τῷ Νυμφίῳ σου, στολὴν τῆς παρρησίας σου, μεθ' ἧς ἀεὶ συμπαρίστασαι, οὐρανίοις σκηνώμασι, τῶν Παρθένων συνόμιλε.<br />
<br />
Δόξα. Ἦχος πλ. α'.<br />
<br />
<br />
<br />
Ἐξέστησαν χοροὶ τῶν ᾽Ασωμάτων, ὁρῶντες ἐπὶ γῆς, ξένον καὶ παράδοξον θέαμα. Παρθένος γὰρ καλή, Σικελίας τὸ κλέος, τῷ ὅπλῳ τοῦ Σταυροῦ κατέβαλε, τὸν ἀρχέκακον δράκοντα. Ταύτην γὰρ οὐκ ἀπειλαί, οὐδὲ μάστιγες, πυρός τε γλῶσσαι, ξίφους τε τομαί, μετακινῆσαι ἴσχυσαν τῆς ἀγάπης Χριστοῦ. Διὸ καὶ εἰς οὐρανοὺς μεταφυτευθεῖσα, ἐν Παραδείσῳ τρυφῆς ἠξίωται, διὰ παντὸς καθορᾶν τὴν δόξαν Θεοῦ. Διὸ καὶ ἡμεῖς, οἱ τιμῶντες τὴν μνήμην αὐτῆς, τῷ κάλλει τῶν ἀρετῶν κοσμηθέντες, σπουδάσωμεν, ἀδελφοὶ, μέτοχοι γενέσθαι της δόξης, ἧς ἠξιώθη αἰωνίως Λουκία ἡ παμμακάριστος.<br />
<br />
Καὶ νῦν. Ἦχος πλ. β'<br />
<br />
<br />
Σπήλαιον εὐτρεπίζου· ἡ ᾽Αμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίας, χρυσὸν καὶ λίβανον καὶ σμύρναν τῷ βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;<br />
<br />
<br />
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον της ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.<br />
<br />
Παροιμιῶν τὸ ἀνάγνωσμα.<br />
<br />
(Κεφ. δ' 10-13, 20-27).<br />
<br />
<br />
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς· ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις. ᾽Επιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς, ὅπως μὴ ἐκλιπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ· ζωὴ γὰρ ἐστὶ τοῖς εὐρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις· πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· περίελε σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι, οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια· ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς ἀριστερά, ἀπόστρέψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδούς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.<br />
<br />
<br />
Σοφίας Σολομῶντος τὸ ᾽Ανάγνωσμα.<br />
<br />
(Κεφ. ια' 1-10, 21-26)<br />
<br />
Ὁ Θεός, εὐώδωσε τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου,<br />
διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·<br />
ἀντέστησαν πολεμίοις καὶ ἠμύναντο ἐχθρούς, ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ· δι' ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν· ἀντὶ μὲν πηγῆς<br />
ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως,<br />
δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας· ὅτε<br />
γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν <br />
ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο· τούτους μὲν γὰρ ὡς πατὴρ<br />
νουθετῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας. Τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε,<br />
καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; ὅτι ὡς ροπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ρανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν. ᾽Ελεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι καὶ παρορᾶς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν· ἀγαπᾶς γὰρ τὰ<br />
ὄντα πάντα καὶ οὐδὲν βδελύσσῃ, ὧν ἐποίησας· οὐδὲ γάρ, ἂν μισῶν<br />
τι κατεσκεύασας. Πῶς δὲ ἔμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ<br />
μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη; φείδῃ δε πάντων, ὅτι σά ἐστι, <br />
δέσποτα, φιλόψυχε.<br />
<br />
<br />
Σοφίας Σειρὰχ τὸ ῎Ανάγνωσμα<br />
<br />
(Κεφ. ιδ' 1 2, 11 14. Κεφ. ιε' 1 3, 5 6)<br />
<br />
<br />
<br />
Μακάριος ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ<br />
κατενύγη ἐν λύπῃ ἁμαρτίας· μακάριος ὃν οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ. Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε. Μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δῶς αὐτῷ. Μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας,καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθέτω. ῾0 φοβούμενος Κύριον ποιήσει αὐτόν, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν, καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν. Καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ. Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.<br />
<br />
Εἰς τὴν Λιτήν. Στιχηρὸν ᾽Ιδιόμελον<br />
<br />
῏Ηχος δ'.<br />
<br />
<br />
Τοῦ κόσμου τὰ γεηρά, τῇ αἴγλῃ τῶν οὐρανίων ἀντήλλαξας, παμμακάριστε Λουκία. ῎Εργοις γὰρ ἀγαθοῖς, τὸ δοθέν σοι τάλαντον πολυπλασιάσασα, νῦν τῶν βραβείων ἀπολαύεις, τῆς δόξης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ ἀΰλῳ φωτὶ Αὐτοῦ περιλάμπεσαι. ῎Οθεν μετὰ ἀγγέλων καὶ ἁγίων συγχορεύουσα, ᾄδεις αἰωνίως τὸν<br />
Τρισάγιον ῎Υμνον καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ὑμῶν.<br />
<br />
<br />
Εἰς τὸν Στίχον. Στιχηρὰ ᾽Ιδιόμελα.<br />
<br />
῏Ηχος πλ. α' Χαίροις ἀσκητικῶν.<br />
<br />
<br />
<br />
Χαίροις παρθενομάρτυς Χριστοῦ, μνηστῆρος ὕβριν καὶ μανίαν νικήσασα, τῷ σθένει τοῦ Οὐρανίου, καθωπλισμένη σεμνή, καὶ μὴ λωβηθεῖσα τὴν ἁγνότητα, ψυχῆς, ὡς ἐπείρασεν, ὁ ἐχθρὸς ἀμαυρῶσαι σε καὶ πανώλεσι τῆς αἰσχύνης ἐμπλῆσαί σε. Πρέσβευε οὖν, φιλόθεε, ἡμᾶς τοὺς τιμῶντάς σε, στερεωθῆναι καὶ μεῖναι ἐν τοῖς Κυρίου προστάγμασι. Λουκία ἀγγέλων, οὐρανίων καὶ ἁγίων, θεία συνόμιλος.<br />
<br />
<br />
Ὅτε, Μάρτυς Λουκία, πικρῶς, ξίφος δημίου κεφαλὴν σὴν ἀπέτεμε, αἱμάσσον δὲ τῷ ἐδάφει, σῶμα ἐρρίφθη τὸ σόν, οὐρανοῦ σοι πύλαι διηνοίγησαν. Δεσπότου ἀγκάλαι δέ, ὑπεδέξαντο πάνσεμνε, καὶ στεφάνοις σε, τοῖς ἀφθάρτοις ἐκόσμησεν. Οἷς κοσμουμένη πρέσβευε, Μαρτύρων τὸ καύχημα, καὶ ἡμῖν τοῖς ἀχρείοις, δούλοις εἰρήνην δωρήσασθαι, Λουκία, ἁγίων καὶ δικαίων τῶν ἐν δόξῃ θείᾳ συνόμιλος.<br />
<br />
<br />
Χαίροις, Λουκία Μάρτυς σεμνή, ἁγίᾳ Μάρτυρι ᾽Αγάθῃ προστρέξασα, αἰτήσασθαι τὴν ὑγείαν, τῇ σῇ νοσούσῃ μητρί, ἱκεσίαις θείαις τε καὶ δάκρυσι, Χριστοῦ σπλάγχνα ἔκαμψας καὶ ποθούμενον ἔλαβες, ὥσπερ πάλαι τε τὴν αἱμόρρουν ἰάσατο. Πρέσβευε καλλιπάρθενε, ἡμῖν τοῖς τιμῶσί σε ἴασιν δοῦναι καὶ χάριν ταῖς ἁμαρτίαις καὶ κρίμασιν, δεινῶς ἀσθενοῦσι, πολεμήτορος παγῖσι, καὶ δελεάσμασι.<br />
<br />
Δόξα.<br />
<br />
<br />
Τίς εἶδε, τίς ἤκουσε ποτέ, ἀρνίον ἄκακον, λέοντα ἄγριον κατασπαράσσειν; ῍Η στρουθίον ἁπαλόν, ὀρνέων σμῆνος εἰς<br />
τέλος διώκειν; ᾽Αλλὰ ἀνδρειοτέρα ἀνεδείχθη τῇ δυνάμει τοῦ Σταυροῦ, ἡ πολύαθλος Λουκία. Διὸ καὶ βραβεῖα τῆς νίκης αὐτῇ ὁ δίκαιος κριτὴς ἐχαρίσατο, αἰωνίου δόξης καὶ χαρᾶς οὐρανίου ἀξιώσας καὶ ἡμῖν μεσίτριαν θερμὴν Αὐτῷ συστησαμένος. Διὸ καὶ ἡμεῖς<br />
ἱκετεύομεν Χριστόν, ταῖς πρεσβείαις Λουκίας εἰρήνην δωρήσασθαι<br />
καὶ ῥῶσιν ταῖς ψυχαῖς ἡμῶν.<br />
<br />
<br />
Καὶ νῦν. Τῆς ῾Εορτῆς.<br />
Θεοτοκίον τοῦ ῎Ηχου.<br />
<br />
<br />
<br />
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε· δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
᾽Απολυτίκιον ῏Ηχος α'.<br />
<br />
Τῆς ἐρήμου πολίτης.<br />
<br />
<br />
<br />
Σικελίας τὸ κλέος, ᾽Εκκλησίας ἀγλάϊσμα, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ στερρότατον ἔρεισμα, Λουκίαν ὑμνήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ τὴν θαυμαστήν, παρθενίᾳ κοσμουμένην καὶ ἀρετῶν χαρίσμασι διαλάμπουσαν. Δόξα τῷ ἐνισχύσαντι αὐτήν, Δόξα Χριστῷ τῷ στερρώσαντι. Δόξα τῷ δωρουμένῳ τοῖς πιστοῖς στέφος τὸ ἄφθαρτον.<br />
<br />
<br />
<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
<br />
<br />
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.<br />
<br />
<br />
῞Ετερον Ἀπολυτίκιον τῆς ῾Αγίας.<br />
<br />
῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.<br />
<br />
<br />
Παρθενίας φοροῦσα χλαῖναν ὑπέρλαμπρον, παρθενικῶς ἐμνηστεύθης τῷ Ζωοδότῃ Χριστῷ καὶ ἀγάπην γεηροῦ μνηστῆρος ἔλιπες· ὅθεν ὡς δῶρα νυμφικὰ προσενήνοχας αὐτῷ τὰ ρεῖθρα τῶν σῶν αἱμάτων, Λουκία Παρθενομάρτυς. ᾯ καὶ πρεσβεύεις ὑπὲρ πάντων ὑμῶν.<br />
<br />
<br />
<br />
(Τὸ ᾽Απολυτίκιον τοῦτο εὕρηται εἰς ῾Ωρολόγιον τὸ Μέγα. ῎Εκδοσις τῆς ᾽Αποστολικῆς Διακονίας τῆς ᾽Εκκλησίας τῆς ῾Ελλάδος (᾽Αθῆναι 1972).<br />
<br />
<br />
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ<br />
<br />
<br />
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.<br />
<br />
Τὸν τάφον σου Σωτήρ.<br />
<br />
<br />
<br />
Ἐντεύξει καὶ εὐχῇ, τῷ Θεῷ καὶ Σωτῆρι, καθεῖλες ὦ σεμνή, τὸν ἀρχέκακον ὄφιν, τὸ κάλλος φθονήσαντα, τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ κατήγαγες, εἰς γῆν νεκρόν τε καὶ ἄπνουν, ὕμνον ᾄδουσα, τῷ σῷ Νυμφίῳ Λουκία, εἰς τέλος σθενώσαντα.<br />
<br />
<br />
Δόξα. Καὶ νῦν.<br />
Θεοτοκίον ὅμοιον.<br />
<br />
<br />
<br />
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.<br />
<br />
<br />
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα τῆς ῾Αγίας<br />
<br />
῏Ηχος πλ. α'.<br />
<br />
Τὸν Συνάναρχον Λόγον.<br />
<br />
<br />
<br />
Ῥιζηδὸν τὴν κακίαν ψυχῆς ἀπέτεμες, καὶ καρποῖς εὐσεβείας αὐτὴν ἐπλούτησας, καὶ τῷ σθένει τοῦ Σταυροῦ κατενίκησας, ἐχθρόν, Λουκία Μαρτύρων κλέος, διὸ πρέσβευε τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
<br />
<br />
Δόξα. Καὶ νῦν.<br />
<br />
Θεοτοκίον. ῞Ομοιον.<br />
<br />
<br />
<br />
Χαῖρε ῞Αγιον ῎Ορος καὶ θεοβάδιστον· Χαῖρε ἔμψυχε βάτε καὶ<br />
ἀκατάφλεκτε. Χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου Γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν. Χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.<br />
<br />
<br />
Μετὰ τὸν Πολυέλεον Κάθισμα.<br />
<br />
Ἦχος δ'.Ταχὺ προκατάλαβε.<br />
<br />
<br />
<br />
Τῷ κόσμῳ πηγάσαντι, τὴν σωτηρίαν Σταυρῷ, στερρῶς ἠκολούθησας, Λουκία μάρτυς σεμνή, καὶ τούτῳ παρέθηκας, πνεῦμα σὸν καὶ καρδίαν, τὴν δὲ κάραν σου ξίφει, δήμιος, ὡς ἀφεῖλε, ἐδωρήσω πιστοῖς σου, τιμῶσι μνήμην τὴν σὴν σήμερον ᾄσμασι.<br />
<br />
<br />
Δόξα. Και νῦν.<br />
<br />
Θεοτοκίον, ὅμοιον.<br />
<br />
<br />
<br />
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων· σύντριψον μηχανίας, καί, κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.<br />
<br />
<br />
<br />
<br />
Τὸ Α' ᾽Αντίφωνον του δ' ἤχου καὶ τὸ Προκείμενον.<br />
<br />
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (γ΄)<br />
<br />
Πᾶσα πνοή.<br />
<br />
Εὐαγγέλιον ῎Ορθρου.<br />
<br />
Κατὰ Ματθαῖον<br />
<br />
(Κεφ. ι΄ 16-22)<br />
<br />
<br />
<br />
Εἶπεν ὁ Κύριος. ᾽Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ῞Οταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.<br />
<br />
<br />
Δόξα. Ταῖς τῆς σῆς ῾Αγίας πρεσβείαις ἐλεῆμον...<br />
<br />
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον...<br />
<br />
᾽Ελέησόν με ὁ Θεός.<br />
<br />
Καὶ τὸ Στιχηρὸν ᾽Ιδιόμελον.<br />
<br />
῏Ηχος πλ. β'.<br />
<br />
<br />
<br />
Τὰς πολυφώνους σάλπιγγας καὶ τὰ πολύχυτα φῶτα, ποθοῦσα<br />
τὰ ἐν οὐρανοῖς, πρὸς τὴν τῶν θείων ἀναβάσεων ἀκρότητα,<br />
ἔσπευδες Λουκία Μάρτυς θεοτίμητε. ῞Οθεν καθαρότητι βίου, καὶ<br />
θεοπτίας ὕψει, ἀρθεῖσα, ἀθανασίας περικέκλεισαι χάριτι, τήν τε<br />
ἀΐδιον Θεοῦ δύναμιν καὶ θεότητα αἰωνίως καθορᾶς, καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τῶν πίστει καὶ πόθῳ, τιμώντων<br />
τὴν μνήμην σου.<br />
<br />
῾0 Κανὼν τῆς Ἁγίας.<br />
<br />
<br />
᾽Ακροστιχίς. Λουκίᾳ ἀΰλῳ φωτὶ παροικούσῃ, Στέφανος.<br />
<br />
<br />
ᾨδή α'. ῏Ηχος πλ. δ'. Ὑγρὰν διοδεύσας.<br />
<br />
<br />
<br />
Λαοὶ συναθροίσθητε, ὧδε νῦν, σὺν ἡμῖν δοξάσαι, τὸν τοῦ κόσμου δημιουργόν, τὸν δι' εὐσπλαγχνίαν, Σταυρῷ προσηλωθέντα καὶ Μάρτυρα Λουκίαν φῶς ἀναδείξαντα.<br />
<br />
<br />
Ὁσίως ἐνήθλησας ἀρετῇ, καὶ τῇ εὐσεβείᾳ κοσμουμένη Μάρτυς καλή, Λουκία πανένδοξε μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ πρεσβεύουσα.<br />
<br />
<br />
Ὑψώθης τῇ Χάριτι τοῦ Θεοῦ, εἰς ὕψη ἀγάπης, θείῳ ἔρωτι δὲ ψυχῆς, ἐπτέρωσας Μάρτυς σὴν καρδίαν, τιτρωσκομένη Χριστοῦ τοῖς κινήμασι.<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Κριτὴν καὶ Δεσπότην, Μῆτερ ἁγνή, ἀπέτεκες πᾶσιν, ὀλλυμένοις ἐν τοῖς κακοῖς, ὃν εἶδες σταυρούμενον ἐν Κρανίῳ, τόπῳ τοῖς αἵμασι πάντας καινίζονται.<br />
<br />
<br />
Καταβασία. Χριστὸς γεννᾶται.<br />
<br />
ᾨδὴ γ'. Οὐρανίας ἀψῖδος.<br />
<br />
<br />
<br />
Ἱκεσίας σου, μάρτυς, ταῖς πρὸς Θεὸν πάντοτε ἄγαγε σῶν δούλων αἰτήσεις τῷ Παντοκράτορι, ἵνα πρὸς ἅγιον καὶ ἀγαθὸν πορευθῶμεν, καὶ Θεοῦ τὸ θέλημα πάντες ποιήσωμεν.<br />
<br />
<br />
Ἀπορήσας ὁ τάλας, ἐπὶ τῇ σῇ πάντιμε, ῥώμῃ καὶ ψυχῆς διαθέσει, μάτην ἐσπούδαζε, τοῦ δελεάσαι σε, ὕλῃ φρικτῶς φθειρομένῃ, καὶ χοροῦ στερήσασθαι, τῶν ὁμοτρόπων σου.<br />
<br />
<br />
Ἀκλινῆ καὶ βεβαίαν, σὴν μαρτυρίαν καλλίνικε, ἔσχες παρωθοῦσαν τοῖς πρόσω, τρέχειν ὡς ἔλαφος, διψῶσα κάλλεσι, τῶν οὐρανίων θαλάμων, καὶ φωτὶ Παντάνακτος, νῦν καταλάμπεσθαι.<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ὑστεροῦντας τῇ πίστει, καὶ πενομένοις χαρίσμασι, καὶ τῇ προθυμίᾳ ὀκνοῦντας, Μῆτερ ἐνίσχυσον, πρὸς τὸ πανάγιον καὶ καθαρώτατον Πνεῦμα, τῆς Τριάδος ἄϋλον φῶς ἐνοπτρίζεσθαι.<br />
<br />
<br />
<br />
Καταβασία. Τῷ πρὸ τῶν αἰώνων.<br />
<br />
Κάθισμα. Ἦχος δ'.<br />
<br />
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ <br />
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη. Ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.<br />
Δόξα... Καὶ νῦν... Θεοτοκίον<br />
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. <br />
<br />
<br />
ᾨδή δ'. Εἰσακήκοα Κύριε.<br />
<br />
<br />
<br />
Λυπηρῶν τῶν ὀχλούντων με, σαῖς πρεσβείαις λύτρωσον μάρτυς ἔνδοξε, καὶ τὸν κλύδωνα κατεύνασον, κοσμικῶν κυμάτων τῶν κυκλούντων με.<br />
<br />
<br />
Ὡραιώθης καλλίνικε, κάλλεσι Χριστοῦ τοῦ Νυμφίου σου, καὶ<br />
ἐπ' ὤμων Σταυρὸν ἄρασα, τούτῳ ἠκολούθησας, Μάρτυς ἄριστε.<br />
<br />
<br />
Φωτοδότην ἱκέτευε, τοὺς ἐσκοτισμένους τοῖς πταίσμασι, καταυγάσαι Θεοτίμητε, ταῖς μαρμαρυγαῖς τοῦ θείου Πνεύματος.<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Ὠχριᾷ δόξα ἅπασα, κόσμου τῶν Ἀγγέλων, Θεόνυμφε, τῇ σῇ<br />
δόξῃ καὶ τοῖς κάλλεσι, Θεοτόκε Πάναγνε, συγκρίνεσθαι.<br />
<br />
<br />
Καταβασία. Ῥάβδος ἐκ τῆς ρίζης ῾Ιεσσαί.<br />
<br />
ᾨδή ε΄. Φώτισον ἡμᾶς.<br />
<br />
Τήρησον ἡμᾶς, ἐντολαῖς ταῖς τοῦ Θεοῦ ἡμῶν, τοῦ φθάσαι Μάρτυς Λουκία ἡμᾶς, εἰς εὐφροσύνην, ἧς νῦν γεύῃ παμμακάριστε.<br />
<br />
Ἴδοιμεν πιστοί, βασιλείαν τὴν αἰώνιον, ἣν καθορῶσι Μαρτύρων χοροί, σὺν τῇ Λουκίᾳ οὐρανίοις ἐν σκηνώμασιν.<br />
<br />
<br />
Πάροικοι ἐσμέν, καὶ ἐν κόσμῳ θαλαττεύομεν, ὅλως ἐν σκότει μὴ ἔχοντες φῶς, ἀλλὰ σὺ Μάρτυς, πρεσβείαις σου καθοδήγησον.<br />
<br />
Θεοτοκίον.<br />
<br />
ᾌδεις λιγυρῶς τῷ Δεσπότῃ θεῖα ᾄσματα, καὶ γὰρ ἀγγέλων ἀΰλων φωναί, σιγῶσι Κόρη, ἀκοῦσαι λιτὰς ἁγίας σου.<br />
<br />
<br />
<br />
Καταβασία. Θεὸς ὢν εἰρήνης.<br />
<br />
ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.<br />
<br />
<br />
Ῥυσθῆναί με τῶν πολλῶν κριμάτων μου, ἐξαιτοῦμαι Μάρτυς πρὸς Σωτῆρος, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ὀδυνῶμαι κακίᾳ πανέντιμε, καὶ δέομαί σου ἀγαθή, ἐκ φθορᾶς σαῖς πρεσβείαις ἀνάγαγε.<br />
<br />
Ὀχύρωσον, ἐντολαῖς τοῦ Πλάσαντος, τοῦ στοιχεῖν με τοῖς σοῖς<br />
ἴχνεσι Μάρτυς, καὶ οὐρανίους οἰκῆσαι θαλάμους, μετὰ συνάθλων σου νῦν συναρίθμησον, καὶ πάντων τῶν ἐν δεξιοῖς τοῦ Δεσπότου οἰκούντων ἀξίωσον.<br />
<br />
Ἰδοῦσα νῦν, θησαυρούς, ἑτοίμους σοι, καὶ Τριάδος καθορῶσα τὴν δόξαν, καὶ Θεοτόκου τὴν ἔλλαμψιν πάντως, διηνεκῶς ἀπολαύουσα, ἔντιμε, ἱκέτευε ὑπὲρ ἡμῶν, παρρησίαν ὡς ἔχουσα ἀξιάγαστε.<br />
<br />
Θεοτοκίον.<br />
<br />
Κρατήσασα, σαῖς ἰγνύαις Δέσποινα, ἀθεΐας καθελόντα τὸ κράτος, καὶ Θεοτόκος φανεῖσα τῷ κόσμῳ, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς πρεσβεύουσα, τῶν θλίψεσί τε καὶ δεινοῖς, κυκλουμένων, δεινῶς Μητροπάρθενε.<br />
<br />
Κοντάκιον.<br />
<br />
῏Ηχος β'. Τὰ ἄνω ζητῶν.<br />
<br />
<br />
<br />
Χρυσοῖς κροσσωτοῖς, στολήν σου ἐποίκιλας, καὶ ταύτῃ λαμπρῶς, τῷ θρόνῳ παρίστασαι, τοῦ Δεσπότου πάνσεμνε, ἀπολαύουσα, τῶν τούτου θείων δωρεῶν, αἰτουμένη πᾶσι θείαν ἔλλαμψιν.<br />
<br />
<br />
<br />
Ὁ Οἶκος.<br />
<br />
<br />
Ἡ ἱερὰ τῶν ἁγίων χορεία σκιρτάτω σήμερον ἐνθέως, ἐν αὐτῷ τὴν ἁγίαν συγχορεύουσαν ἔχουσα, τῷ στεφάνῳ τῆς δόξης ἠγλαϊσμένην καὶ τῷ αἵματι τοῦ Μαρτυρίου τὴν τῆς ᾽Εκκλησίας πορφύραν ἐξωραΐζουσαν, Λουκίαν τὴν παρθένον καὶ Μάρτυρα τιμῶντες καὶ ἡμεῖς πνευματικῶς ἱκετεύσωμεν ὅπως πρεσβεύῃ τῷ αὐτῆς Δεσπότῃ καὶ Θεῷ, ἡμῖν πᾶσι δωρήσασθαι τὴν θείαν ἔλλαμψιν.<br />
<br />
ΣΥΝΑΞΑΡΙΟΝ <br />
(Τὸ Συναξάριον καὶ οἱ Στίχοι ἐκ τοῦ Μηναίου).<br />
<br />
<br />
<br />
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνὸς Μνήμη τῆς ῾Αγίας Παρθενομάρτυρος Λουκίας.<br />
<br />
<br />
Στίχοι.<br />
<br />
῾Ως Παρθένος μέν, ἓν ἡ Λουκία<br />
<br />
<br />
῾Ως δ' ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.<br />
<br />
<br />
Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν πόλεως, τῆς κατὰ τὴν Σικελίαν, μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ ταύτης<br />
μητρί, ἅμα αὐτῇ ἐπὶ Κατάνην παρεγένετο, δεηθησομένη τῆς ῾Αγίας Μάρτυρος ᾽Αγάθης, ἀπαλλάξαι τῆς αἱμορροίας τὴν μητέρα<br />
αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν ἁγίαν Ἀγάθην, τήν τε<br />
ἴασιν παρεχομένην τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ περὶ<br />
τοῦ κατὰ Χριστὸν μαρτυρίου. ῾Ως δὲ ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής,<br />
τῶν ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας ποιήσασα,<br />
εὔθυμος ἦν πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι Πασχαίῳ, κατ' ἄλλους<br />
Πασχασίῳ, ὃς ἐκέλευσεν αὐτὴν ἐν πορνείῳ ἀπενεχθεῖσαν <br />
ὑβρισθῆναι. Διέμεινε δέ, τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ, καίτοι πολλῶν μὲν συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ<br />
τοῦ τόπου ἔνθα ἐστήρικτο. Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν καὶ μηδὲ τῇ πυρᾷ, ἣν ἀνῆψαν ἔνθα ἡ ἁγία ἵστατο αὐτὴν<br />
καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν<br />
αὐτῆς ἀπέτεμον κεφαλήν, ἔτει 304 μ.Χ.<br />
<br />
<br />
<br />
<br />
(Λουκία ἁγία ἑορτάζεται καὶ τῇ 17η Σεπτεμβρίου ὡς καὶ τη 4ῃ καί 6η ᾽Ιουλίου).<br />
<br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τῷν ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ ᾽Ορέστου.<br />
<br />
Στίχοι.<br />
<br />
Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω, ῞Απαξ δύο κτείνουσι πῦρ τε ξῖφος. Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν πῦρ.<br />
<br />
<br />
Τῇ αὐτῆ ἡμέρᾳ Μνήμη τοῦ ῾Οσίου Πατρὸς ἡμῶν ᾽Αρσενίου τοῦ ἐν τῷ Λάτρῳ. <br />
<br />
Ὁ ῞Οσιος ῎Αρης ἐν εἰρήνῃ τελειοῦται.<br />
<br />
Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Γαβριὴλ ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659.<br />
<br />
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.<br />
<br />
<br />
<br />
<br />
Καταβασία. Σπλάγχνων ᾽Ιωνᾶν.<br />
<br />
<br />
ᾨδή ζ '. Οἱ ἐκ τῆς ᾽Ιουδαίας. <br />
<br />
<br />
<br />
<br />
<br />
Ὀλετῆρα χαρίτων, καὶ ψυχὰς ἡμῶν σκότει ἐπαπειλοῦντα νῦν, ἀπέλασον Λουκία, ὡς πάλαι ἐν σταδίῳ, μαρτυρίῳ σου ἔδειξας, ὁ τῶν πατέρων Θεός, βοῶσα σὺ ὑπάρχεις.<br />
<br />
<br />
<br />
Ὑπερβᾶσα κακίαν, τῆς ψυχῆς μου τὴν ἄνοιαν ἐξολόθρευσον,<br />
καὶ πλούτησον ἁγνείας, καρποῖς καὶ εὐσεβείας, τοῦ κραυγάζειν πρὸς Κύριον, ὁ των Μαρτύρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.<br />
<br />
<br />
Σὸν Νυμφίον Δεσπότην, ἐν Σταυρῷ σωτηρίαν κόσμῳ πηγάσαντα, καὶ εἴδωλα μανίας, πατήσαντα ἁγία, διὰ βίου ἐδόξασας. ῾0 τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.<br />
<br />
Θεοτοκίον.<br />
<br />
<br />
<br />
Ἡ νηδύς σου Παρθένε, τὸν Χριστὸν ὡς χωρήσασα, Θεονύμφευτε, παράδεισος τῷ κόσμῳ, ἐδείχθη θεοφόρος, ὃν ὑμνοῦντες δοξάζομεν. ῾0 τῆς Ἀχράντου Μητρός, Θεὸς εὐλογητὸς εἶ.<br />
<br />
<br />
Καταβασία. Οἱ παῖδες εὐσεβείᾳ.<br />
<br />
<br />
ᾨδή η'. Τὸν Βασιλέα τῶν οὐρανῶν.<br />
<br />
<br />
<br />
Σκότος εἰδώλων, ἀπὸ ψυχῶν σὺ ἀφεῖλες, τῶν κρινόντων σε<br />
ἀδίκως Λουκία, καὶ φωτὶ ἐνθέῳ, κατηύγασας ἁγίῳ.<br />
<br />
<br />
Τῷ σῷ Νυμφίῳ, χεῖρας ἐκτείνασα, Κόρη, ἐκδυσώπησον εὐχαῖς σου ἁγίαις, ἵνα τὴν εἰρήνην, δωρήσηται τῷ κόσμῳ.<br />
<br />
Ἐπιχαρίτως, ὑμνολογοῦντες Λουκία, ἀναπέμπομεν Χριστῷ θείαν δόξαν, στέφος τῶν Μαρτύρων, ἡμῖν δωρησαμένῳ.<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
<br />
<br />
Φωτοφοροῦσα, πεποικιλμένη χρυσίῳ, μετ' ἀγγέλων, παρεδρεύεις Παρθένε, καὶ παμβασιλέως, τὴν δόξαν κατοπτεύεις.<br />
<br />
<br />
Καταβασία. Θαύματος ὑπερφυοῦς.<br />
<br />
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.<br />
<br />
<br />
Ἀξίωσον Λουκία, ἰδεῖν τὴν τοῦ Σωτῆρος ἔλευσιν θάρσει καὶ πόθῳ τῷ ζέοντι καὶ τὴν εἰρήνην ψυχῆς μοι ἐπιδαψίλευσον.<br />
<br />
Νοός σου οἶκον Μάρτυς, ἐπλούτησας ἀκτῖσι, Πνεύματος θείου καὶ μύροις ἐπλήρωσας, τὴν σὴν καρδίαν, ἁγνείᾳ καὶ χάριτι.<br />
<br />
<br />
Ὁ μόνος ἐν ἁγίοις, ὑμνούμενος ἀξίως, Δεσπότης μάρτυς Λουκία ἐδόξασε, καὶ φωτοφόρῳ στεφάνῳ ἐκόσμησε.<br />
<br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
Στολὴν ἀρρήτου κάλλους, ἐνδύσασθαι σοὺς δούλους, Δέσποινα Μήτηρ Κυρίου ἀξίωσον, τοὺς εὐωδίας θυμίαμα σοὶ προσφέροντας.<br />
<br />
<br />
Καταβασία. Μυστήριον ξένον.<br />
<br />
<br />
Ἐξαποστειλἁριον.<br />
<br />
῾0 οὐρανὸν τοῖς ἄστροις.<br />
<br />
<br />
<br />
Ὁ ουρανὸν τοῖς ἄστροις, καταστολήσας ὡς Θεός, σὲ κατεκόσμησε πλήθει, Λουκία θείων ἀρετῶν, ὅθεν ἀεὶ διαλάμπεις, σύμπασαν κτίσιν, φαιδρύνουσα σαῖς πρεσβείαις. <br />
<br />
<br />
Θεοτοκίον.<br />
<br />
<br />
<br />
Σοὶ Θεοτόκε προσπίπτει, γένος ἀνθρώπων οἰκετῶν, σὲ προσκαλοῦσα Παρθένε, χεῖρας ἐκτεῖναι τῶ Υἱῷ, καὶ σῷ Θεῷ Παναγία, ταῖς τῆς Λουκίας πρεσβείαις.<br />
<br />
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους ς΄ καὶ ψάλλομεν<br />
<br />
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.<br />
<br />
Ἐμφατικῶς σὴ καρδία Μάρτυς Λουκία σεμνή, στοιχοῦσα ταῖς Σωτῆρος, παραθήκαις ἁγίαις, ἐτρώθη θείῳ πόθῳ καὶ ἀρετήν, ὅλην ἔδειξε κάλλεσι, τῶν χαρισμάτων κοσμούντων τὴν σὴν<br />
ψυχήν, παραδείσου ταῖς ἐλλάμψεσι.<br />
<br />
<br />
Τῶν ἀκροτάτων καὶ θείων, ἀγωνισμάτων σεμνή, Λουκία θεία Μάρτυς, ἐπελάβου γενναίως, τῷ σθένει καὶ τῇ χάριτι τοῦ Σταυροῦ, δι' οὗ ἔπαθλα ἄφθιτα, τοῦ Παραδείσου τοῖς γέρασι, σὴ ψυχή, ἐκοσμήθη εἰς ἀντάμειψιν.<br />
<br />
Ἀγγαλλομένη εἰσῆλθες, ἐν τῶ σταδίῳ ἁγνή, ἀθλῆσαι ἐκζητοῦσα, καὶ ἐκχέαι σου αἷμα, τοῖς ἴχνεσι στοιχοῦσα τοῦ Λυτρωτοῦ, καὶ τὸ πάθος μιμήσασθαι, ἐπιποθοῦσα τὸ λύσαν τὴν ἐνοχήν, γένους ἅπαντος βροτείου σεμνή.<br />
<br />
<br />
Καλλιεργήσασα πόνοις, τὴν σὴν καρδίαν σεμνή, ἀνέδειξας κοσμίαν, σῷ Νυμφίῳ καὶ Κτίστῃ, τοῖς σπέρμασι καὶ φύτροις τοῦ γεωργοῦ, πολλαπλάσιά σοι νείμαντος, καὶ θείᾳ ἅλωνι, γεηρῶν οὐρανοῦ σε, ἀξιώσαντα.<br />
<br />
<br />
Δόξα. ῏Ηχος δ'.<br />
<br />
<br />
<br />
Μαρτύρων θεῖοι χοροί, οἱ τῷ φωτὶ τῷ ἀνεσπέρῳ, ἐν οὐρανοῖς περιλαμπόμενοι, χορεύσατε σήμερον· ἡ γὰρ νεᾶνις καὶ παρθένος, Λουκία ἡ πάνσεμνος, τῷ Δεσπότῃ παρίσταται, καὶ τῷ στεφάνῳ τῆς δόξης ἠγλαϊσμενη Αὐτῷ ἀνακράζει. ῾Η δόξα σὴ καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, τῷ ἐνδυναμώσαντί με καὶ αἵματι λούσαντι. Πιστῶν δὲ καρδίαι συνάχθητε, καὶ τῷ Βασιλεῖ οὕτως ᾄσατε. Δόξα σοι τῷ μόνῳ Θεῷ, τῷ τὴν ἁγίαν σθενώσαντι καὶ ἡμῖν δωρουμένῳ τὸ μέγα ἔλεος.<br />
<br />
Καὶ νῦν. ῏Ηχος δ'.<br />
<br />
<br />
Ἐκ παντοίων κινδύνων καὶ θλίψεων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.<br />
<br />
<br />
Δοξολογία μεγάλη καὶ ᾽Απόλυσις.<br />
<br />
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ<br />
<br />
Τὰ ᾽Αντίφωνα.<br />
Εἰς τὴν Εἴσοδον. Ἀπολυτίκιον τῆς ῾Αγίας· Σικελίας τὸ<br />
κλέος. <br />
Κοντάκιον τῶν Χριστουγέννων. ῾Η Παρθένος σήμερον.<br />
<br />
Ἀπόστολος τῆς Ἁγίας. Ζήτει τῇ 4η Δεκεμβρίου (Γαλ. γ'<br />
23-δ'5).<br />
Εὐαγγέλιον εἰς Γυναῖκας Μάρτυρας, Ζήτει τῇ Δευτέρᾳ<br />
<br />
τῆς ιε' ἐβδομάδος Κατὰ Μᾶρκον ε' 24-34.<br />
<br />
<br />
Κοινωνικόν. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου<br />
αὐτοῦ.<br />
<br />
<br />
ΜΕΓΑΛΥΝΑΡΙΟΝ<br />
<br />
<br />
<br />
Τὸ τῆς Σικελίας κλέος πιστοί, καὶ Συρακουσίων θρέμμα ἅγιον καὶ σεπτόν, τῆς ὀρθοδοξίας οἱ μῦσται νῦν τιμῶμεν, Λουκίαν τὴν Παρθένον ὕμνοις καὶ ᾄσμασι.<br />
<br />
<br />
ΤΕΛΟΣ<br />
<br />
ΚΑΙ Τῼ ΕΝ ΤΡΙΑΔΙ ΘΕῼ ΔΟΞΑfilakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0tag:blogger.com,1999:blog-296943768403349493.post-36468633325436899032011-11-26T01:02:00.000-08:002011-11-26T01:02:36.947-08:0026 ΝΟΕΜΒΡΙΟΥ ΑΚΑΚΙΟΥ ΟΣΙΟΥ ΑΚΟΛΟΥΘΙΑΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ<br />
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ<br />
ΑΚΑΚΙΟΥ<br />
ΤΟΥ ΕΝ Τῌ ΚΛΙΜΑΚΙ.<br />
<br />
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.<br />
<br />
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς <br />
Στιχηρὰ Προσόμοια.<br />
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.<br />
Τὸν ἐν τῷ Λάτρῳ ἀθλήσαντα ὑπὲρ ἄνθρωπον, Ἀκάκιον τιμῶμεν, ταπεινώσεως τύπον, στῦλον μοναζόντων καὶ βιαστῶν, βασιλείας τὸ πρότυπον, ὑπακοῆς ἀκροθίνιον θαυμαστόν, καὶ μαρτύρων ἐγκαλλώπισμα.<br />
<br />
Τῶν μοναχῶν αἱ χορείαι σεπτῶς εὐφραίνονται, Ἀκάκιον ὁρῶσαι, μετὰ δήμων Ἀγγέλων, ᾄδοντα σὺν τούτοις, θεοπρεπῶς, τῷ Ἀρνίῳ καὶ λέγοντα· τοὺς ὑπακούοντας σῶσον Υἱὲ Θεοῦ, ὡς κἀμὲ Λόγε Φιλάνθρωπε.<br />
<br />
Ὑπακοῆς τὸ ὑπόδειγμα ἐπαινέσωμεν, Ἀκάκιον τὸν θεῖον, μοναχῶν μέγα κλέος, κόσμον ἀσκουμένων καὶ ἀθλητῶν, ταπεινώσεως πρότυπον, τῆς ἀκακίας ὑπόδειγμα ἀκριβές, καὶ συγγνώμης θεῖον ἄγαλμα.<br />
<br />
Τῆς ἡσυχίας τὸ ἄνθος ἀνευφημήσωμεν, Ἀκάκιον ἐν ὕμνοις, ἀρετῆς προβολέα, στήριγμα μαρτύρων καὶ μοναχῶν, καὶ σωτῆρα τοῦ Γέροντος, καθυπομείναντα τούτου τοὺς αἰκισμούς, μέχρι βίου τελειώσεως.<br />
Δόξα. Ἦχος β’.<br />
Δεῦτε τῶν μοναστῶν τὰ στίφη, τὸ τῆς ἀδιακρίτου καὶ τυφλῆς ὑπακοῆς πανθαύμαστον ὑπόδειγμα, Ἀκάκιον τὸν τρισόλβιον, ὕμνοις ἐγκωμίων ἀνυμνήσωμεν. Οὗτος γὰρ εὐρύχωρον τοῦ Ἁγίου Πνεύματος δοχεῖον γενόμενος, καὶ τήν του Γέροντος αὐτοῦ βιαιότητα μέχρις αἵματος καθυπομείνας, τῆς οὐρανίου βασιλείας κατηξιώθη. Αὐτοῦ ταῖς πρεσβείαις, διὰ τῆς τῶν θείων προσταγμάτων ἀποδοχῆς, καὶ πιστῆς αὐτῶν τηρήσεως, καὶ ἡμεῖς τοῦ αἰωνίου σαββατισμοῦ ἀξιωθείημεν.<br />
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.<br />
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.<br />
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.<br />
Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.<br />
Δεῦτε περιχαρῶς, τιμήσωμεν ἐν ὕμνοις, Ἀκάκιον τὸν θεῖον, ὑπακοῆς τελείας, ὑπόδειγμα πανθαύμαστον.<br />
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Τέκνον ὑπακοῆς, Ἀκάκιον τιμῶμεν, τυφλῆς καὶ ὑπὲρ λόγον, δι’ αἵματος λαβόντα, τὸ Πνεῦμα τὸ Πανάγιον.<br />
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.<br />
Ἄριστον ὁδηγόν, τῶν μοναχῶν καὶ τύπον, Ἀκάκιον ἐν λόγοις, τιμήσωμεν ἐνθέως, ὡς ὅσιον καὶ μάρτυρα.<br />
Δόξα. Τριαδικόν. Ὅμοιον.<br />
Λόγον σὺν τῷ Πατρί, καὶ Πνεύματι Ἁγίῳ, τιμήσωμεν ἐν πίστει, μονάδα κατ’ οὐσίαν, Θεὸν τὸν Παντοκράτορα.<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
Πάναγνε Μαριάμ, σαρκώσασα τὸν Λόγον, λιταῖς τοῦ Ἀκακίου, περίσκεπε ὡς Μήτηρ, τῶν μοναχῶν τὰ τάγματα.<br />
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ καὶ Ἀπόλυσις.<br />
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.<br />
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.<br />
Ἦχος δ’. Ὡς γενναῖον ἐν μάρτυσιν.<br />
Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἀπενέκρωσας, καὶ ψυχὴν ἐζώωσας δι’ ἀσκήσεως, καὶ ἀρετῶν τελειότητος, ἐντεῦθεν καὶ ὤφθης, ὡς ζῶν, μετὰ τέλος ἀληθῶς, ὡς γὰρ ὕπνος λελόγισται, σοὶ ὁ θάνατος, πρὸς Θεὸν μεταστάντι καὶ εἰς χεῖρας, τὴν ψυχὴν παραθεμένῳ, αὐτοῦ Ἀκάκιε ἔνδοξε. (δίς).<br />
<br />
Τῶν παθῶν κατεκοίμησας, τάς ὀρέξεις Ἀκάκιε, ἀγρυπνίαν πάννυχον ὡς κτησάμενος, ὑπακοὴν καὶ ταπείνωσιν, μελέτην τε θείων Γραφῶν, καὶ καρδίαν καθαράν, καὶ νοῦν ἀνεπιθόλωτον· ὅθεν γέγονας, καὶ δοχεῖον τοῦ Πνεύματος Ἁγίου, τάς ἀκτῖνας τῶν θαυμάτων, ἐναπαστράπτων τοῖς πέρασι.<br />
<br />
Τὴν τοῦ κόσμου προσπάθειαν, παντελῶς βδελυξάμενος, ἀπαθείας ὄργανον ἐχρημάτισας, φιλοσοφίας δὲ ἔνδοξε, ἐμπράκτῳ ὀχήματι, ἀνυψώθης πρὸς αὐτό, ἐφετὸν τὸ ἀκρότατον, καὶ κατώπτευσας, μυστικῇ θεωρίᾳ ἀθεάτων, τὰ ἀμήχανα καὶ θεῖα, κάλλη Ἀκάκιε πάνσοφε.<br />
<br />
Ἀκακίας ἐπώνυμος, πεφυκὼς διὰ πράξεως, ἀληθῶς Ἀκάκιε ἐχρημάτισας, ἔργῳ τε λόγον πιστούμενος, ὡς κλῆσιν κατάλληλον, φερωνύμως ἀληθῶς, ἐκ προνοίας τῆς ἄνωθεν· τῇ γὰρ κλίμακι, ἀρετῶν τῶν ἐνθέων κεχρημένος, ὕψος ἔφθασας τῆς ἄνω, ὑπερκοσμίου λαμπρότητος. <br />
<br />
Μοναχῶν τὸ ὑπόδειγμα, ἀθλητῶν τὸ ἀγλάϊσμα, ἐν ᾠδαῖς τιμήσωμεν, τὸν Ἀκάκιον, ὑπακοῆς θεῖον πρότυπον, ἀγάπης τὸ ἄγαλμα, ταπεινώσεως Χριστοῦ, ἐγκαλλώπισμα ἔνθεον, ὁδηγήσαντα, τὸν αὐτὸν θανατώσαντα εἰς νῆψιν, τὸν φωνήσαντα ἐκ τάφου, τὸν ἐν τῇ Κλίμακι ἔνδοξον.<br />
Δόξα. Ἦχος πλ. β’.<br />
Τὸν Χριστοῦ ἐραστήν, τὸν ἐπώνυμον τῆς ἀκακίας, τῶν μοναστῶν οἱ χοροὶ συνελθόντες ἀνευφημήσωμεν. Οὗτος γὰρ τῶν ἐν Εὐαγγελίῳ τοῦ Κυρίου ῥημάτων ἀκούσας, φρονήσει τε καὶ ἀκεραιότητι ὑπερέλαμψε, προπηλακισμοὺς καὶ αἰκίας, γενναιοφρόνως ὑπενεγκών, καὶ ὑπακοὴν μέχρι τέλους ἀκριβῶς ἐνδειξάμενος· ὅθεν καὶ ἐπαξίως αὐτὸν ἠμείψατο πλουσίαις δωρεαῖς, αὐτὸς ὁ Χριστός, καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.<br />
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.<br />
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.<br />
Εἴσοδος. Τὸ Προκείμενον τῆς ἡμέρας<br />
καὶ τὰ Ἀναγνώσματα.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.<br />
(Κεφ. 3, 1-9).<br />
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.<br />
(Κεφ. 5, 15-23 κ 6, 1-3).<br />
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.<br />
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.<br />
(Κεφ. 4, 7-15).<br />
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.<br />
<br />
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ.<br />
ΙΔΙΟΜΕΛΑ<br />
Ἦχος α’.<br />
Δεῦτε πιστοὶ ἐπὶ τῇ μνήμῃ τοῦ ἀνεξικάκου Ἀκακίου, τοῦ κλείσαντος τὸν τῆς ἀδιακρίτου καὶ τυφλῆς ὑπακοῆς ὅρον, πνευματικῶς εὐφρανθῶμεν, βοῶντες πρὸς αὐτόν· Χαίροις τῶν μοναζόντων ἀκριβέστατος κανών, καὶ τῶν ἀθλουμένων θεοδώρητον πρότυπον. Χαίροις τῆς ὑπακοῆς τὸ τέλειον ὑπόδειγμα, καὶ τῆς θυσίας ὁ ἀπλανὴς ὁδηγός. Χαίροις ὁ ἐκ τάφου κηρύξας μετάνοιαν, καὶ τῶν ἐν πνευματικῇ νεκρώσει ἀφορμὴ λυτρώσεως γεγονώς. Λιταῖς Κύριε τοῦ Ἁγίου σοῦ Ἀκακίου, λύτρωσαι πάντας ἡμᾶς ἐκ τῶν παθῶν ἡμῶν.<br />
Ἦχος β’.<br />
Ἀσκήσεως αἴγλῃ φαιδρύνας τὸ σῶμα καὶ τὴν ψυχήν, ἀπαθείᾳ τὸν νοῦν καθηράμενος, δοχεῖον ἐγένου τοῦ Ἁγίου Πνεύματος Ὅσιε. Διὸ καὶ νῦν παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ Θεοῦ, αὐτὸν ἐκτενῶς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
Ἦχος, ὁ αὐτός.<br />
Εἰ καὶ ἐν τάφῳ νεκρὸς ὑπάρχων, κατὰ νόμον θανόντων κατέκεισο, ἀλλὰ τῷ πυθομένῳ παραδόξως ἐφθέγξω τό, ὡς οὐ τέθνηκας Ὅσιε. Οὐ θνήσκουσι μέν, Θεῶ δὲ ζῶσιν οἱ θείως ζήσαντες.<br />
Ἦχος, ὁ αὐτός.<br />
Ἄλλος Ἰακὼβ ἀνεδείχθης, πάτερ Ἀκάκιε, τῷ ἀπλάστῳ τῆς γνώμης κατηγλαϊσμένην ἔχων σοῦ τὴν ψυχήν· διὸ καὶ ὡς ἐκεῖνος θεόθεν διαφερόντως ἠγάπησας, καὶ ἐν τοῖς ἐκείνου ἀναπαύῃ νῦν κόλποις. Ἀγγέλων συνόμιλος, Δικαίων ὁμόσκηνος γενόμενος καὶ Ὁσίων· μεθ’ ὧν μὴ διαλείπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε. <br />
Ἦχος δ’.<br />
Ἡ του Ἀκακίου ἐπέλαμψεν ἑορτή· δεῦτε σήμερον αὐτὸν φαιδρῶς πανηγυρίσωμεν, τῶν μοναστῶν τὰ συστήματα· πᾶσαν γὰρ συλλαβὼν εἶχεν ἐν ἑαυτῷ ἀρετὴν ὁ ἀοίδιμος· διὸ καὶ ἀκηράτοις στεφάνοις τὴν ἱερὰν αὐτοῦ κορυφὴν ὁ στεφοδότης Χριστὸς ἐστεφάνωσεν, ᾧ καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.<br />
Ἦχος, ὁ αὐτός.<br />
Ὄντως ἐν χειρὶ τοῦ Θεοῦ, αἱ ψυχαὶ ὑπάρχουσι τῶν Δικαίων, ὡς ὁ Σολομὼν ἀπεφήνατο, καὶ ὁ θάνατος αὐτῶν οὒχ ἅπτεται τὸ παράπαν· τοῦτο δὲ καὶ ὁ ἀξιάγαστος πύκτης Ἀκάκιος, νεύματι προσεπεκύρωσε θείῳ· νεκρὸς γὰρ οὗτος κείμενος ἐν μνημείῳ νόμῳ θανόντων, τῷ πυθομένῳ ὥσπερ ζῶν προσεφώνησεν οὐ τέθνηκα ἔγωγε, ἀλλὰ ζῶ ἐν Χριστῷ, καθὰ καὶ πάντες οἱ θείως βιοτεύσαντες.<br />
Δόξα. Ἦχος πλ. α’.<br />
Τοὺς δερματίνους χιτῶνας, οὓς ἐνέδυσε πρῴην τὴν φύσιν ἡμῶν ἡ τοῦ Πρωτοπλάστου παράβασις, ὑπακοῇ διαρρήξας, καὶ τῇ του Πνεύματος τεκτονίᾳ ἀνακαινίσας σαυτόν, τὴν θεοΰφαντον ἐνεδύσω στολὴν πάτερ Ἀκάκιε· μεθ’ ἧς ἐν οὐρανοῖς αὐλιζόμενος, καὶ περιχορεύων Χριστῷ τῷ Δεσπότῃ σου, μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει τελούντων σοῦ τὰ μνημόσυνα.<br />
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.<br />
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.<br />
<br />
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ.<br />
ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ.<br />
Ἦχος δ’. Ἔδωκας σημείωσιν.<br />
Ποίμνην τὴν τιμῶσάν σε, καὶ μετὰ πόθου γεραίρουσαν, περιέπεις ἑκάστοτε, τὴν πανσεβάσμιον, ἑορτὴν παμμάκαρ, ἐκ βλάβης παντοίας, καὶ ἐπηρείας ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν πρεσβείαις σου, πατὴρ ἡμῶν Ἀκάκιε, καὶ διὰ τοῦτο δοξάζει σε, καρτερόψυχε ὅσιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.<br />
Στίχ: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.<br />
Ἄπνους κατακείμενος, νόμῳ θανόντων ἐν μνήματι, σὺ ἐφθέγξω μακάριε, ὡς ζῶν τῷ λαλήσαντι, λίαν παραδόξως, οὐ τέθνηκα λέγων, ζῶ δὲ ἀεὶ ἐν τῷ Χριστῷ, συμβασιλεύων αὐτῷ αἰώνιος· διὸ καὶ ἐορτάζοντες, τὴν πανσεβάσμιον μνήμην σου, μετὰ πόθου δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.<br />
Στίχ: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.<br />
Ἔφερες στερρότατα, τάς ἀτιμίας ἑκάστοτε, θεοφόρε Ἀκάκιε, πληγάς τε τοῦ σώματος, εὐχαρίστως μάκαρ, μνήμην τοῦ θανάτου, διηνεκῶς ἐμμελετῶν, καὶ καθ’ ἑκάστην ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετὸν τὸ ἀκρότατον· ὅθεν πάτερ καὶ ἔφθασας ἐπ’ αὐτὴν τὴν ἀκρώρειαν.<br />
Δόξα. Ἦχος πλ. δ’.<br />
Εἰς πᾶσαν διέδραμε τὴν ὑπ’ οὐρανόν, ὁ τῶν κατορθωμάτων σου φθόγγος, ὡς ἀπὸ κέντρου κυκλικοῦ, τῆς ἐν Ἀσίᾳ Μονῆς, τῆς τῶν Κελλιβάρων, ἐν ᾗ τὸ ἀοίδιμον καὶ καρτερικόν σου σῶμα, περιὸν ἔτι τῷ βίῳ ἠγώνισται, πατὴρ ἡμῶν Ἀκάκιε· διὸ καὶ σήμερον ἅπας ὁ τῶν μοναζόντων χορός, μετὰ πίστεως ἀθροισθέντες, ὁ μὲν σοῦ τὸ ἐχέφρον, ὁ δὲ τὸ τῆς γνώμης ἀκέραιον, ἄλλος δ’ αὖ πάλιν τὸ τῆς ψυχῆς καρτερικόν, τὸ τῆς ὑπακοῆς ἀπαράμιλλον ἕτερος, οἱ πάντες ἅπαντα τὰ σὰ σεπτὰ προτερήματα ὑπεράγαν ἐκθειάζοντες, τὸν τῶν ἀγαθῶν δοτῆρα δοξάζουσι Χριστὸν τὸν Θεόν, τὸν τοσαύταις χαρίτων ἀγλαΐαις τὴν ἱεράν σου ψυχὴν καταλαμπρύναντα. <br />
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.<br />
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.<br />
<br />
ΑΠΟΛΥΤΙΚΙΟΝ<br />
Ἦχος δ’. Ταχὺ προκατάλαβε.<br />
Ἑῴας ἐξήστραψας ὥσπερ ἀστὴρ φαεινός, καὶ πάντας ἐφαίδρυνας τῶν μονοτρόπων χορούς, Ἀκάκιε ὅσιε, αἴγλῃ τῶν ἀρετῶν σου, καὶ διήγειρας τούτους, ἄνθεσιν ἐγκωμίων, καταστέφειν σὺν πόθῳ, τὴν σὴν φαιδρὰν καὶ σεπτήν, καὶ πάντιμον μνήμην σου.<br />
Θεοτοκίον.<br />
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτοπλαστον, ἔσωσεν ἐκ θανάτου τάς ψυχὰς ἡμῶν.<br />
ΕΝ Τῼ ΟΡΘΡῼ<br />
Τὸ Θεὸς Κύριος καὶ τὰ Ἀπολυτίκια, ὡς εἰς τὸν Ἐσπερινόν.<br />
Μετὰ τὴν α’ στιχολογίαν. Κάθισμα.<br />
Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.<br />
Ὡς ἄλλος Ἰακώβ, ἀνεδείχθης τρισμάκαρ, Ἀκάκιε στερρέ, τῷ τῆς γνώμης ἀκάκῳ, διὸ καὶ δεδόξασαι, πρὸς Χριστοῦ τοῦ Δεσπότου σου, καὶ αὐλίζεις νῦν, ἐν οὐρανοῖς γηθοσύνως, σὺν Ἀγγέλοις τε, καὶ τῶν ὁσίων τοῖς δήμοις, δικαίοις καὶ μάρτυσι.<br />
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.<br />
Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.<br />
Μετὰ τὴν β’ στιχολογίαν. Κάθισμα.<br />
Ἦχος δ’. Ταχὺ προκατάλαβε.<br />
Ἐξῆλθες τοῦ μνήματος, καὶ μετὰ πότμον εὐθύς, ὑπήκοος ἄριστος, ὑπερφυῶς ὥσπερ ζῶν, Ἀκάκιε ὅσιε, γέγονας τῇ κελεύσει, τοῦ συνάθλου σου ὅθεν, Κύριος ὁ Θεός σου, σὲ μετέστησε πάτερ, ὅπου οἱ τῶν Δικαίων δῆμοι ἀναπαύονται.<br />
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.<br />
Ταχὺ δέξαι Δέσποινα, τάς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῶ, Κυρία Πανάχραντε, λῦσον τάς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων Παρθένε κατὰ τῶν δούλων σου.<br />
<br />
<br />
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.<br />
Ἦχος δ’. Ἐπεφάνης σήμερον.<br />
Τὴν ψυχήν σου Ὅσιε, καταφαιδρύνας, ἀρετῶν λαμπρότησι, τανῦν παρίστασαι Χριστῷ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.<br />
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.<br />
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, προκινδυνεύοντα ῥῦσαί με· σὺ γὰρ ὑπάρχεις ἡ πάντων βοήθεια.<br />
Οἱ Ἀναβαθμοί. Τὸ πρῶτον Ἀντίφωνον τοῦ δ’ ἤχου.<br />
Τὸ Προκείμενον.<br />
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ (δίς).<br />
Στίχ: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ…<br />
Τὸ Πᾶσα πνοή, Εὐαγγέλιον Ὀσιακόν καὶ ὁ Ν’.<br />
Δόξα.<br />
Ταῖς του σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγλημάτων.<br />
Καὶ νῦν.<br />
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.<br />
Στίχ: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. <br />
Ἦχος πλ. β’.<br />
Βρώσει διὰ τῆς παρακοῆς ὁ προπάτωρ, παραδείσου γέγονεν ἄποικος, νηστείᾳ δὲ διὰ τῆς ὑπακοῆς παράδεισον ᾤκησεν, ὁ μέγας ὡς ἀληθῶς πύκτης Ἀκάκιος· ἔνθα νῦν αὐλιζόμενος, καὶ τὰ κάλλη ἐκείνου κατατρυφῶν, πρεσβεύει ἀπαύστως Κυρίῳ εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.<br />
<br />
ΚΑΝΟΝΕΣ.<br />
Ὁ Κανὼν τῆς Θεοτόκου εἰς ς’ καὶ τοῦ Ὁσίου εἰς η’.<br />
Καὶ εὐθὺς ἀρχόμεθα τοῦ Κανόνος τῆς Θεοτόκου.<br />
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ ἐρυθραῖον.<br />
Δακρύων ἐπιρροὰς παράσχου μοι, Θεογεννήτρια, δι’ ὧν δακρύων πεῖραν ἐν πυρί, τῆς γεέννης ἐκφεύξομαι· σὺ γὰρ ἁγνὴ πᾶν δάκρυον, ἀπὸ προσώπου τῆς γῆς ἔπαυσας.<br />
<br />
Ἀφθάρτου καὶ ζωηροῦ χωρίου με, πολίτην τέθεικεν, ὁ πλαστουργός μου ἄρχων κατ’ ἀρχάς, τῶν ἐν γῇ πάντων τάξας με, ἀλλ’ ὁ ἐχθρὸς φθονήσας μοι, πόθῳ θεώσεως κατέβαλε.<br />
<br />
Κρατῆρα θανατηφόρον πάλαι μοι, Εὔα κεκέρακε· σὺ δὲ Ἁγνὴ τεκοῦσα τῆς ζωῆς, βότρυν γλεῦκός μοι ἔβλυσας, ἀθανασίας οἶνόν τε, πιστῶν καρδίας τὸν εὐφραίνοντα.<br />
<br />
Ὑπέρτερον οὐρανοῦ Σὲ σκήνωμα, καὶ γῆς πλατύτερον, ὁ οὐρανοῦ καὶ γῆς δημιουργός, Θεοτόκε εἰργάσατο, ὡς λογικὸν καὶ ἔμψυχον, ἐν γῇ παράδεισον ἀνέδειξε.<br />
Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς:<br />
«Ἀκάκιον τὸν ἄριστον ὑπήκοον ᾄσμασιν ᾄδω. Θεοφάνους».<br />
Ἦχος καὶ εἱρμὸς ὁ αὐτός.<br />
Ἀκάκῳ γνώμῃ θεόφρον χρώμενος, τὴν ἀγαθότυπον, τῶν ἀρετῶν ἐκτήσω καλλονήν, τοῦ Χριστοῦ τὴν ἑκούσιον, ὑπακοὴν μιμούμενος, μέχρι θανάτου παμμακάριστε.<br />
<br />
Κακίας τὸν εὑρέτην κατῄσχυνας τῇ ἀκακίᾳ σου, ὑπομονῇ τε Πάτερ πειρασμῶν, τὴν αὐτοῦ ὑπερήφανον, καὶ ἐπηρμένην ἄνοιαν, πρὸς γῆν παμμάκαρ ἐταπείνωσας.<br />
<br />
Ἀσκήσει καρτερωτάτῃ Ὅσιε, προγυμναζόμενος, καὶ τῶν παθῶν ἐκτέμνων τὰς ὁρμάς, ἀπαθείας ἐνδύματι, κατεκοσμήθης ὕστερον, χάριτι θείᾳ σκεπαζόμενος.<br />
<br />
Κρατύνας τὴν τῆς ψυχῆς κατάστασιν, ὑπομονῇ καρτερᾷ, καὶ σταθερῷ παμμάκαρ λογισμῷ καθ’ ἡμέραν ὑπέμεινας, μαρτυρικὸν ἀγώνισμα, καὶ στεφανίτης ἀναδέδειξαι.<br />
Θεοτοκίον.<br />
Ἰσχύς μου ποιητικὴ καὶ ὕμνησις, Θεὸς καὶ Κύριος, ὁ δι’ ἡμᾶς ἐκ Σοῦ σωματωθείς, καὶ τεχθεὶς τῆς προφήτιδος, ὡς Ἠσαΐας Πάναγνε, προφητικῶς εὐηγγελίσατο.<br />
Καταβασία: Χριστὸς γεννᾶται.<br />
ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.<br />
Ῥυόμενος τοὺς βροτούς, ὁ συμπαθὴς ἐκ τῆς Ἁγνῆς τίκτεται, ἐν Βηθλεὲμ σπάργανα, νήπιον καθάπερ δεχόμενος.<br />
<br />
Χωρίον χωρητικόν, τοῦ ἀχωρήτου πλαστουργοῦ γέγονας, τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη πανάμωμε.<br />
<br />
Σῦ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖρε προσάγομεν.<br />
<br />
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον πιστοὶ σεβόμεθα· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα πανάμωμε.<br />
Τοῦ Ὁσίου.<br />
Ὁλόκληρον σεαυτόν, τῷ Ποιητῇ σου καὶ Θεῷ Ὅσιε, ἀνατεθεὶς ἔφερες, τιμωρητικὴν ἐξουδένωσιν.<br />
<br />
Νομίμως ἀθλητικήν, τὴν καρτερίαν ἀσκητὰ ἔδειξας, ἐπὶ τῆς γῆς ὅθεν σοι, ἡ ἐν οὐρανοῖς τέρψις δέδοται.<br />
<br />
Ταπείνωσιν ἀληθῆ, μακροθυμίαν ἀκριβῆ ἤσκησας, ὑπομονὴν ἐγκράτειαν, δι’ ὑπακοῆς παμμακάριστε.<br />
Θεοτοκίον.<br />
Ὁ πάντων Δημιουργός, δημιουργεῖται δι΄ ἡμᾶς Πάναγνε, σάρκα λαβὼν ἔμψυχον, ἐκ σοῦ Παναγία θεόνυμφε.<br />
Καταβασία: Τῷ πρὸ τῶν αἰώνων.<br />
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.<br />
Λαμπρότητι πίστεως, καὶ τῷ τῶν ἔργων φωτί, ἐδείχθης ἰσάγγελος, ἐπὶ τῆς γῆς ἀληθῶς, Ἀκάκιε πάνσοφε, ἔδειξας ἐν ἀνδρείᾳ, τὸ στερρὸν τοῦ νοός σου, ἔτρεψας παρατάξεις, τῶν παθῶν ἐν ἀσκήσει, διὸ καὶ μετὰ τέλος ὡς ζῶν ὤφθης ἀήττητε.<br />
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.<br />
Πολλοῖς πλημμελήμασιν, ἐγὼ ὁ ἄσωτος, τὸν νοῦν σκοτιζόμενος, ἐπιβοῶμαι τὴν σήν, βεβαίαν ἀντίληψιν, φώτισον Θεοτόκε, τῆς ψυχῆς μου τὰς κόρας, λάμψον μοι μετανοίας, τὸ λαμπρότατον φέγγος, καὶ ἔνδυσόν με ὅπλα τοῦ φωτὸς Πανάμωμε.<br />
ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.<br />
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.<br />
<br />
Ἁγιάσματος ὑπάρχουσα θεῖος οἶκος, τοῦ κενωθέντος ἄχραντε ἐπ’ εὐεργεσίᾳ, τοῦ ἰδίου πλάσματος, ψυχήν μου ἁγίασον, καὶ τὸν λογισμὸν φωταγώγησον.<br />
<br />
Ῥιπιζόμενον τῇ λαίλαπι τῆς κακίας, τὸν λογισμόν μου Δέσποινα, καὶ τῇ ἀμελείᾳ ὅλον βυθιζόμενον, πρεσβείας σου στήριξον, καὶ τῶν συμπτωμάτων ἐξάρπασον.<br />
<br />
Τὸ παλάτιον Παρθένε τοῦ Βασιλέως, τὸν οὐρανὸν τὸν ἔμψυχον, νῦν ἐκδυσωπῶ σε, οἶκον τῆς Τριάδος με, εὐχαῖς σου ἀνάδειξον, σπήλαιον λῃστῶν χρηματίσαντα.<br />
Τοῦ Ὁσίου.<br />
Νεκρώσας πάτερ τὸ φρόνημα τῆς σαρκός σου, τὴν σὴν ψυχὴν ἐζώωσας, καὶ δικαιοσύνης στέφανον ἀπείληφας, κραυγάζων Ἀκάκιε· δόξα τῇ δυνάμει σου Κύριε.<br />
<br />
Ἀγῶνας μακρεῖς ἀνύων τοὺς καθ’ ἡμέραν καρτερικὴν ἐδείκνυες, τὴν ἔνστασιν Πάτερ· ὅθεν μετὰ θάνατον, ὡς ζῶν ἀνεβόησας· δόξα τῇ δυνάμει σου Κύριε.<br />
Ῥωμαλέῳ τῷ φρονήματι τὰς βασάνους, διὰ Χριστὸν ὑπέμεινας Ἀκάκιε μάκαρ, τοῦτον φανταζόμενος, σταυρῷ προσηλούμενον, διὰ σωτηρίαν τοῦ γένους ἡμῶν.<br />
Θεοτοκίον.<br />
Ἱερωτέρα ὑπάρχεις τῶν οὐρανίων, καὶ νοερῶν δυνάμεων, ὡς τούτων τὸν Κτίστην πάναγνε κυήσασα· διό σοι κραυγάζομεν· χαῖρε Θεοτόκε πανύμνητε.<br />
Καταβασία: Ῥάβδος ἐκ τῆς ῥίζης.<br />
ᾨδή ε’. Σὺ Κύριέ μου φῶς.<br />
Παράδεισος ζωῆς, Θεοτόκε ὑπάρχουσα, θάνατον τῆς ἁμαρτίας, καὶ παθῶν πολυτρόπων, ἐκλύτρωσαι τοὺς δούλους σου.<br />
<br />
Ἀλάβαστρον Ἁγνή, νοητὸν σὺ ὑπάρχουσα, τοῦ μύρου τοῦ κενωθέντος ἐπὶ γῆς οὐρανόθεν, κἀμὲ νῦν εὐωδίασον.<br />
<br />
Ῥεύσαντα πρὸς φθοράν, ἀνεκτήσω τὸν ἄνθρωπον, διὰ τοῦ θείου σου τόκου, καὶ τῆς πρὶν ἀφθαρσίας, Παρθένε κατηξίωσας.<br />
<br />
Ὡς οὖσα Χερουβείμ, Σεραφεὶμ ὑπερτέρα τε, πανάχραντε Θεοτόκε, τὴν ψυχήν μου φωτί σου, τῷ θείῳ καταλάμπρυνον.<br />
Τοῦ Ὁσίου.<br />
Σὺ Ὅσιε πληγαῖς, ἀνδρικῶς αἰκιζόμενος, καὶ μάστιγας καθ’ ἡμέραν, ὑποφέρων εὐτόνως, ὁσίως ἀναπέπαυσαι.<br />
<br />
Τὸν δρόμον τὸν καλόν, ἐκτελέσας Ἀκάκιε, τὴν ἄκακον καὶ καμάτων, ἐλευθερίαν καὶ πόνων, ἀπέλαβες ἀνάπαυσιν.<br />
<br />
Ὁ νοῦς σου καθαρῷ λογισμῷ κυβερνώμενος, Ἀκάκιε θεοφόρε, πρὸς τὸν αἴτιον πάντων, εὐστόχως ἐγκαθώρμισται.<br />
Θεοτοκίον.<br />
Νοῦς καὶ ἀγγελικός, οὐκ ἰσχύει Πανάμωμε, τὸν τόκον σου ἑρμηνεῦσαι, ὑπερβαίνει γὰρ πᾶσαν, κατάληψιν καὶ ἔννοιαν.<br />
Καταβασία: Θεὸς ὢν εἰρήνης.<br />
ᾨδὴ ς’ . Θύσω σοι μετὰ φωνῇς.<br />
Θανάτου ἀναιρέτης, ὁ τόκος σου γέγονεν, ὡς τῶν θανόντων Παρθένε, καὶ ζωὴ καὶ λύτρωσις· διὰ τοῦτο δυσωπῶ σε, τὴν ψυχήν μου θανοῦσαν ἀνάστησον.<br />
<br />
Ἔκτεινον, βοηθείας μοι χεῖρα φιλάνθρωπε, ἐν τῷ πελάγει τοῦ βίου, κλυδωνιζομένῳ ταῖς ἱκεσίαις, τῆς μητρός σου, καὶ τῶν ἄνω ἀπείρων δυνάμεων.<br />
<br />
Ἡ χώρα, ἡ τὸν θεῖον βλαστήσασα στάχυν, τὴν ἐκτακεῖσαν ψυχήν μου, καὶ λιμῷ τῶν θείων ἐκτηκομένην, μὴ παρίδῃς, ἀλλὰ θρέψον, τοῦ Υἱοῦ σου ἐνθέοις χαρίσμασιν.<br />
<br />
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.<br />
<br />
Τοῦ Ὁσίου.<br />
Ὑπνωσις, τὸν μακάριον ὕπνον Ἀκάκιε, καὶ μετὰ θάνατον ὤφθης, ὑπακούων πάτερ τοῖς ἐρωτῶσιν, ὡς οὐ θνῄσκει ὁ τῆς ὑπακοῆς ἀντεχόμενος.<br />
<br />
Πληρώσας, τοὺς καλλίστους ἀγῶνας φερώνυμε, τῆς ἀκηράτου θέοφρον, ἠξιώθης ὄντως ἀθανασίας, ἔνθα χαίρων, τοὺς στεφάνους τῆς νίκης ἀπέλαβες.<br />
<br />
Ἡ θεία, καὶ καλὴ καὶ θεάρεστος ἄσκησις, τῆς πολιτείας σου μάκαρ, τοὺς πολλοὺς στηρίζει τῷ θείῳ φόβῳ, καὶ τῷ πόθῳ, ἀγαθῶν τῶν μελλόντων Ἀκάκιε.<br />
Θεοτοκίον.<br />
Κυρίως, Θεοτόκον σὲ πίστει δοξάζομεν, ὡς τὸν Θεὸν συλλαβοῦσαν, καὶ τεκοῦσαν τοῦτον ἀπειρογάμως, ἑνωθέντα, τῷ ἐκ σοῦ προσληφθέντι ἁγίῳ ναῷ.<br />
Καταβασία: Σπλάγχνων Ἰωνᾶν.<br />
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.<br />
Ὤφθης στήλη ἔμψυχος, τῆς καρτερίας, καὶ πυρσὸς ἀείφωτος, ὑπακοῆς ὡς ἀληθῶς, τοῖς μονοτρόποις πανόλβιε· διὸ ὑμνοῦμεν, τὴν πάνσεμνον μνήμην σου.<br />
Ὁ Οἶκος.<br />
Τὸν ἀκακίας ἐπώνυμον δεῦρο δῆμοι, τῶν μοναστῶν ἡ πληθύς, συνελθόντες μετὰ πόθου τιμήσωμεν· οὐ μόνον γὰρ τὸ ἀκέραιον τῆς γνώμης διαφερόντως ἐπλούτει ὁ μακάριος, ἀλλά γε καὶ τὸ καρτερικὸν τῆς ψυχῆς· διὸ καὶ προπηλακισμούς, καὶ αἰκίας ἔφερε καθ’ ἑκάστην στερρότατα, καὶ ὑπακοὴν ἄκραν περιών τε, καὶ μετὰ πότμον ἐνεδείξατο, τῷ πυθομένῳ φθεγξάμενος· ἀδύνατον εἲναι τεθνάναι τοὺς ὑπακοῆς ἐργάτας· καὶ τῇ τοῦ μοναστοῦ εἴξας κελεύσει, καὶ κενὸν τοῦ ἰδίου σώματος τὸ μνῆμα καταλιπών, θεόθεν ὑπερφυῶς μεταστάς, καὶ τῷ θρόνῳ παρεστὼς Χριστοῦ τοῦ Θεοῦ, ᾧ καὶ παρρησίᾳ τυγχάνει, δεόμενος ὑπὲρ τῶν πίστει, καὶ πόθῳ τελούντων τὴν πάνσεπτον μνήμην αὐτοῦ.<br />
Συναξάριον.<br />
Τῷ αὐτῷ μηνὶ κς’ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.<br />
Στίχ: Ἄκακος Ἀκάκιος ἐξελθὼν βίον.<br />
Εἰσῆλθεν ἄλλον πρὸς βίον τῶν Ἀγγέλων.<br />
Ἑβδομάτῃ Ἀκάκιος οἰζυρὸν οὖτον ἄλυξε. <br />
<br />
Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.<br />
Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.<br />
Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.<br />
Ὁ ἅγιος Νεομάρτυς Γεωργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.<br />
Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος.<br />
Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.<br />
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.<br />
ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.<br />
Τὸ θεῖον Ὄρος, ἐξ οὗ ὁ λίθος ἐκτέτμηται, Κόρη ὁ συντρίψας, στήλας δαιμονικάς, τῆς ψυχῆς μου τὰ ἰνδάλματα, καὶ τῆς καρδίας μου τὴν λιθώδη, ἀπέλασον πόρωσιν.<br />
<br />
Οὒκ ἐσαλεύθης, ὡς δεξαμένη ἐν τῇ μήτρᾳ σου, Κόρη τὸν προσβλέψει γῆν καὶ τὰ ἐν αὐτῇ, ὅτε βούλεται σαλεύοντα· διό με στήριξον ταῖς προσβολαῖς, ἐχθροῦ σαλευόμενον.<br />
<br />
Καταβαλοῦσα, τὰ σαρκικά μου φρονήματα, ὅλον Θεοτόκε δεῖξον πνευματικόν, ἀρεταῖς κατακοσμοῦσά με, ὃν ὁ παμπόνηρος, ἡδονῶν ἀκοσμίᾳ ἠμαύρωσε.<br />
<br />
Νενεκρωμένην, τὴν ἀνθρωπίνην φύσιν ἤγειρας, μόνη σὺ ζωὴν ἀθάνατον τὸν Χριστόν, θεονύμφευτε γεννήσασα· εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.<br />
<br />
Τοῦ Ὁσίου.<br />
Ὅλῳ τῷ πόθῳ, πρὸς τὸν Δεσπότην ἐπειγόμενος, ὕβρεις ἀτιμίας Ὅσιε καὶ πληγάς, ὑπομένων ἀνεκραύγαζες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξῃς σου Κύριε.<br />
<br />
Ὁ λογισμός σου, τὰ τοῦ Δεσπότου λογιζόμενος, πάθη καὶ σταυρὸν καὶ θάνατον μελετῶν, αἰκιζόμενος ὑπέψαλλες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.<br />
<br />
Νεκρὸς ἐν τάφῳ νόμῳ θανόντων κατακείμενος, ἄπνους τῷ λαλοῦντι φθέγγει ὑπερφυῶς, ὡς οὐ τέθνηκας κραυγάζεις· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.<br />
Θεοτοκίον.<br />
Ἀποθανόντας, ἐν ᾧ Παρθένε κατειχόμεθα, νόμῳ τὴν ζωὴν τεκοῦσα τὴν ἀληθῆ, ἐξανέστησας κραυγάζοντας· εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.<br />
Καταβασία: Οἱ παῖδες εὐσεβείᾳ.<br />
ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.<br />
Ὥριμον ἐκύησας, καρπόν, ἐξ οὗ ὁ θάνατος φαγὼν ἀπώλετο· διὸ κραυγάζω σοι Δέσποινα, τῷ καρπῷ τῆς ἁμαρτίας με, θανατωθέντα δολερῶς, ζώωσον μέλποντα· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.<br />
<br />
Κοίμησον κινήσεις ἐμπαθεῖς, τῆς διανοίας μου τῇ ἀκοιμήτῳ σου πρεσβείᾳ πάναγνε Δέσποινα, καὶ ἀνάστησον ἐξ ὕπνου με, τῆς ῥᾳθυμίας μελῳδεῖν ἐγρηγορούσῃ ψυχῇ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.<br />
<br />
Οὐχ ἕξεις ταλαίπωρε ψυχή, ἐκεῖ συνήγορον κατηγορούσης σου, τῆς φαύλης πράξεως ἄμετρα· διὰ τοῦτο μετανόησον, καὶ συνεργὸν πρὸς τὸ καλόν, τὴν μόνην ἄχραντον προσλαμβάνου· μόνη γὰρ πέλει βροτῶν καταφύγιον.<br />
<br />
Μαρία κυρία τοῦ παντός, κυριευθέντα με ὑπὸ τοῦ ὄφεως, καὶ ἁμαρτάνοντα πάντοτε, ἐλευθέρωσον πρεσβείαις σου, καὶ καταδούλωσον Χριστῷ, ἐν πολιτείᾳ σεμνῇ ἀναμέλπειν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.<br />
Τοῦ Ὁσίου.<br />
Συντόνῳ ἀσκήσει τῷ Θεῷ, σοὶ ἐξεγένετο κραθῆναι Ὅσιε, δεσμὸν τοῦ σώματος λύσαντι, καὶ τὴν σάρκα δαπανήσαντι, καὶ θεωρίᾳ πρακτικῇ, πάτερ κραυγάζοντι· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.<br />
<br />
Μετὰ τῶν μαρτύρων τοῦ Χριστοῦ, συναριθμούμενος καὶ συνταττόμενος, μὴ διαλίπῃς νῦν Ὅσιε, ἱκετεύων τὸν φιλάνθρωπον, καὶ δυσωπῶν ὑπὲρ ἡμῶν, τῶν εὐφημούντων σε καὶ βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.<br />
<br />
Ἀθλήσας ἐννόμως ἐπὶ γῆς, τὴν ἐπουράνιον εὗρες ἀνάπαυσιν, συναγαλλόμενος Ὅσιε, τοῖς Ἁγίοις καὶ συμμέτοχος, τῆς εὐφροσύνης καὶ χαρᾶς, τούτων γενόμενος καὶ κραυγάζων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.<br />
Θεοτοκίον.<br />
Σαρκοῦται ὁ ἄσαρκος τὸ πρίν, ὁ Κτίστης κτίζεται, ἐκ σοῦ πανάμωμε· τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, περιγραφῆς σωματικῆς θέλων ἠνέσχετο· ὅθεν σε πάντες εὐλογοῦμεν Μαρία θεόνυμφε.<br />
<br />
Καταβασία: Θαύματος ὑπερφυοῦς.<br />
ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.<br />
Ῥῆξον τὰ δεσμὰ τῶν κακῶν μου, τῇ θείᾳ λόγχῃ τοῦ Υἱοῦ σου, λῦσον τὴν ἀθλίαν μου ψυχὴν πεπεδημένην, καὶ κινδυνεύουσαν, καὶ τῇ ἀγάπῃ πρόσδησον, Παρθενομῆτορ τοῦ Θεοῦ ἡμῶν.<br />
<br />
Ἡ τῶν οὐρανῶν πλατυτέρα, τὴν στενωθεῖσάν μου καρδίαν, πάσῃ προσβολῇ ἐναντίᾳ, πρὸς ἀπαθείας πλάτος ἐξάγαγε, διὰ στενῆς ὀδεύειν με, ἐνδυναμοῦσα τρίβον πάντοτε.<br />
<br />
Ἵνα δοξάζω σε Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι, τῆς ἁμαρτίας, καὶ δόξης μέτοχον, οὐρανίου ποίησον, τὸν προσφυγόντα τῷ ἐλέει σου.<br />
<br />
Μετὰ τῶν ἁγίων Ἀγγέλων, μετὰ τῶν θείων Ἀποστόλων, μετὰ τῶν ἐνδόξων Μαρτύρων, τὸν σὸν δυσώπει Υἱὸν καὶ Κύριον, Θεογεννῆτορ Πάναγνε, κινδύνων σῶσαι τάς ψυχὰς ἡμῶν.<br />
Τοῦ Ὁσίου.<br />
Ἵλεως ἐχώρησας Πάτερ, πρὸς τὸν τῶν ὅλων εὐεργέτην, τῇ τῆς ἀκακίας καλλονῇ, κεκοσμημένος καὶ ὡραιότητι, τῶν ἀρετῶν λαμπόμενος, διό σε πάντες μακαρίζομεν.<br />
<br />
Νόμῳ πειραρχῶν τοῦ Δεσπότου, τὸν σὸν ὑπέκκλινας αὐχένα, τῇ τῶν μοναζόντων παλαίστρᾳ, καὶ νικηφόρος Πάτερ γενόμενος, πρὸς ἀκακίαν ἤλασας, τελειωτάτην παμμακάριστε.<br />
<br />
ᾎσμα τῷ Θεῷ ἀναπέμπειν, σὺν ἀσωμάτοις ἠξιώθης, ὡς διατηρήσας ἐκείνων, τὴν πολιτείαν καὶ καθαρότητα, ὑπομονῇ τῶν ἔργων δέ, τὸ τῶν μαρτύρων κλέος εἴληφας.<br />
<br />
Δέχου παρ’ ἡμῶν Θεοφόρε, τὸν προσφερόμενόν σοι ὕμνον, ἐκ καθαρωτάτης καρδίας, καὶ ἀντιδίδου ταῖς ἱκεσίαις σου, τὴν τῶν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν πανσεβάσμιε.<br />
Θεοτοκίον.<br />
Ὡς ῥίζαν ὑπάρχουσαν ὄντως, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον ἀθανασίαν ἡμῖν ἔτεκες.<br />
Καταβασία: Μυστήριον ξένον.<br />
Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.<br />
Ὡς ἀπαράμμιλον ἔχων, τὴν ἀκακίαν παμμάκαρ, ἐγένου ἔμπλεως θείων, τοῦ Πνεύματος χαρισμάτων, ὧν καὶ ἡμῖν ἐντρυφῆσαι, δὸς σαῖς πρεσβείαις, ἐκδυσωποῦμεν ἀπαύστως.<br />
Θεοτοκίον, ὅμοιον.<br />
Δεῖξον ὑπήκοα σπλάγχνα, πανύμνητε Θεοτόκε, καὶ σῷζε τοὺς προσκυνοῦντας, τὴν ἄχραντόν σου εἰκόνα, ὅτι εἰς σὲ τὰς ἐλπίδας, ἔχομεν πάντες, ὡς ἀσφαλῆ προστασίαν.<br />
<br />
<br />
<br />
<br />
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.<br />
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.<br />
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.<br />
Τῶν μοναστῶν αἱ χορείαι πᾶσαι συνέλθωμεν, σὺν πόθῳ εὐφημῆσαι, τὴν πανσέβαστον μνήμην, τοῦ θείου Ἀκακίου, τοῦ ἐν μονῇ Κελλιβάρων ἀθλήσαντος, καὶ δεξαμένου τὸ στέφος παρὰ Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. (δίς).<br />
<br />
Εἰ καὶ νεκρὸς ἐν τῷ τάφῳ, ἄπνους κατέκεισο, ἂλλ’ ὥσπερ ζῶν ἐφθέγξω, τῷ λαλοῦντί σε μάκαρ, ὑπακοῆς τοὺς ἐργάτας οὐκ ἐφικτόν, τελευτῆσαι μηδέποτε· ὅθεν κἀγὼ ζῶν ὑπάρχω ἐν τῷ Χριστῷ, καὶ αὐτῷ συμβουλεύω ἀεί.<br />
<br />
Ἐν ἀμελείᾳ βιώσας λίαν παρώργισα, τὸν ποιητὴν ὁ τάλας, καὶ Θεόν μου καὶ πλάστην, ὂν ἐξιλέωσας Πάτερ, ὥσπερ πλουτῶν, πρὸς αὐτὸν παρρησίαν πολλήν, κατοικτειρῆσαι καὶ δοῦναί μοι δυσωπῶ, τῶν πταισμάτων μου τὴν ἄφεσιν.<br />
Δόξα. Ἦχος β’.<br />
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ, ἐκεῖ κατῴκησεν ὁ θεόφρων· ἀκριβῶς γὰρ τετηρηκὼς τὴν εὐαγγελικὴν πολιτείαν, φημὶ δι’ ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν, καὶ ὑπακοὴν ἄκραν, ζῶν τε καὶ μετὰ θάνατον. Ἀγγέλων ἐγένετο συνόμιλος, καὶ δικαίων ὁμόσκηνος καὶ Ὁσίων, πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων αὐτόν.<br />
Καὶ νῦν. Θεοτοκίον.<br />
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. <br />
Δοξολογία Μεγάλη.<br />
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.<br />
Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου<br />
Ἡ ᾨδὴ γ’ καὶ ς’.<br />
ΑΠΟΣΤΟΛΟΣ<br />
Προκείμενον.<br />
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.<br />
Στίχ: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον…<br />
Πρὸς Ἑβραίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.<br />
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιήσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.<br />
<br />
ΕΥΑΓΓΕΛΙΟΝ.<br />
Ἐκ τοῦ κατὰ Ματθαῖον.<br />
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγνώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.<br />
ΜΕΓΑΛΥΝΑΡΙΑ<br />
Δεῦτε ἀνυμνήσωμεν εὐλαβῶς, Ἀκάκιον ὕμνοις, οἱ μιγάδες καὶ μονασταί, ἀγάπης τὸ τέκνον, τῆς ἀκακίας φίλον, ὑπακοῆς τελείας, τὸ μέγα πρότυπον.<br />
<br />
Ἀκάκιον στῦλον ὑποταγῆς, θυσίας τὸν πλοῦτον, ἀνοχῆς τὸν ὑπογραμμόν, ὑπόδειγμα θεῖον, τῆς ταπεινοφροσύνης, καὶ τῶν θαυμάτων κρήνην, ἀνευφημήσωμεν.<br />
<br />
ΚΟΙΝΩΝΙΚΟΝ<br />
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.filakolouthoshttp://www.blogger.com/profile/06015525753721136595noreply@blogger.com0