Συνολικές προβολές σελίδας

Σάββατο 17 Δεκεμβρίου 2011

11 ΔΕΚΕΜΒΡΙΟΥ ΒΗΧΙΑΝΟΥ ΚΑΙ ΝΟΜΩΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΔΕΚΕΜΒΡΙΟΥ ΙΑ΄
Μνήμη τῶν ὁσίων καὶ θεοφόρων πατέρων
τῆς Κύπρου

ΒΗΧΙΑΝΟΥ ΚΑΙ ΝΟΜΩΝΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Εἰς τό, Κύριε ἐκἐκραξα, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος!

Πάτερ Νόμων θεσπέσιε, τοῦ ᾽Αβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας· ᾽Ιὼβ ἐκτήσω, τὸ ἐν τοῖς πόνοις στεῤῥόν, Δαυῒδ τὸ πρᾶον, ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας· τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.

Πάτερ Νόμων πανένδοξε, οἰ σὲ τιμῶντες πιστοί, τῶν κακῶν τὴν ἐπήρειαν, καὶ ἐχθροῦ τὰς μάστιγας, ἱκετεύομεν δίωξον, καὶ τῶν κινδύνων λύτρωσον, ῞Οσιε, τοὺς μετὰ πόθου, ἐκδυσωποῦντάς σε· ἴασιν δώρησαι, τοῖς νοσοῦσι δούλοις σου, καὶ τὰς ψυχάς, πάντων τῶν τιμώντων σε, σῶσον, μακάριε.

Πάτερ Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, καὶ τῶν ὁσίων, βίον διήνυσας. Ὦ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.






Νόμων, Βηχιανέ, ὑμεῖς, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενοι, τὸν Θεὸν ἐζητήσατε· ῞Ον καὶ εὑρόντες, ὡς ἐποθήσατε, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενοι, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, τῶν μοναστῶν, μέτοχοι γεγόνατε, θεομακάριστοι.

Δόξα. ῏Ηχος πλ. β'.

Δεῦτε ἅπαντες πιστοί, ἀξίως τιμήσωμεν Νόμωνα καὶ Βηχιανόν, νέμοντας ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτούς. Οὗτοι γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξαν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα, εἰς οὐδὲν λογισάμενοι· διὸ καὶ τὴν οὐράνιον τρίβον εὐχερῶς βαδίσαντες, τανῦν σὺν ᾽Αγγέλοις εὐφραίνονται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενοι, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τὴν ἁγίαν μνήμην τελούντων αὐτῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ῾Ο γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ῾Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.
(Κεφ. γ'. 1- 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος έν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.
(Κεφ ε'. 15 ς' 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὑτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾽Ενδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. ᾽Αγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. ᾽Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφία Σολομῶντος τὸ Ανάγνωσμα
(Κεφ. δ'. 7 - 15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. ῾Ηρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γαρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσε ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν.

Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος α'.

Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε, σήμερον ἐν τῷ τεμένει, Νόμωνος καὶ Βηχιανοῦ τῶν ἀκεστόρων· νέμουσι γὰρ ἰάματα δαψιλῶς, τοῖς αἰτοῦσιν αὐτοῖς, καὶ ψυχικῶν νοσημάτων, παρέχουσιν ἴασιν τοῖς νεκρώσασι σάρκα, τῆς τοῦ Κυρίου στοργῆς.

῾0 αὐτός.

Ἀπὸ νεότητος κόσμον, Πατέρες, λιπόντες, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενοι, τὴν ἔρημον ᾠκήσατε, καὶ μονάζοντα βίον σοφῶς ἐνεφήνατε· διὸ ἐν οὐρανοῖς εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, καὶ ἐν οὐρανοῖς ἐσκηνώσατε, ῞Οσιοι. ᾽Αλλὰ πρεσβεύετε τῷ Κυρίῳ ἡμῶν, Νόμων καὶ Βηχιανὲ παναοίδιμοι.

῾0 αὐτός.

Ἀπαρνηθέντες τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ ῞Οσιοι, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν αὐτοῦ, ἐπ' ὤμων ἀράμενοι, εὐαγγελικῶς Χριστῷ ἠκολουθήσατε, ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενοι, καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενοι, Νόμων καὶ Βηχιανὲ ὅσιοι, πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Δόξα... ῏Ηχος πλ. α'.

Ὅσιοι πατέρες, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσαντες, τὸν κόσμον κατελίπετε, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενοι· ὅθεν πᾶσιν ἐβοᾶτε· ᾽Αγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὕρητε ἀνάπαυσιν μετὰ πάντων τῶν ῾Αγίων· ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Εἰς τὸν Στίχον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Στιχηρὰ Προσόμοια.

῏Ηχος α'. Πανεύφημοι Μάρτυρες.

Νόμων πανεύφημε, καλῶς, τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὸχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἐλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τῆς Κύπρου τὰ πέρατα ὑμῶν, νῦν κηρύττει θαύματα. Βηχιανέ, Νόμων, ὅσιοι, θαυματουργίαις γάρ, καταστέψας ὑμᾶς, ὁ Χριστὸς ἐκόσμησε· τὴν σάρκα δι' αὐτὸν ἐνεκρώσατε, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Νόμων παναοίδιμε, πυκνάς, ἀῤῥωστίας σώματος, καὶ ἀσθενείας, μακάριε, ψυχῶν ἰώμενος, εὐχερῶς διἐλυσας, τὸν δεσμὸν τοῦ ὄφεως· τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμᾶς, καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.






Δόξα... ῏Ηχος πλ. β'.

Σήμερον τῶν ᾽Ορθοδὁξων τὰ συστήματα, τῷ ναῷ τῶν ῾Οσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος·παρέχουσι, γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον.

Τριήμερος ἀνέστης, Χριστέ.

Μεγάλων χαρισμάτων, ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

᾽Απολυτίκιον.

῏Ηχος α'. Τῆς ἐρήμου πολίτης.

Τῶν Κυπρίων τὸ κλέος καὶ ῾Οσίων ἀγλάϊσμα, πατέρες ἡμῶν Νόμων καὶ Βηχιανέ, νηστείᾳ κατετήξατε σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς· ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανῶν ἐδέξασθε, ὅσιοι. Δόξα τῷ δεδωκότι ὑμῖν ἰσχύν· δόξα τῷ ὑμᾶς στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

Κάθισμα.


Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυ ΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῳ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τοὺς ἀσκητὰς τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντας πάσας τὰς προσβολὰς τῶν παθῶν, δι' ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντας σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντας τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, πύλη Κυρίου ἡ άδιὁδευτος, ἣν προεκήρυξαν πάντες οἱ δικαιότατοι, καὶ ὁ Προφήτης Δανιήλ ῎Ορος ἀλάξευτον, καὶ Δαυΐδ ὁ μελῳδός, σὺν Μωϋσεῖ καὶ τοῖς λοιποῖς, Βάτον καὶ Στάμνον καὶ ῾Ράβδον, Νεφέλην, Πύλην καὶ Θρόνον, μέγα Ὄρος ἀναδειχθεῖσαν ἡμῖν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

῏Ηχος δ'. ᾽Επεφάνης σήμερον.

Τῷ φωτὶ λαμπόμενοι, τῷ ἀπροσίτῳ, ὡς ἀστέρες λάμψαντες, ἐν τοῖς Κυπρίοις διδαχαῖς, καταφωτίζετε ἅπαντας, τοὺς ἀδιστάκτῳ ψυχῇ
προσιόντας ὑμῖν.

Δόξα. ῞Ομοιον.



Τῶν πιστῶν ἀστράψαντες, ὡς ἑωσφόροι, καὶ τῆς Κύπρου λάμψαντες ἀκτινοβόλοις ἀρεταῖς, ὦ Νόμων σὺν τῷ Βηχιανῷ παρέχοντες πᾶσι νοσοῦσι τὴν ἵασιν.

Καὶ νῦν... Θεοτοκίον.

Ἐπελεύσει Πνεύματος, τοῦ παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνή, Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα.

῏Ηχος γ'. Θείας πίστεως.

Μέγα ὄνομα ὑμῶν πατρίδι, προεξένησαν, θεῖαι ἀσκήσεις, ὑμῶν, Νόμων, Βηχιανέ, μακάριοι· Οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον,νῦν δι' ὑμᾶς ἐπὶ πλέον πεφήμισται, ὦ μακάριοι. Διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι ὑμῶν τὰ μνημόσυνα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Τῆς συμπαθείας σου πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου κράτος τὸ ἅμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι, Παρθένε Θεοτόκε, βοῶ σοι· Σῶσόν με, σῶσον τὸν ἀνάξιον.

Τὸ Α' ᾽Αντίφωνον τῶν ᾽Αναβαθμῶν τοῦ δ΄Ἦχου.

Προκείμενον. ῏Ηχος δ'.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πᾶσα πνοή.

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ς΄ 17 - 23)

(Ζὴτει τῇ Παρασκευῇ τῆς Β΄Ἑβδομάδος Λουκᾶ).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ...

῾0 Ν' Ψαλμός.

Δόξα... Ταῖς τῶν σῶν ῾Οσίων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου…

Στίχ. ᾽Ελέησόν με, ὁ Θεός...

Τὸ ᾽Ιδιόμελον.

῏Ηχος πλ. β'.

Σήμερον τῶν ᾽Ορθοδόξων τὰ συστήματα, τῷ ναῷ τῶν ῾Οσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος· παρέχουσι γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τῶν ῾Οσίων.

ᾨδὴ α'.

῏Ηχος πλ. δ'. Ὑγρὰν διοδεύσας.

Πατέρων ἐξάρχοντες θαυμαστοί, καὶ τῶν ἀσθενούντων, καὶ νοσούντων οἱ ἰατροί, τὴν ἐζοφωμένην μου καρδίαν, ἀχλύος πάσης φωταγωγήσατε.

Ἀπολάβετε, Ἅγιοι, ἀμοιβάς, τῶν πόνων καὶ γέρα, τῶν ἀγώνων τῶν ἐπὶ γῆς, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην, καὶ κληρουχίαν τὴν σωτήριον.

Μακάριοι ὄντες ὡς ἀληθῶς, καὶ τῶν μακαρίων, ἐκληρώσασθε ἄνω γῆν, Βηχιανὲ καὶ Νόμων, δικαίως, εἰλήφατε τὴν χάριν ἰάσεων.

Θεοτοκίον.

Λύτρωσαι γεέννης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης, Παναγία, ἡ τὸν Θεόν, γαστρὶ συλλαβοῦσα, Θεοτόκε, ὃνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.



ᾨδὴ γ΄.

Οὐρανίας ἁψῖδος.

Μετριόφρονες, πρᾶοι, εὐθεῖς, ἁπλοῖ καὶ ἄκακοι· διὸ δυσωποῦμεν, ἀπὸ παντοίας ἀνάγκης, ῥύσασθαι ἡμᾶς, Παμμακάριστοι.

Μαθηταὶ τοῦ Σωτῆρος, καὶ τῶν αὐτοῦ πράξεων, ἀγγελικῶς βιώσαντες, τρόπων χρηστότητι ὅθεν μετάρσιοι, εἰς οὐρανοὺς μεταβάντες, ᾽Αγγέλων γεγόνατε σύσκηνοι.

Ἀπὸ πάσης ἀνάγκης, φθοροποιοῦ, ῞Οσιοι, νόσου καὶ δεινῆς ἀῤῥωστίας, σπεύσατε, σώσατε, πάντας ἡμᾶς δεομένους, καὶ κινδύνων
ῥύσασθε, ῞Αγιοι πανένδοξοι.

Θεοτοκίον.

Οὐρανῶν πλατυτέρα, καὶ Χερουβίμ, ῎Αχραντε, καὶ ἐνδοξοτέρα τῶν ἄνω, πασῶν Δυνάμεων· Παρθένε ἄμωμε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.

Κάθισμα.

῏Ηχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Σταυρὸν τοῦ Κυρίου ἄραντες δή, καὶ αὐτῷ μέχρι τέλους ὄντες πιστοί, τὸν νοῦν οὐχ ἐστρέψατε, ἐν τῷ κόσμῳ, Θεόσοφοι, Βηχιανὲ καὶ Νόμων· τὰ πάθη νεκρώσαντες, ναοὺς ἡτοιμάσατε, ἑαυτοὺς τῷ Θεῷ ὑμῶν· ὅθεν χαρισμάτων, ἀμοιβὴν εἰληφότες, ἰᾶσθε νοσήματα, καὶ διώκετε πνεύματα, Θεοφόροι μακάριοι. Εὔχεσθε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως, Μήτηρ Θεοῦ, ἀφράστως ἐκύησας, τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. ῞Οθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις, Πανάμωμε.

ᾨδὴ δ'.

Εἰσακήκοα, Κύριε.

Κατανύξεως πέφυκε, ὅλος ὁ χῶρος τῆς ὑμῶν ἀσκήσεως, τὰς ἰάσεις νῦν καὶ πάντοτε, ἐπιδαψιλεύετε, Μακάριοι.

Ἀπὸ πάσης λυτρώσασθε, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιοι, Βηχιανὲ καὶ Νόμων ὅσιοι, καὶ παντὸς κινδύνου ἡμᾶς διασώσατε.

Ῥωμαλέον ἱμάτιον, ῞Οσιοι, ἐσχήκατε, καὶ ἀνυπόδητοι, ἐπατήσατε τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.

Θεοτοκίον.

Ὑπὲρ φύσιν ἐκύησας, ἄχραντε Παρθἐνε, τὸν ὑπερούσιον, Θεὸν Λόγον τὸν προάναρχον, Ὃν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ε'.

῞Ινα τί με ἀπώσω.

Ἰάσατε τὰ πάθη, τὰ παρενοχλοῦντά με ἐξ ἀφροσύνης μου, ἃ ἐσκότισέ με, ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα· ἀναστήσατέ με, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου ἰθύνατε δέομαι.

Ὢ καινῶν ἀκουσμάτων ὧνπερ ἀκηκόαμεν ἐπὶ τῇ μνήμῃ ὑμῶν, Βηχιανὲ καὶ Νόμων, τῶν θαυμάτων τὰ πλήθη τὰ ἄπειρα· ἰατρεύονται νῦν, περιχαρῶς οἱ ἀσθενοῦντες, ἀρυόμενοι θεῖα ἰάματα.

Νοσῶν εὕρημαι ὅλως, καὶ κατακαμπτόμενος βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου, τῇ κακῇ προαιρέσει συνέχομαι· ἀναστήσατέ με, τῆς χαλεπῆς καὶ κακοτέχνου, ἀσθενείας, Πατέρες μακάριοι.

Θεοτοκίον.

Κατὰ χρέος σε πάντες, Δέσποινα, κηρύττομεν καὶ μακαρίζομεν· γενεαί σε πᾶσαι, τῶν ἀνθρώπων δοξάζουσιν, ῎Αχραντε. Σὺ γὰρ μόνη πέλεις, χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε πανάμωμε.

ᾨδὴ ς'.

῾Ιλάσθητί μοι, Σωτήρ.

Ἀπόθετα τῷ Χριστῷ, ὀφθέντες σκεύη καὶ τίμια, φωτίζοντες ἀρεταῖς, τοῦ κόσμου τὰ πέρατα, Πατέρες μακάριοι· πάντων ὑμῶν ἐπακούσατε, τῶν τιμώντων τὴν μνήμην ὑμῶν.

Θεμέλιον ἀῤῥαγές, ἐν τῇ ὁδῷ ὑμῶν ἔθετε, τὴν πίστιν καὶ προσευχήν, καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον, περιπεφραγμένοι, διὰ βίου περαιούμενοι.

Ἐν τοῖς σπηλαίοις, Σοφοί, τὸν βίον ὑμῶν διήλθετε, δακρύων καὶ στεναγμῶν, τοὺς ἄνθρακας σβέσαντες, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πραέων, ἐκληρώσασθε γῆν, ῞Οσιοι.

Θεοτοκίον.

Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστὴριον, καὶ κιβωτὸν ἀληθῶς, καὶ στάμνον καί τράπεζαν, καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε, σὲ κηρύττομεν.

Κοντάκιον.

῏Ηχος β΄.

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας.

Τοὺς ἀσκητὰς τῆς ἀληθείας ἅπαντες, άνευφημήσωμεν, πιστοί, ὡς ἀναλάμψαντας, ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντας, τοὺς ἐν πίστει προσιόντας τῷ ναῷ αὐτῶν· διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοήσαντες Νόμων καὶ Βηχιανός, ἁμαρτίαν ἐκ καρδίας μισήσαντες, καὶ τὰ πάθη δεινῶς χαλινώσαντες, τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενοι, τὴν σάρκα ἐδούλωσαν τῷ πνεύματι· ἔξω γὰρ σαρκὸς καὶ τοῦ κόσμου γενόμενοι, εἰς οὐρανοὺς ἀνέδραμον, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν ᾽Αγγέλοις χορεύοντες ἀγαλλόμενοι. Διὸ βοῶμεν μετὰ πόΘου, Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν όσίων καὶ Θεοφόρων πατέρων ἡμῶν Νόμωνος καὶ Βηχιανοῦ.

Στίχοι.

᾽Οσφὺν νοητὴν ἀρετῶν ἐζωσμένοι,
Νόμων καὶ Βηχιανὸς σπεύδουσι πρὸς πόλον.

Χοῦς ἑνδεκάτῃ Βηχιανὸν καὶ Νόμωνα ἐδέχΘη.


Οὗτος ὁ θαυμάσιος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ Νόμων ἦτον γέννημα καὶ θρέμμα τῆς περιφήμου νήσου Κύπρου. ᾽Απὸ ποίους δὲ ἐγεννήθη οὐκ ἔχομεν τὸ ἀκριβὲς εἰπεῖν. Μόνον περὶ αὐτοῦ λέγομεν ὅτι ἀπὸ νεότητος αὐτοῦ τὸν κόσμον καταλιπών, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενος, ἐν ἐρήμοις καὶ ὄρεσι διῃτᾶτο. Καὶ εὑρὼν σπήλαιόν τι καὶ ἐν αὐτῷ κατοικήσας, τὸν μονήρη βίον διήρχετο. Εἰς προσευχὰς ιςαὶ ἀκαταπαύστους δεήσεις σχολάζων, τοὺς ἑαυτοῦ πόδας οὐκ ἐκάλυψεν ὑποδήμασι πώποτε, ἀλλ' ἀφῆκεν ἑαυτὸν ἀνυπόδητον τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους πιέζεσθαι.
Μετὰ τοιούτους καὶ τηλικούτους λαμπροὺς ἀγῶνας, εἰς βαθὺ γήρας ἐλθών, πρὸς Κύριον ἐξεδήμησε. Καὶ ἡ πάντιμος σορὸς τῶν αὐτοῦ λειψάνων ποιεῖ ἄπειρα θαύματα τοῖς εἰς αὐτὴν μετὰ πόθου καὶ εὐλαβείας προσιοῦσι. Διὰ τοῦτο καὶ ἡ πατρὶς αὐτοῦ μέγα ὄνομα ἐξ αὐτοῦ ἐκτήσατο.
Τὸ σχῆμα τοῦ Ἁγίου ἦτον, ὡς φαίνεται έν τῇ εἰκόνι αὐτοῦ, οὐ πολλὰ μακρύς, ἀλλὰ μέτριος, καὶ εἰς τὸ σῶμα ξηρός, ὡς ὁ Μέγας Βασίλειος, εἶχε δὲ τὸ γένειον μακρὺν ἕως τὴν ὀσφὺν αὐτοῦ καὶ λευκότατον.
Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ θείῳ αὐτοῦ ναῷ τῷ ὄντι ἐν τῷ νῦν χωρίῳ ᾽Ανάγυια.
Ὁ ὅσιος Βησσιανὸς ἢ Βηχιανὸς εἷς ἦν ἐκ τῶν ἐντοπίων ὁσίων τῶν ἀσκήσει διαλαμψάντων ἐν Κύπρῳ, ὅπου τιμᾶται εὑρέως, θεωρούμενος ὡς θεραπεύων τοὺς πάσχοντας ἐκ χρονίου βηχὸς καὶ ἐξ οἱουδήποτε ἅλλου πνευμονικοῦ νοσήματος. Τοιχογραφίαι καὶ εἰκόνες αὐτοῦ ὑπάρχουσιν εἰς πλείστους, ναοὺς Μονῶν, πόλεων καὶ χωρίων τῆς Κύπρου ἀπὸ τοῦ 14ου αἰῶνος.
Εἰς τὰ χωρία ᾽Ανάγυια τῆς Λευκωσίας καὶ Φιλοῦσα τῆς Χρυσοχοῦς συνεορτάζεται μετὰ τοῦ ἁγίου Νόμωνος τὴν 11ην Δεκεμβρίου.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.
Στίχοι
• Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
• Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.
• Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.
Στίχοι
• Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
• Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Στίχοι
• Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
• Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.
Στίχοι
• Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
• Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.
Στίχοι
• Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία
• Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ'.

Παῖδες ῾Εβραίων.

Ῥῦσται γεγόνατε προθύμως, τοῖς προστρέχουσιν ὑμῶν τῇ θείᾳ σκέπῃ, ἀπὸ βλάβης ἐχθρῶν, καὶ νόσων καὶ σκανδάλων· Εὐλογητὸς κραυγάζοντες, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἄμωμος γέγονεν ὁ βίος, καθαρωτάτη, Σοφοί, ἡ μαρτυρία,καὶ σωτήριος δέ, τοῖς πίστει προσκυνοῦσι, σεπτὴν ὑμῶν εἰκόνα, Βηχιανὲ καὶ Νόμων, θαυμάσιοι.

Πάθη μαράναντες ἐν βίῳ, μετὰ σώματος ᾽Αγγέλους μιμηθέντες, Παραδείσου τρυφῆς, ἀξίως μετασχόντες, ἀκαταπαύστως ψάλλετε· ῾Ο Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σύ με διάσωσον, Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων, καὶ δεινῆς συμφορᾶς, καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ῞Ον
ἀσπόρως συλλαβοῦσα.

ᾨδὴ η'.

῾Επταπλασίως κάμινον.

Εὑσεβοφρόνως ζήσαντες, Βηχιανέ τε καὶ Νόμων, τὴν δικαιοσύνην, καὶ ἀνδρείαν, ῞Οσιοι, σὺν τούτοις τὴν φρόνησιν, καὶ τὴν ἀγάπην καὶ προσευχήν, καὶ τὴν σωφροσύνην ἀποκτήσαντες πλήρως, ἐγκράτειαν καὶ πᾶσαν ἀρετὴν ἀσκηθέντες, εἰς οὐρανοὺς ἐλθόντες, νῦν ζῆτε εἰς αἰῶνας.

Ὑπὸ τὴν σκέπην, Ὅσιοι, τὴν ὑμῶν καταφεύγοντες, πάντες οἱ νοσοῦντες, οἳ δεινῶς κολάζονται, κραυγάζουσι λέγοντες· σπεύσατε,θεραπεύσατε πάθη, ἃ διττῶς κατακεντοῦσι, τὸ σῶμα καὶ καίουσι δὲ μᾶλλον, τὴν ψυχὴν τὴν ἀθλίαν, ἵνα ὑμᾶς ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σώσατε λαὸν κάμνοντα, νοσημάτων ἀνιάτων, τοὺς προσερχομένους, τῷ σεπτῷ ναῷ ὑμῶν, σὺν πόθῳ καὶ πίστει τε, καὶ τῶν δακρύων ἐπιῤῥοῇ, ἐπικαλουμένους, τὴν θερμὴν μεσιτείαν, ὑμῶν πρὸς τὸν Σωτῆρα, Νόμων καὶ Βηχιανέ, ἵνα ὑμᾶς ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Παρθενομῆτορ ῎Αχραντε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον· νοσοῦντά με ἴασον, σὺν τῇ ψυχῇ καὶ τῷ σώματι· παθῶν τε καὶ ζάλης, καὶ κακώσεως δαιμόνων, ἐξαίρουσά με τάχει, δυσωπῶ σε, Παρθένε, ἵνα σὲ μεγαλύνω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ'.

Κυρίως Θεοτόκον.

Ὁ βίος ὑμῶν ὅλος, πέφυκε δοχεῖον, τῆς τρισηλίου Θεότητος, ῞Οσιοι, ἐξ ἧς λαμβάνομεν πάντες, ταχεῖαν ἴασιν.
Νευρούμενοι ἀγάπῃ, τῇ πρός τὸν Δεσπότην, τὰς τῶν δαιμόνων ἐνέδρας κούφως ἐφύγετε, καὶ οὐρανῶν Βασιλείας, νῦν συμμετέχετε.

Μεγάλως ἀσκηθέντες, ὅσιοι Πατέρες, τῶν δωρεῶν ἐκ Θεοῦ ἀπελαύσατε, τοῦ ἰατρεύειν ἀμέσως, πάντα νοσήματα.

Θεοτοκίον.

Ἐξέκλινα εὐθείας, ὁδοῦ τῆς τοῦ Κυρίου. Θεομακάριστε, Κόρη πανάμωμε, ἀλλὰ τῇ σῇ μεσιτείᾳ, πρόφθασον, σῶσόν με.

᾽Εξαποστειλάριον.

᾽Εν Πνεύματι τῷ ἱερῷ.

Ἐν σώματι ἐπὶ τῆς γῆς, τῶν ᾽Αγγέλων τὸν βίον, μετήλθετε ὡς ἄσαρκοι, ἐν τῷ κόσμῳ δειχθέντες, φωστῆρες ὑπερλάμποντες, τοῖς πιστοῖς ἐφάνητε, Βηχιανέ τε καὶ Νόμων, εὐσεβῶν πάντων κλέος, ἀσκητῶν ἡ καλλονή, καὶ τῶν πατέρων ἡ δόξα.

Θεοτοκίον.

Ἐλπὶς τοῦ κόσμου, ᾽Αγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον, Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένας πρὸς Θεοῦ, ἐμβίβασον θελημάτων.

καὶ ψάλλομεν Στιχηρὰ

Εἰς τοὺς Αἴνους.

῾Ιστῶμεν Στίχους δ'.
Προσόμοια.

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Ἡ καθαρότης καρδίας, ὑμῶν ἀνέδραμεν, εἰς οὐρανίους νόας, σὺν αὐτοῖς τοῦ Δεσπότου, τῷ θρόνῳ παριστάμενοι ἐκτενῶς, ὑπὲρ πάντων πρεσβεύετε, τοῦ λυτρωΘῆναι κινδύνων καὶ πειρασμῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).

Τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν θλιβομένων χαρά, τῶν θαυματουργημάτων, οἱ λαμπροὶ ἑωσφόροι, ὁ Νόμων σὺν τῷ θείῳ Βηχιανῷ, συγκαλοῦσι πάντας ἡμᾶς, τοῦ ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά, καὶ τοῦ σώματος οἱ ἔνδοξοι.

Δεῦτε συνάχΘητε πάντες, ἀπὸ περάτων τῆς γῆς, ὑπὸ ποικίλων νόσων, κατεχόμενοι πόθῳ, ἀρύσασΘε πλουσίως, χάριν Θεοῦ· ἀναργύρως παρέχουσι, τῶν νοσημάτων τὴν ἴασιν δαψιλῶς, τοῖς νοσοῦσι νῦν οἱ ῞Οσιοι.

Δόξα... ῏Ηχος πλ. δ'.

Τῶν εὐσεβῶν τὰ πλήΘη, τοὺς ὁδηγοὺς ἡμῶν τιμῶμεν, Βηχιανὲ καὶ Νόμων, τὸν κόσμον φυγόντες, σπηλαίοις ᾠκήσατε, τὴν σάρκα σταυρώσαντες, Χριστῷ ἠκολουθήσατε· τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, ἀπεπνίξατε. Ἔξω γὰρ σαρκός, καὶ κόσμου ὅλως γενόμενοι, τοῖς τῆς ἀσκήσεως ἄθλοις, χρυσίου λαμπρότεροι, ἀπηστράψατε, ῞Οσιοι, καὶ καθαρὰ δοχεῖα, γεγόνατε Πνεύματος, τοῦ ῾Αγίου, μακάριοι· πρεσβεύετε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη, καὶ ᾽Απόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῶν ῾Οσίων ᾠδὴ γ΄ καὶ ς΄.

Ὁ Ἁπόστολος

Προκείμενον. ῏Ηχος βαρύς. (Ψαλμ. ρμθ').

Καυχήσονται ὅσιοι ἐν δόξῃ.

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παὑλου
τὸ ᾽Ανάγνωσμα
(Κεφ. η'. 14 - 21)

(Ζήτει τῷ Σαββἀτῳ τῆς Ε' ῾Εβδομάδος ᾽Επιστολῶν).

Ἀδελφοί, ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ᾽Αββᾶ ὁ πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ῾Η γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ότι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

᾽Αλληλούϊα (γ'), ῏Ηχος πλ. β', (Ψαλμ. ρια').

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

῾Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατά ΜατθαΙον,
(Κεφ. ια' 27 - 30).

(Ζήτει τῇ Πέμπτῃ τῆς Δ' ῾ΕΒδομάδος Ματθαίου).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα
μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν...

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. ᾽Αλληλούΐα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου