Συνολικές προβολές σελίδας

Σάββατο 17 Δεκεμβρίου 2011

11 ΔΕΚΕΜΒΡΙΟΥ ΒΗΧΙΑΝΟΥ ΚΑΙ ΝΟΜΩΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΔΕΚΕΜΒΡΙΟΥ ΙΑ΄
Μνήμη τῶν ὁσίων καὶ θεοφόρων πατέρων
τῆς Κύπρου

ΒΗΧΙΑΝΟΥ ΚΑΙ ΝΟΜΩΝΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Εἰς τό, Κύριε ἐκἐκραξα, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος!

Πάτερ Νόμων θεσπέσιε, τοῦ ᾽Αβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας· ᾽Ιὼβ ἐκτήσω, τὸ ἐν τοῖς πόνοις στεῤῥόν, Δαυῒδ τὸ πρᾶον, ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας· τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.

Πάτερ Νόμων πανένδοξε, οἰ σὲ τιμῶντες πιστοί, τῶν κακῶν τὴν ἐπήρειαν, καὶ ἐχθροῦ τὰς μάστιγας, ἱκετεύομεν δίωξον, καὶ τῶν κινδύνων λύτρωσον, ῞Οσιε, τοὺς μετὰ πόθου, ἐκδυσωποῦντάς σε· ἴασιν δώρησαι, τοῖς νοσοῦσι δούλοις σου, καὶ τὰς ψυχάς, πάντων τῶν τιμώντων σε, σῶσον, μακάριε.

Πάτερ Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, καὶ τῶν ὁσίων, βίον διήνυσας. Ὦ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.






Νόμων, Βηχιανέ, ὑμεῖς, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενοι, τὸν Θεὸν ἐζητήσατε· ῞Ον καὶ εὑρόντες, ὡς ἐποθήσατε, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενοι, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, τῶν μοναστῶν, μέτοχοι γεγόνατε, θεομακάριστοι.

Δόξα. ῏Ηχος πλ. β'.

Δεῦτε ἅπαντες πιστοί, ἀξίως τιμήσωμεν Νόμωνα καὶ Βηχιανόν, νέμοντας ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτούς. Οὗτοι γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξαν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα, εἰς οὐδὲν λογισάμενοι· διὸ καὶ τὴν οὐράνιον τρίβον εὐχερῶς βαδίσαντες, τανῦν σὺν ᾽Αγγέλοις εὐφραίνονται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενοι, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τὴν ἁγίαν μνήμην τελούντων αὐτῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ῾Ο γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ῾Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.
(Κεφ. γ'. 1- 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος έν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.
(Κεφ ε'. 15 ς' 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὑτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾽Ενδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. ᾽Αγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. ᾽Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφία Σολομῶντος τὸ Ανάγνωσμα
(Κεφ. δ'. 7 - 15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. ῾Ηρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γαρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσε ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν.

Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος α'.

Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε, σήμερον ἐν τῷ τεμένει, Νόμωνος καὶ Βηχιανοῦ τῶν ἀκεστόρων· νέμουσι γὰρ ἰάματα δαψιλῶς, τοῖς αἰτοῦσιν αὐτοῖς, καὶ ψυχικῶν νοσημάτων, παρέχουσιν ἴασιν τοῖς νεκρώσασι σάρκα, τῆς τοῦ Κυρίου στοργῆς.

῾0 αὐτός.

Ἀπὸ νεότητος κόσμον, Πατέρες, λιπόντες, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενοι, τὴν ἔρημον ᾠκήσατε, καὶ μονάζοντα βίον σοφῶς ἐνεφήνατε· διὸ ἐν οὐρανοῖς εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, καὶ ἐν οὐρανοῖς ἐσκηνώσατε, ῞Οσιοι. ᾽Αλλὰ πρεσβεύετε τῷ Κυρίῳ ἡμῶν, Νόμων καὶ Βηχιανὲ παναοίδιμοι.

῾0 αὐτός.

Ἀπαρνηθέντες τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ ῞Οσιοι, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν αὐτοῦ, ἐπ' ὤμων ἀράμενοι, εὐαγγελικῶς Χριστῷ ἠκολουθήσατε, ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενοι, καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενοι, Νόμων καὶ Βηχιανὲ ὅσιοι, πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Δόξα... ῏Ηχος πλ. α'.

Ὅσιοι πατέρες, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσαντες, τὸν κόσμον κατελίπετε, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενοι· ὅθεν πᾶσιν ἐβοᾶτε· ᾽Αγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὕρητε ἀνάπαυσιν μετὰ πάντων τῶν ῾Αγίων· ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Εἰς τὸν Στίχον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Στιχηρὰ Προσόμοια.

῏Ηχος α'. Πανεύφημοι Μάρτυρες.

Νόμων πανεύφημε, καλῶς, τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὸχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἐλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τῆς Κύπρου τὰ πέρατα ὑμῶν, νῦν κηρύττει θαύματα. Βηχιανέ, Νόμων, ὅσιοι, θαυματουργίαις γάρ, καταστέψας ὑμᾶς, ὁ Χριστὸς ἐκόσμησε· τὴν σάρκα δι' αὐτὸν ἐνεκρώσατε, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Νόμων παναοίδιμε, πυκνάς, ἀῤῥωστίας σώματος, καὶ ἀσθενείας, μακάριε, ψυχῶν ἰώμενος, εὐχερῶς διἐλυσας, τὸν δεσμὸν τοῦ ὄφεως· τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμᾶς, καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.






Δόξα... ῏Ηχος πλ. β'.

Σήμερον τῶν ᾽Ορθοδὁξων τὰ συστήματα, τῷ ναῷ τῶν ῾Οσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος·παρέχουσι, γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον.

Τριήμερος ἀνέστης, Χριστέ.

Μεγάλων χαρισμάτων, ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

᾽Απολυτίκιον.

῏Ηχος α'. Τῆς ἐρήμου πολίτης.

Τῶν Κυπρίων τὸ κλέος καὶ ῾Οσίων ἀγλάϊσμα, πατέρες ἡμῶν Νόμων καὶ Βηχιανέ, νηστείᾳ κατετήξατε σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς· ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανῶν ἐδέξασθε, ὅσιοι. Δόξα τῷ δεδωκότι ὑμῖν ἰσχύν· δόξα τῷ ὑμᾶς στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

Κάθισμα.


Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυ ΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῳ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τοὺς ἀσκητὰς τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντας πάσας τὰς προσβολὰς τῶν παθῶν, δι' ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντας σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντας τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, πύλη Κυρίου ἡ άδιὁδευτος, ἣν προεκήρυξαν πάντες οἱ δικαιότατοι, καὶ ὁ Προφήτης Δανιήλ ῎Ορος ἀλάξευτον, καὶ Δαυΐδ ὁ μελῳδός, σὺν Μωϋσεῖ καὶ τοῖς λοιποῖς, Βάτον καὶ Στάμνον καὶ ῾Ράβδον, Νεφέλην, Πύλην καὶ Θρόνον, μέγα Ὄρος ἀναδειχθεῖσαν ἡμῖν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

῏Ηχος δ'. ᾽Επεφάνης σήμερον.

Τῷ φωτὶ λαμπόμενοι, τῷ ἀπροσίτῳ, ὡς ἀστέρες λάμψαντες, ἐν τοῖς Κυπρίοις διδαχαῖς, καταφωτίζετε ἅπαντας, τοὺς ἀδιστάκτῳ ψυχῇ
προσιόντας ὑμῖν.

Δόξα. ῞Ομοιον.



Τῶν πιστῶν ἀστράψαντες, ὡς ἑωσφόροι, καὶ τῆς Κύπρου λάμψαντες ἀκτινοβόλοις ἀρεταῖς, ὦ Νόμων σὺν τῷ Βηχιανῷ παρέχοντες πᾶσι νοσοῦσι τὴν ἵασιν.

Καὶ νῦν... Θεοτοκίον.

Ἐπελεύσει Πνεύματος, τοῦ παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνή, Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα.

῏Ηχος γ'. Θείας πίστεως.

Μέγα ὄνομα ὑμῶν πατρίδι, προεξένησαν, θεῖαι ἀσκήσεις, ὑμῶν, Νόμων, Βηχιανέ, μακάριοι· Οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον,νῦν δι' ὑμᾶς ἐπὶ πλέον πεφήμισται, ὦ μακάριοι. Διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι ὑμῶν τὰ μνημόσυνα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Τῆς συμπαθείας σου πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου κράτος τὸ ἅμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι, Παρθένε Θεοτόκε, βοῶ σοι· Σῶσόν με, σῶσον τὸν ἀνάξιον.

Τὸ Α' ᾽Αντίφωνον τῶν ᾽Αναβαθμῶν τοῦ δ΄Ἦχου.

Προκείμενον. ῏Ηχος δ'.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πᾶσα πνοή.

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ς΄ 17 - 23)

(Ζὴτει τῇ Παρασκευῇ τῆς Β΄Ἑβδομάδος Λουκᾶ).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ...

῾0 Ν' Ψαλμός.

Δόξα... Ταῖς τῶν σῶν ῾Οσίων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου…

Στίχ. ᾽Ελέησόν με, ὁ Θεός...

Τὸ ᾽Ιδιόμελον.

῏Ηχος πλ. β'.

Σήμερον τῶν ᾽Ορθοδόξων τὰ συστήματα, τῷ ναῷ τῶν ῾Οσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος· παρέχουσι γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τῶν ῾Οσίων.

ᾨδὴ α'.

῏Ηχος πλ. δ'. Ὑγρὰν διοδεύσας.

Πατέρων ἐξάρχοντες θαυμαστοί, καὶ τῶν ἀσθενούντων, καὶ νοσούντων οἱ ἰατροί, τὴν ἐζοφωμένην μου καρδίαν, ἀχλύος πάσης φωταγωγήσατε.

Ἀπολάβετε, Ἅγιοι, ἀμοιβάς, τῶν πόνων καὶ γέρα, τῶν ἀγώνων τῶν ἐπὶ γῆς, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην, καὶ κληρουχίαν τὴν σωτήριον.

Μακάριοι ὄντες ὡς ἀληθῶς, καὶ τῶν μακαρίων, ἐκληρώσασθε ἄνω γῆν, Βηχιανὲ καὶ Νόμων, δικαίως, εἰλήφατε τὴν χάριν ἰάσεων.

Θεοτοκίον.

Λύτρωσαι γεέννης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης, Παναγία, ἡ τὸν Θεόν, γαστρὶ συλλαβοῦσα, Θεοτόκε, ὃνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.



ᾨδὴ γ΄.

Οὐρανίας ἁψῖδος.

Μετριόφρονες, πρᾶοι, εὐθεῖς, ἁπλοῖ καὶ ἄκακοι· διὸ δυσωποῦμεν, ἀπὸ παντοίας ἀνάγκης, ῥύσασθαι ἡμᾶς, Παμμακάριστοι.

Μαθηταὶ τοῦ Σωτῆρος, καὶ τῶν αὐτοῦ πράξεων, ἀγγελικῶς βιώσαντες, τρόπων χρηστότητι ὅθεν μετάρσιοι, εἰς οὐρανοὺς μεταβάντες, ᾽Αγγέλων γεγόνατε σύσκηνοι.

Ἀπὸ πάσης ἀνάγκης, φθοροποιοῦ, ῞Οσιοι, νόσου καὶ δεινῆς ἀῤῥωστίας, σπεύσατε, σώσατε, πάντας ἡμᾶς δεομένους, καὶ κινδύνων
ῥύσασθε, ῞Αγιοι πανένδοξοι.

Θεοτοκίον.

Οὐρανῶν πλατυτέρα, καὶ Χερουβίμ, ῎Αχραντε, καὶ ἐνδοξοτέρα τῶν ἄνω, πασῶν Δυνάμεων· Παρθένε ἄμωμε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.

Κάθισμα.

῏Ηχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Σταυρὸν τοῦ Κυρίου ἄραντες δή, καὶ αὐτῷ μέχρι τέλους ὄντες πιστοί, τὸν νοῦν οὐχ ἐστρέψατε, ἐν τῷ κόσμῳ, Θεόσοφοι, Βηχιανὲ καὶ Νόμων· τὰ πάθη νεκρώσαντες, ναοὺς ἡτοιμάσατε, ἑαυτοὺς τῷ Θεῷ ὑμῶν· ὅθεν χαρισμάτων, ἀμοιβὴν εἰληφότες, ἰᾶσθε νοσήματα, καὶ διώκετε πνεύματα, Θεοφόροι μακάριοι. Εὔχεσθε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως, Μήτηρ Θεοῦ, ἀφράστως ἐκύησας, τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. ῞Οθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις, Πανάμωμε.

ᾨδὴ δ'.

Εἰσακήκοα, Κύριε.

Κατανύξεως πέφυκε, ὅλος ὁ χῶρος τῆς ὑμῶν ἀσκήσεως, τὰς ἰάσεις νῦν καὶ πάντοτε, ἐπιδαψιλεύετε, Μακάριοι.

Ἀπὸ πάσης λυτρώσασθε, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιοι, Βηχιανὲ καὶ Νόμων ὅσιοι, καὶ παντὸς κινδύνου ἡμᾶς διασώσατε.

Ῥωμαλέον ἱμάτιον, ῞Οσιοι, ἐσχήκατε, καὶ ἀνυπόδητοι, ἐπατήσατε τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.

Θεοτοκίον.

Ὑπὲρ φύσιν ἐκύησας, ἄχραντε Παρθἐνε, τὸν ὑπερούσιον, Θεὸν Λόγον τὸν προάναρχον, Ὃν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ε'.

῞Ινα τί με ἀπώσω.

Ἰάσατε τὰ πάθη, τὰ παρενοχλοῦντά με ἐξ ἀφροσύνης μου, ἃ ἐσκότισέ με, ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα· ἀναστήσατέ με, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου ἰθύνατε δέομαι.

Ὢ καινῶν ἀκουσμάτων ὧνπερ ἀκηκόαμεν ἐπὶ τῇ μνήμῃ ὑμῶν, Βηχιανὲ καὶ Νόμων, τῶν θαυμάτων τὰ πλήθη τὰ ἄπειρα· ἰατρεύονται νῦν, περιχαρῶς οἱ ἀσθενοῦντες, ἀρυόμενοι θεῖα ἰάματα.

Νοσῶν εὕρημαι ὅλως, καὶ κατακαμπτόμενος βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου, τῇ κακῇ προαιρέσει συνέχομαι· ἀναστήσατέ με, τῆς χαλεπῆς καὶ κακοτέχνου, ἀσθενείας, Πατέρες μακάριοι.

Θεοτοκίον.

Κατὰ χρέος σε πάντες, Δέσποινα, κηρύττομεν καὶ μακαρίζομεν· γενεαί σε πᾶσαι, τῶν ἀνθρώπων δοξάζουσιν, ῎Αχραντε. Σὺ γὰρ μόνη πέλεις, χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε πανάμωμε.

ᾨδὴ ς'.

῾Ιλάσθητί μοι, Σωτήρ.

Ἀπόθετα τῷ Χριστῷ, ὀφθέντες σκεύη καὶ τίμια, φωτίζοντες ἀρεταῖς, τοῦ κόσμου τὰ πέρατα, Πατέρες μακάριοι· πάντων ὑμῶν ἐπακούσατε, τῶν τιμώντων τὴν μνήμην ὑμῶν.

Θεμέλιον ἀῤῥαγές, ἐν τῇ ὁδῷ ὑμῶν ἔθετε, τὴν πίστιν καὶ προσευχήν, καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον, περιπεφραγμένοι, διὰ βίου περαιούμενοι.

Ἐν τοῖς σπηλαίοις, Σοφοί, τὸν βίον ὑμῶν διήλθετε, δακρύων καὶ στεναγμῶν, τοὺς ἄνθρακας σβέσαντες, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πραέων, ἐκληρώσασθε γῆν, ῞Οσιοι.

Θεοτοκίον.

Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστὴριον, καὶ κιβωτὸν ἀληθῶς, καὶ στάμνον καί τράπεζαν, καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε, σὲ κηρύττομεν.

Κοντάκιον.

῏Ηχος β΄.

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας.

Τοὺς ἀσκητὰς τῆς ἀληθείας ἅπαντες, άνευφημήσωμεν, πιστοί, ὡς ἀναλάμψαντας, ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντας, τοὺς ἐν πίστει προσιόντας τῷ ναῷ αὐτῶν· διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοήσαντες Νόμων καὶ Βηχιανός, ἁμαρτίαν ἐκ καρδίας μισήσαντες, καὶ τὰ πάθη δεινῶς χαλινώσαντες, τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενοι, τὴν σάρκα ἐδούλωσαν τῷ πνεύματι· ἔξω γὰρ σαρκὸς καὶ τοῦ κόσμου γενόμενοι, εἰς οὐρανοὺς ἀνέδραμον, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν ᾽Αγγέλοις χορεύοντες ἀγαλλόμενοι. Διὸ βοῶμεν μετὰ πόΘου, Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν όσίων καὶ Θεοφόρων πατέρων ἡμῶν Νόμωνος καὶ Βηχιανοῦ.

Στίχοι.

᾽Οσφὺν νοητὴν ἀρετῶν ἐζωσμένοι,
Νόμων καὶ Βηχιανὸς σπεύδουσι πρὸς πόλον.

Χοῦς ἑνδεκάτῃ Βηχιανὸν καὶ Νόμωνα ἐδέχΘη.


Οὗτος ὁ θαυμάσιος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ Νόμων ἦτον γέννημα καὶ θρέμμα τῆς περιφήμου νήσου Κύπρου. ᾽Απὸ ποίους δὲ ἐγεννήθη οὐκ ἔχομεν τὸ ἀκριβὲς εἰπεῖν. Μόνον περὶ αὐτοῦ λέγομεν ὅτι ἀπὸ νεότητος αὐτοῦ τὸν κόσμον καταλιπών, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενος, ἐν ἐρήμοις καὶ ὄρεσι διῃτᾶτο. Καὶ εὑρὼν σπήλαιόν τι καὶ ἐν αὐτῷ κατοικήσας, τὸν μονήρη βίον διήρχετο. Εἰς προσευχὰς ιςαὶ ἀκαταπαύστους δεήσεις σχολάζων, τοὺς ἑαυτοῦ πόδας οὐκ ἐκάλυψεν ὑποδήμασι πώποτε, ἀλλ' ἀφῆκεν ἑαυτὸν ἀνυπόδητον τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους πιέζεσθαι.
Μετὰ τοιούτους καὶ τηλικούτους λαμπροὺς ἀγῶνας, εἰς βαθὺ γήρας ἐλθών, πρὸς Κύριον ἐξεδήμησε. Καὶ ἡ πάντιμος σορὸς τῶν αὐτοῦ λειψάνων ποιεῖ ἄπειρα θαύματα τοῖς εἰς αὐτὴν μετὰ πόθου καὶ εὐλαβείας προσιοῦσι. Διὰ τοῦτο καὶ ἡ πατρὶς αὐτοῦ μέγα ὄνομα ἐξ αὐτοῦ ἐκτήσατο.
Τὸ σχῆμα τοῦ Ἁγίου ἦτον, ὡς φαίνεται έν τῇ εἰκόνι αὐτοῦ, οὐ πολλὰ μακρύς, ἀλλὰ μέτριος, καὶ εἰς τὸ σῶμα ξηρός, ὡς ὁ Μέγας Βασίλειος, εἶχε δὲ τὸ γένειον μακρὺν ἕως τὴν ὀσφὺν αὐτοῦ καὶ λευκότατον.
Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ θείῳ αὐτοῦ ναῷ τῷ ὄντι ἐν τῷ νῦν χωρίῳ ᾽Ανάγυια.
Ὁ ὅσιος Βησσιανὸς ἢ Βηχιανὸς εἷς ἦν ἐκ τῶν ἐντοπίων ὁσίων τῶν ἀσκήσει διαλαμψάντων ἐν Κύπρῳ, ὅπου τιμᾶται εὑρέως, θεωρούμενος ὡς θεραπεύων τοὺς πάσχοντας ἐκ χρονίου βηχὸς καὶ ἐξ οἱουδήποτε ἅλλου πνευμονικοῦ νοσήματος. Τοιχογραφίαι καὶ εἰκόνες αὐτοῦ ὑπάρχουσιν εἰς πλείστους, ναοὺς Μονῶν, πόλεων καὶ χωρίων τῆς Κύπρου ἀπὸ τοῦ 14ου αἰῶνος.
Εἰς τὰ χωρία ᾽Ανάγυια τῆς Λευκωσίας καὶ Φιλοῦσα τῆς Χρυσοχοῦς συνεορτάζεται μετὰ τοῦ ἁγίου Νόμωνος τὴν 11ην Δεκεμβρίου.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.
Στίχοι
• Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
• Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.
• Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.
Στίχοι
• Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
• Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Στίχοι
• Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
• Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.
Στίχοι
• Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
• Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.
Στίχοι
• Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία
• Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ'.

Παῖδες ῾Εβραίων.

Ῥῦσται γεγόνατε προθύμως, τοῖς προστρέχουσιν ὑμῶν τῇ θείᾳ σκέπῃ, ἀπὸ βλάβης ἐχθρῶν, καὶ νόσων καὶ σκανδάλων· Εὐλογητὸς κραυγάζοντες, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἄμωμος γέγονεν ὁ βίος, καθαρωτάτη, Σοφοί, ἡ μαρτυρία,καὶ σωτήριος δέ, τοῖς πίστει προσκυνοῦσι, σεπτὴν ὑμῶν εἰκόνα, Βηχιανὲ καὶ Νόμων, θαυμάσιοι.

Πάθη μαράναντες ἐν βίῳ, μετὰ σώματος ᾽Αγγέλους μιμηθέντες, Παραδείσου τρυφῆς, ἀξίως μετασχόντες, ἀκαταπαύστως ψάλλετε· ῾Ο Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σύ με διάσωσον, Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων, καὶ δεινῆς συμφορᾶς, καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ῞Ον
ἀσπόρως συλλαβοῦσα.

ᾨδὴ η'.

῾Επταπλασίως κάμινον.

Εὑσεβοφρόνως ζήσαντες, Βηχιανέ τε καὶ Νόμων, τὴν δικαιοσύνην, καὶ ἀνδρείαν, ῞Οσιοι, σὺν τούτοις τὴν φρόνησιν, καὶ τὴν ἀγάπην καὶ προσευχήν, καὶ τὴν σωφροσύνην ἀποκτήσαντες πλήρως, ἐγκράτειαν καὶ πᾶσαν ἀρετὴν ἀσκηθέντες, εἰς οὐρανοὺς ἐλθόντες, νῦν ζῆτε εἰς αἰῶνας.

Ὑπὸ τὴν σκέπην, Ὅσιοι, τὴν ὑμῶν καταφεύγοντες, πάντες οἱ νοσοῦντες, οἳ δεινῶς κολάζονται, κραυγάζουσι λέγοντες· σπεύσατε,θεραπεύσατε πάθη, ἃ διττῶς κατακεντοῦσι, τὸ σῶμα καὶ καίουσι δὲ μᾶλλον, τὴν ψυχὴν τὴν ἀθλίαν, ἵνα ὑμᾶς ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σώσατε λαὸν κάμνοντα, νοσημάτων ἀνιάτων, τοὺς προσερχομένους, τῷ σεπτῷ ναῷ ὑμῶν, σὺν πόθῳ καὶ πίστει τε, καὶ τῶν δακρύων ἐπιῤῥοῇ, ἐπικαλουμένους, τὴν θερμὴν μεσιτείαν, ὑμῶν πρὸς τὸν Σωτῆρα, Νόμων καὶ Βηχιανέ, ἵνα ὑμᾶς ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Παρθενομῆτορ ῎Αχραντε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον· νοσοῦντά με ἴασον, σὺν τῇ ψυχῇ καὶ τῷ σώματι· παθῶν τε καὶ ζάλης, καὶ κακώσεως δαιμόνων, ἐξαίρουσά με τάχει, δυσωπῶ σε, Παρθένε, ἵνα σὲ μεγαλύνω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ'.

Κυρίως Θεοτόκον.

Ὁ βίος ὑμῶν ὅλος, πέφυκε δοχεῖον, τῆς τρισηλίου Θεότητος, ῞Οσιοι, ἐξ ἧς λαμβάνομεν πάντες, ταχεῖαν ἴασιν.
Νευρούμενοι ἀγάπῃ, τῇ πρός τὸν Δεσπότην, τὰς τῶν δαιμόνων ἐνέδρας κούφως ἐφύγετε, καὶ οὐρανῶν Βασιλείας, νῦν συμμετέχετε.

Μεγάλως ἀσκηθέντες, ὅσιοι Πατέρες, τῶν δωρεῶν ἐκ Θεοῦ ἀπελαύσατε, τοῦ ἰατρεύειν ἀμέσως, πάντα νοσήματα.

Θεοτοκίον.

Ἐξέκλινα εὐθείας, ὁδοῦ τῆς τοῦ Κυρίου. Θεομακάριστε, Κόρη πανάμωμε, ἀλλὰ τῇ σῇ μεσιτείᾳ, πρόφθασον, σῶσόν με.

᾽Εξαποστειλάριον.

᾽Εν Πνεύματι τῷ ἱερῷ.

Ἐν σώματι ἐπὶ τῆς γῆς, τῶν ᾽Αγγέλων τὸν βίον, μετήλθετε ὡς ἄσαρκοι, ἐν τῷ κόσμῳ δειχθέντες, φωστῆρες ὑπερλάμποντες, τοῖς πιστοῖς ἐφάνητε, Βηχιανέ τε καὶ Νόμων, εὐσεβῶν πάντων κλέος, ἀσκητῶν ἡ καλλονή, καὶ τῶν πατέρων ἡ δόξα.

Θεοτοκίον.

Ἐλπὶς τοῦ κόσμου, ᾽Αγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον, Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένας πρὸς Θεοῦ, ἐμβίβασον θελημάτων.

καὶ ψάλλομεν Στιχηρὰ

Εἰς τοὺς Αἴνους.

῾Ιστῶμεν Στίχους δ'.
Προσόμοια.

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Ἡ καθαρότης καρδίας, ὑμῶν ἀνέδραμεν, εἰς οὐρανίους νόας, σὺν αὐτοῖς τοῦ Δεσπότου, τῷ θρόνῳ παριστάμενοι ἐκτενῶς, ὑπὲρ πάντων πρεσβεύετε, τοῦ λυτρωΘῆναι κινδύνων καὶ πειρασμῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).

Τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν θλιβομένων χαρά, τῶν θαυματουργημάτων, οἱ λαμπροὶ ἑωσφόροι, ὁ Νόμων σὺν τῷ θείῳ Βηχιανῷ, συγκαλοῦσι πάντας ἡμᾶς, τοῦ ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά, καὶ τοῦ σώματος οἱ ἔνδοξοι.

Δεῦτε συνάχΘητε πάντες, ἀπὸ περάτων τῆς γῆς, ὑπὸ ποικίλων νόσων, κατεχόμενοι πόθῳ, ἀρύσασΘε πλουσίως, χάριν Θεοῦ· ἀναργύρως παρέχουσι, τῶν νοσημάτων τὴν ἴασιν δαψιλῶς, τοῖς νοσοῦσι νῦν οἱ ῞Οσιοι.

Δόξα... ῏Ηχος πλ. δ'.

Τῶν εὐσεβῶν τὰ πλήΘη, τοὺς ὁδηγοὺς ἡμῶν τιμῶμεν, Βηχιανὲ καὶ Νόμων, τὸν κόσμον φυγόντες, σπηλαίοις ᾠκήσατε, τὴν σάρκα σταυρώσαντες, Χριστῷ ἠκολουθήσατε· τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, ἀπεπνίξατε. Ἔξω γὰρ σαρκός, καὶ κόσμου ὅλως γενόμενοι, τοῖς τῆς ἀσκήσεως ἄθλοις, χρυσίου λαμπρότεροι, ἀπηστράψατε, ῞Οσιοι, καὶ καθαρὰ δοχεῖα, γεγόνατε Πνεύματος, τοῦ ῾Αγίου, μακάριοι· πρεσβεύετε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη, καὶ ᾽Απόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῶν ῾Οσίων ᾠδὴ γ΄ καὶ ς΄.

Ὁ Ἁπόστολος

Προκείμενον. ῏Ηχος βαρύς. (Ψαλμ. ρμθ').

Καυχήσονται ὅσιοι ἐν δόξῃ.

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παὑλου
τὸ ᾽Ανάγνωσμα
(Κεφ. η'. 14 - 21)

(Ζήτει τῷ Σαββἀτῳ τῆς Ε' ῾Εβδομάδος ᾽Επιστολῶν).

Ἀδελφοί, ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ᾽Αββᾶ ὁ πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ῾Η γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ότι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

᾽Αλληλούϊα (γ'), ῏Ηχος πλ. β', (Ψαλμ. ρια').

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

῾Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατά ΜατθαΙον,
(Κεφ. ια' 27 - 30).

(Ζήτει τῇ Πέμπτῃ τῆς Δ' ῾ΕΒδομάδος Ματθαίου).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα
μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν...

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. ᾽Αλληλούΐα.

ΔΕΚΕΜΒΡΙΟΥ 11 ΑΚΟΛΟΥΘΙΑ ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥ

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥ
ΣΥΜΠΛΗΡΩΣΙΣ ΤΗΣ ΤΟΥ ΜΗΝΑΙΟΥ ΑΚΟΛΟΥΘΙΑΣ
ΜΝΗΜΗ ΙΑ΄ ΔΕΚΕΜΒΡΙΟΥ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄.
Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια.
Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων
Τὸν ἀσκητὴν τοῦ Κυρίου, δεῦτε τιμήσωμεν, τὸν λάμψαντα ἐν στύλῳ, τῶν θαυμάτων τῇ αἴγλῃ, αὐτῷ ἀναβοῶντες ἀπὸ ψυχῆς, Δανιὴλ παμμακάριστε, μεσίτης φάνηθι θεῖος πρὸς τὸν Θεόν, τῶν πιστῶς μακαριζόντων σε.
Ἐν Παραδείσῳ μεθέξει, Πάτερ θεούμενος, καὶ δήμοις συγχορεύων, εὐκλεῶς τῶν δικαίων, καὶ ὅλος λαμπρυνόμενος τῷ φωτί, Δανιὴλ τοῦ Δεσπότου σου, υἱοὺς ἡμέρας ἀνάδειξον σαῖς εὐχαῖς, ἡμᾶς πίστει εὐφημοῦντάς σε.
Ὥσπερ πολύφωτον ἄστρον, ἐν στύλῳ ἔλαμψας, τῇ θείᾳ ἐπινεύσει, Δανιὴλ θεοφόρε, καὶ πάντας καταυγάζεις ταῖς ἀστραπαῖς, τῶν ὁσίων ἀγώνων σου, δι΄ὧν Χριστῷ εὐηρέστησας καὶ πολλῆς, ἠξιώθης Πάτερ Χάριτος.
Τοῖς Ἀσωμάτοις Ἀγγέλοις, νῦν συναγάλλεσαι, ὁ ἐπὶ στύλου Πάτερ, Δανιὴλ βιοτεύσας, καὶ ᾄδεις τὴν Τρισάγιον τῷ Θεῷ, μελῳδίαν θεούμενος, ὑπὲρ ἡμῶν ἱκετεύων τῶν εὐλαβῶς, προστρεχόντων τῇ πρεσβείᾳ σου.
Δόξα Πατρί. Ἦχος α΄ .
Τὸν Πανεύφημον Ἀσκητὴν καὶ Μοναστῶν τὸ ἐγκαλλώπισμα, Δανιὴλ ἐν ὕμνοις ἐγκωμιάσωμεν, ὅτι τῶν προσκαίρων κατεφρόνησας, παρὰ Συμεὼν εὐλογηθείς, ὡς ἄσαρκος μετὰ σαρκός, ἐν κόσμῳ ἐβίωσεν, ἐν τῷ στύλῳ ἀνελθών· Διὸ τῷ τρισηλίῳ Φωτὶ παριστάμενος, τὸν φωτισμὸν ἡμῶν αἰτούμενος καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πρέσβευε Δανιήλ, ὡς παρρησίαν ἔχων, Χριστῷ τῷ Ζωοδότῃ, διδόναι θείαν χάριν, τοῖς πίστει εὐφημοῦσί σε.
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χάριτι Δανιήλ, τοῦ Ἰησοῦ ἐν στύλῳ, ἀνῆλθες καὶ προθύμως, τὸν βίον σου τελέσας, αὐτῷ νῦν συναγάλλεσαι.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάντες τῷ Δανιήλ, ὑμνήσωμεν προθύμως, ἐν ᾄσμασι ἐνθέοις, τὸν λάμψαντα ἐν στύλῳ, ἀσκήσει ὥσπερ ἥλιος.
Δόξα Πατρί. Τριαδικόν.
Δώρησαι ὦ Τριάς, τοῦ Δανιὴλ πρεσβείαις, πᾶσιν ἡμῖν τὴν χάριν, τοῖς πόθῳ ἀνυμνοῦσι, καὶ πίστει σὲ λατρεύουσι.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Δεδοξασμένη Κόρη, δυσώπει τὸν Υἱόν σου, σὺν Δανιὴλ τῷ θείῳ, διδόναι πᾶσιν ἄφεσιν.
Τὸ, Νῦν ἀπολύεις, τὸ Τρισάγιον τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
Καὶ Ἀ π ό λ υ σ ι ς.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν, τὸ Μακάριος ἀνήρ.
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς΄
Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια.
Ἦχος πλ. δ΄ Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σε Δανιὴλ ὀνομάσωμεν; Ἀσκητὴν ὅτι τὰ πάθη καθυπέταξας τῷ νῷ; Ἀθλητὴν ὅτι πρὸς πᾶσαν ἐκαρτέρησας ποινήν· πρὸς ὕψος, ἀπὸ γῆς στῦλον αἰρόμενον· ἐν πέτρᾳ ἀληθείας ἐρειδόμενον· ἀγωνιστὴν προθυμώτατον καὶ ἰατρὸν ἐμπειρότατον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε Δανιὴλ προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτὴν καὶ φυτοκόμον ἀρετῶν· ἀληθῆ θαυματουργὸν καὶ πρεσβευτὴν ἁμαρτωλῶν· πνευμάτων ἐλατῆρα γενναιότατον· φωστῆρα εὐσεβείας διαλάμποντα· τοῦ πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε Δανιὴλ νῦν καλέσωμεν; Μοναστῶν ὑπογραμμὸν καὶ ἐγκρατείας παιδευτήν, ἐγκαλλώπισμα πιστῶν καὶ ἰαμάτων αὐτουργόν· λυχνίαν τοῖς ἐν σκότει φῶς αὐγάζουσαν· Ἀγγέλων, συμπολίτην καὶ ἰσότιμον· τοῦ Παραδείσου οἰκήτορα καὶ ἐπουράνιον ἄνθρωπον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερα προσόμοια.
Ἦχος δ΄ Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἀγωνισάμενος ἄσαρκος καθάπερ, ἐν ξύλῳ μετέωρος Δανιὴλ Ὅσιε, καὶ τῶν δαιμόνων τὰς φάλαγγας, γενναιοφρόνως σοφὲ νικήσας τῇ καρτερίᾳ σου, πᾶσαν τὴν τοῦ σώματος ἀπαρνησάμενος, στοργὴν καὶ κόσμον τὸν μάταιον, συνετῶς ἄγαν, ὅλῃ ψυχῇ καλῶς παρωσάμενος, ὅθεν τὸ στέφος ἐναπείληφας, ἐκ χειρὸς τοῦ Σωτῆρος πανόλβιε, δυσωπῶν ὑπὲρ πάντων τῶν πιστῶς ἀνευφημούντων σε.
Ὁ φωτοφόρος ἀστὴρ Συμεὼν θεῖος, ὡς ἄλλος Ἠλίας πρίν, Ἐλισσαιὲ μηλωτήν, σοὶ τὸ κουκούλιον δέδωκε, καθάπερ κλῆρον, αὐτοῦ τὴν χάριν διαπορθμεύων σοι· ὅθεν κληρωσάμενος, αὐτοῦ τὸ χάρισμα, ἐπὶ τοῦ στύλου μετέωρος, ἀνῆλθες μάκαρ, ἐν τῷ ἀνάπλῳ παραταξάμενος, κατὰ δαιμόνων καὶ τὸ τρόπαιον, εἰληφὼς Δανιὴλ ἀξιάγαστε, διασώζεις κινδύνων τοὺς τὴν μνήμην σου γεραίροντας.
Ὡς Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκῳ, ἐν στύλῳ παρέμεινας, ὦ Ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας τὰς ἀρετάς σου, ὥσπερ Ἀγγέλους Δανιὴλ Ὅσιε, ἐναποτειχίζοντας τὰς τῶν δαιμόνων ὁρμάς, ὅθεν στερρῶς ηὐτομὀλησας, πρὸς τοὺς ἀγῶνας, τοὺς τῆς ἀσκήσεως παμμακάριστε καὶ ἐκνικήσας τὸν πολέμιον, ἀνεδύσω τῆς νίκης διάδημα, ἐκ χειρὸς τοῦ Κυρίου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Τὸ ἐμπιστευθέν σοι τάλαντον παρὰ Χριστοῦ καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀρρωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος Ἅγιον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, διό σε ἱκετεύομεν Δανιὴλ θαυματουργέ· τὴν εἰρήνην αἴτησαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν … Προεόρτιον ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσὴφ καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρίσῃ καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ΄ἡμῶν.
Εἴσοδος, τό, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα Ἦχος α΄.
Ὁ κλεινὸς καὶ θεοφόρος Δανιήλ, ἐν τῇ τοῦ βίου ἀσκήσει, τὰ στίφη τῶν δαιμόνων καθεῖλεν, ἐν τῷ στύλῳ προθύμως άνελθών· ἐν ἑαυτῷ γὰρ ἔχων τὸν Κύριον, Μοναζόντων ποδηγέτης ἐγένου· καὶ νῦν ἐν οὐρανοῖς σὺν αὐτῷ οἰκῶν πρεσβεύει τοῦ σωθῆναι , τοὺς τιμῶντας τὴν πάνσεπτον μνήμην αὐτοῦ.
Ἦχος ὁ αὐτός.
Τῶν ἐν κόσμῳ γεηρῶν, ἀπὸ νεότητος μακρύνας, τὴν ἐν Χριστῷ ζωὴν ὑπῆλθες, Δανιὴλ Ἱερώτατε· ἐν στύλῳ γὰρ ἀνελθών, ἀσκητικῶς ἀγωνισάμενος, καὶ δοχεῖον ὑπέρλαμπρον τοῦ σοῦ Δεσπότου ἐδείχθης καὶ Μοναζόντων κανὼν ἀκριβέστατος ἐγένου. Καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν πρεσβεύεις, τῷ δι΄ἡμᾶς σαρκωθέντι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα, Ἦχος β΄.
Ἀσκητικοῖς καμάτοις ὁμιλήσας προθύμως, τοῦ Πνεύματος σκήνωμα γέγονας, θεοφόρε Πάτερ Δανιήλ, σαυτὸν καθάρας, ἐκ τῶν γηΐνων τῆς ἀπαθείας γεωργεῖς τὰς χάριτας, καὶ ἐναρέτου ζωῆς ὑποφήτης ὤφθης, ἐν τῷ στύλῳ βιώσας ὡς ἄσαρκος. Διὸ Χριστὸς μάκαρ, σὲ ἐδόξασεν καὶ παρέχει ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν προεόρτιον ὀ αὐτός.
Ἰδοὺ καιρὸς ἤγγικεν τῆς σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ Ἰούδα τέρπου καὶ ἀγάλλου ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστὸς ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς Φιλάνθρωπος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάκαρ Δανιὴλ, θεσπέσιε, θείᾳ δυνάμει ῥωσθείς, τῶν δαιμόνων τὴν ἔπαρσιν, σταθερῶς κατέβαλες, ἐν τῷ στύλῳ ἱστάμενος, δύναμιν ἔχων σὲ ἐνισχύουσαν, καὶ δυναμοῦσαν, Χριστὸν τὸν Κύριον, ὃν καθικέτευε καὶ ἡμῖν δωρήσασθαι, τοῖς εὐλαβῶς, μνήμην τὴν Πανίερον ἐπιτελοῦσἰ σου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὕψωσας στύλῳ τὸ σῶμά σου, πρὸς τὸν Θεὸν δὲ τὸν νοῦν ἀνατείνας πανόλβιε, τὰς ἐλλάμψεις δέδεξαι, Δανιὴλ Θείου Πνεύματος, καὶ ὡς φωσφόρος λαμπτὴρ γεγένησαι, καὶ προφητείας χάρισμα εἴληφας, φῶς καθορώμενος, εὐσεβείας λάμψεσι καὶ παμφαῶν θαυμάτων ταῖς δόσεσι, φωτίζων ἅπαντας.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὅτε ὁ κακόφρων μάκαρ σε, αἱρετικὸς τὸν ἰχθύν, ὃν οὐκ οἶδας κατέφαγε, δαίμονι ἐκδέδοται, ὁ δεινὸς πιεζόμενος, συκοφαντίᾳ καὶ γὰρ καθυπέβαλε, σὲ τὸν νηστείαις κατατατηκόμενον· ὅθεν ὁ δείλαιος, καταμαστιζόμενος, τὸ ἀληθὲς ὁμολογεῖ ἅπασι μεταμελούμενος.
Δόξα. Ἦχος δ΄ .
Ἐν Εὐαγγελίοις ἀκούσας, ὅτι Μοναὶ πολλαὶ ἐν τῇ ἄνω Σιὼν καὶ τῶν ἐνδοτέρω τρυφῆσαι γλιχόμενος, ἀνάλογον δείξας τὴν Ἄσκησιν ἐν τῷ κίονι, τὴν ἀρετὴν ἐκτήσω πανόλβιε· τῷ κρύει γὰρ καὶ καύσωνι καὶ λοιπῇ κακουχἰᾳ λεπτύνας τὸ ὀγκῶδες τοῦ σώματος, κουφισθεὶς δὲ τῷ πνεύματι, τέλεον πρὸς ὃν ἐπόθεις ἀνέπτης, σὺν ἀσωμάτοις ἐπαγαλλόμενος· τῇ ἐγγύ σου οὖν παρρησίᾳ χρώμενος μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου ἀξιάγαστε, καὶ τὴν κάθοδον μενόντων, τῆς σῆς σεπτῆς ἀντιλήψεως.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρί καίεσθαι καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν Φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, Ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.
Τὸ, Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α΄ .
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε· τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώμασι. Δανιὴλ Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.
Τὸν στυλίτην τὸν μέγαν, Μοναζόντων τὸ καύχημα, ταῖς ἀσκητικαῖς ἀριστείαις, ἐπὶ γῆς διαπρέψαντα, τιμήσωμεν τὸν θεῖον Δανιήλ, ἐν ὕμνοις ἐγκωμίων εὐλαβῶς, ὅτι ἀφθόνως παρέχει τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα.Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ Τόκου σου.
Καὶ Α π ὀ λ υ σ ι ς.

ΕΝ Τῼ ΟΡΘΡῼ







Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τριάδος τῆς σεπτῆς οἰκητήριον ὤφθης, ἐν στύλῳ ἀναβάς, Δανιὴλ Θεομάκαρ, διὸ ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν εκλεκτῶν κατοικία καὶ παρέστηκας σὺν Συμεῶνι τῷ πάνυ,τῷ θρόνῳ τοῦ Κτίσαντος.
Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον
Ἀγάλλου ἡ Σιὼν Βηθλεέμ, εὐτρεπίζου· ὁ πάντων συνοχεύς τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν, γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.

Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα
Ἦχος γ΄ . Τὴν Ὡραιότητα.
Τρίβον διώδευσας τοῖς πλείστοις ἄβατον, ἐπὶ τοῦ κίονος ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων ἀμοιβήν τὰ θαύματα ἐκομίσω· ὅθεν ἑορτάζομεν τὴν σεβάσμιον μνήμην σου, καὶ κατασπαζόμεθα τὴν Ἁγίαν Εἰκόνα σου, τὴν ῥῶσιν ἐξ αὐτῆς ἀπαντλοῦντες, Πάτερ Θεόφρον Ἱερώτατε.


Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον.

Χαρᾶς πεπλήρωνται πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ Παντός· Ὤ Θαύματος ἀνερμηνεύτου. Ἄρχεται ὁ Ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος, Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε ἡ Κτισις, ἡμέραν Προεόρτιον.
Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος πλ α' . Τὸν Συνάναρχον Λὀγον.

Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτώμενος, ἐπὶ στύλου ὑψώθης, παθῶν σβεννύων ὁρμάς, τῶν Ἀσκητῶν ἡ κορωνίς, Δανιήλ ῞Οσιε, ταῖς τῶν θαυμάτων ἀστραπαῖς, καταφωτίζεις τοὺς πιστούς καὶ πάντας τοὺς τὴν σεπτήν σου, τελοῦντας μνήμην τὴν θείαν, σῴζων ἐκ νόσων καὶ περιστάσεων.
Δόξα. τὸ αὐτὸ καὶ νῦν, Προεόρτιον.
Ὁ τῶν ὅλων Δεσπότης ὁ ῾Υπερούσιος, μορφωθεὶς ἐκ Παρθένου ῾Αγνῆς τὸν ἄνθρωπον, ἐν Σπηλαίῳ Βηθλεὲμ τεχθῆναι ἔρχεται, ἀνακαινἱζων τὸν Ἀδάμ, πεπτωκότα δολερῶς, τῇ πάλαι βρώσει τοῦ ξύλου· ὑμνολογήσωμεν πάντες, τούτου τὴν ἄκραν συγκατάβασιν.
Οἱ Ἀναβαθμοὶ, τὸ α΄. Ἀντίφωνον τοῦ δ΄. ἤχου.
Προκείμενον Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὸ, Πᾶσα Πνοή.
καὶ τὸ Εὐαγγέλιον, ζήτει Παρασκευὴ τῆς Β΄. Ἑβδομάδος Λουκᾶ. (Λουκᾶ ς΄. 17-23)
Ὁ Ν΄. Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Στίχ. ᾽Ελέησόν με ὁ Θεός κατά τὸ μέγα ἔλεός σου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.

Ἀγγελικὸν βίον ἐν γῇ ἐπιδειξάμενος, ῞Οσιε Πάτερ, Δανιὴλ μακάριε, ἄνθρωπος οὐράνιος γενόμενος. Ὅθεν τὰ τοῦ κόσμου σκύβαλα ἡγησάμενος, ἐν στύλῳ ἀνελθών, ἀσκητικῶς ἠγωνίσθης. Διὸ καὶ ἐν τοῖς οὐρανοῖς οἰκῶν, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύεις, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, ὁ
παρών, οὗ ἡ Ἀκροστιχίς· «Ὕμνοις γεραίρω,
Δανιὴλ τὸν Στυλίτην, ὁ Ἰωσήφ».
ᾨδὴ α΄.
῟Ηχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Ὕμνοις ἀνευφημῆσαι μέλλοντι τὴν μνήμην σου μακάριε, φωτοφόρον μοι αἴγλην, Δανιὴλ οὐρανόθεν κατάπεμψον.
Μέγας ἥλιος ὄντως, Πάτερ ἐξανέτειλας τοῖς πέρασιν, ἀρετῶν δᾳδουχίᾳ, καταυγάζων πιστῶν τὰ συστήματα.

Νόμοις τοῖς τοῦ Δεσπότου, Πάτερ καθυπείκων ἀπενέκρωσας, ἐγκρατείᾳ τὴν σάρκα, καὶ ὑπέταξας ταύτην τῷ Πνεύματι.
Θεοτοκίον
Ὅλος ἄνθρωπος ὤφθη, μείνας ὅπερ ἦν καὶ μετὰ σάρκωσιν, ὁ ἐκ σοῦ Θεοτόκε, γεννηθεὶς ἀναλλοίωτος Κύριος.

ᾨδὴ γ'
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».

Ῥάβδῳ τῆς ἐγκρατείας, τὴν τῶν παθῶν θάλασσαν, Πάτερ διαρρήξας, διέβης ἀκαταπόντιστος, καὶ ὄρος ἔφθασας, τῆς ἀληθοῦς ἀπαθείας, καὶ Θεῷ ὡμίλησας νοῦ καθαρότητι.

Ἀνελθὼν εἰς τὸ ὕψος, τῶν ἀρετῶν γνώριμος, γέγονας τῷ κόσμῳ ἐν στύλῳ, μένων μετέωρος, καὶ τῇ λαμπρότητι, τῶν παραδόξων θαυμάτων, καταυγάζων πίστει σοι, τούς προσανέχοντας.

Ἱδρυμένος ἐν πέτρᾳ, τῆς τοῦ Θεοῦ γνώσεως, πάσαις μεθοδείαις δαιμόνων, ὤφθης ἀκλόνητος, στύλῳ τὸ σῶμα δέ, ἐπὶ τῆς γῆς ἀνυψώσας, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς τὰ οὐράνια.
Θεοτοκίον
Ῥῦσαι τῆς τῶν παθῶν με, ἐπαγωγῆς Δέσποινα, καὶ τοὺς πολεμοῦντας ἐχθρούς μοι, νῦν ἐκπολέμησον, στήριξον πέτρᾳ με, τῶν τοῦ Θεοῦ θελημάτων, τὴν ψυχήν μου φώτισον, Πύλη τοῦ θείου φωτός.
Ὁ Εἱρμὸς
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον· ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, λυτροῦσθαι ἐκ θλίψεων, καὶ πληροῦν τὰ αἰτήματα, τῶν πιστῶς ἐκβοώντων σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου.


ᾨδὴ δ'
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Ὡς φωταυγῆ ἥλιον, Πάτερ ἀοίδιμε, ἐπὶ στύλου, λάμποντα τεθέασαι, τὸν τοῦ Θεοῦ, δοῦλον Συμεών, καὶ ταῖς πηγαζούσαις, ἐκ τούτου θείαις λαμπρότησιν, ἐνθέως κατηυγάσθης, Δανιὴλ καὶ κατ' ἴχνος, τῆς αὐτοῦ πολιτείας ἐβάδισας.

Δαιμονικὰς φάλαγγας, ὅπλῳ τῆς πίστεως, ἐτροπώσω, ῥείθροις τε κατέκλυσας, τῶν προσευχῶν, λύμην τὴν αὐτῶν, Πάτερ ἀναστείλας, ἣν ἐνεποίουν τοῖς πλέουσι, καὶ ἔσωσας τοὺς πίστει, τῷ Χριστῷ μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ἀναστηλῶν, Πάτερ σαυτὸν παμμακάριστε, ὁλονύκτως, ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ Πνεύματος τήν αἴγλην, καὶ τὰς θείας ἐμφάσεις, καθαρᾷ διανοίᾳ δεχόμενος.
Θεοτοκίον
Νόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται· νομοδότην, Λόγον γὰρ ἐγέννησας, ὑπὲρ αἰτίων ὡς ἀληθῶς, Πάναγνε καὶ λόγον, τῆς ἀλογίας ῥυσάμενον, τὸ γένος τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ᾨδὴ ε'
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Ἵνα τῆς ἀθανάτου, δόξης ἐπιτύχῃς, σαρκὸς ἐθανάτωσας, τὰς ὀρέξεις Πάτερ, καὶ παθῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ἐγκρατείας πόνοις, καὶ ποταμὸς θαυμάτων ὤφθης, καὶ πηγὴ ἰαμάτων ἀοίδιμε.

Ἣν διώδευσε τρίβον, Πάτερ ἐπὶ γῆς Συμεὼν ὁ θαυμάσιος, ἐν ἐκτάσει μάκαρ, γεγονότι σοι ὤφθη δεικνύων σοι, σὺν δυσὶν Ἀγγέλοις· Δεῦρο βοῶν, καὶ στῆθι πρός με, πρὸς Θεὸν ἀνυψούμενος χάριτι.

Λαμπρυνόμενος αἴγλῃ, Πάτερ ἀνεσπέρου, καὶ θείας ἐλλάμψεως, τῶν δαιμόνων ζόφον, καὶ παθῶν τὴν ὁμίχλην ἐδίωξας, καὶ ὡράθης στῦλος, φωτοειδὴς καὶ κλῖμαξ ὄντως, πρὸς Θεόν τοὺς πιστοὺς ἐπανάγουσα.
Θεοτοκίον
Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα, τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας μόνη Πανύμνητε, Θεοτόκον· ὅθεν, παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοί σε Παρθένε δοξάζομεν.

ᾨδὴ ς'
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Ὁ νοῦς σου τῇ πρὸς Θεόν, ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος, καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος.

Ναμάτων ζωοποιῶν, τῶν χαρισμάτων τοῦ Πνεύματος, πλησθεῖσά σου ἡ ψυχή, θεόφρον πανόλβιε, ποταμοὺς ἀνέβλυσεν, ἰαμάτων ὄντως, ὀχετοὺς παθῶν ξηραίνοντας.
Θεοτοκίον
Σὲ προστασίαν πιστοί, καὶ τεῖχος κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον.
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπακουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον φῶς τῆς γνώσεως.
Ὁ Οἶκος
Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλά μοι δίδου λόγον Ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.
Στίχοι
• Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
• Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.
• Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.
Στίχοι
• Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
• Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Στίχοι
• Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
• Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.
Στίχοι
• Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
• Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.
Στίχοι
• Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία
• Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ'
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὕψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε.

Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἵλεως ἔσο μοι Παρθένε, καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας, ἐν μοτώσει τῆς σῆς, θεράπευσον πρεσβείας· Εὐλογημένος κράζοντα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η'
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῶν καλῶν τὸ ἀκρότατον, Πάτερ θεοφόρε, ἀκριβῶς κατέλαβες, πτεροῖς κουφιζόμενος, τῶν ἐναρέτων πράξεων, καὶ σὺν ἀσωμάτοις, Δανιήλ ἀνακράζεις· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἡ τοῦ Θεοῦ σε δύναμις, προφανῶς ἐνισχύσασα, φέρειν τοῦ κρυμοῦ, τὸ δυσχερὲς ἐποίησεν, ἡλίου τὸν καύσωνα, τὰς σηπεδόνας τὰς τῆς σαρκός, καὶ τῶν ἐξ αὐτῆς, γεγενημένων σκωλήκων, τὴν κάκωσιν βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νέος Ἰὼβ σὺ πέφηνας, Δανιὴλ ἀξιάγαστε, πλήθει πειρασμῶν, περισχεθεὶς καὶ θλίψεων, Δαυΐδ τὴν πραότητα, καὶ Ἰακὼβ τὸ ἄπλαστον, καὶ τὴν σωφροσύνην, Ἰωσὴφ ἐμιμήσω, κραυγάζων, τὸν Δεσπότην· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οἱ Θεοτόκον Δέσποινα, Παναγία φρονοῦντές σε, ῥήμασιν ἑπόμενοι, τοῖς σοῖς πανύμνητε· σὲ νῦν μακαρίζομεν, ὅτι Θεὸν μακάριον, ἔτεκες ἡμῖν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ δὲ ὑποστάσει, ἀνυμνοῦντες βοῶμεν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ'
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἰδού σοι πύλαι οὐρανῶν, μεταστάντι καὶ τὸν δρόμον τελέσαντι, Πάτερ ἠνοίχθησαν, καὶ τῶν Ἀγγέλων τάξεις ἐδέξαντο· ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε· ὃν ὑμνοῦντες οἱ πιστοὶ μεγαλύνομεν.

Ὡς κρίνον Πάτερ τοῦ ἀγροῦ, ἐν λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, ἱλαρύνων τῷ ἐλαίῳ τῶν πόνων σου.

Στῦλόν σε βάσει ἀρετῶν, στηριζόμενον ἡ κτίσις ἐγνώρισε, πύργον ἀκλόνητον, θαυμάτων βρύσιν, λιμένα εὔδιον, τῶν ἰαμάτων θησαυρόν, δοχεῖον τοῦ Πνεύματος· διό σου σήμερον, Δανιὴλ ἐπιτελεῖ τὸ μνημόσυνον.

Ἡλίου σήμερον ἡμῖν, ἐξανέτειλε φαιδρότερον Ὅσιε, ἡ θεία μνήμη σου, πιστῶν καρδίας καταφωτίζουσα, δικαιοσύνης τῷ φωτὶ ζόφον δὲ διώκουσα, τῶν ψυχοφθόρων παθῶν, ἣν τελοῦντες εὐσεβῶς ἀνυμνοῦμέν σε.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.
Ὁ Εἱρμὸς
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἐν Πνεύματι τῷ Ἱερῷ
Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος, Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε υἱόν, ἠξίωσεν ἀπολαύειν.
Θεοτοκίον, ὅμοιον
Ἐκύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ ὁ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.


ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν Στίχους δ΄. καὶ ψάλλομεν τὰ παρόντα
Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ α΄.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δανιὴλ πανάριστε τὰ σά, θεῖα κατορθώματα, ἀνθρὠπων γένη ἐξέστησαν καὶ κατεπλάγησαν, ἅπαντα Ἀγγέλων, Ἱερὰ στρατεύματα, μεθ΄ ὧν ὑπὲρ ἡμῶν τῶν τελούντων σου, ἀεὶ τὴν ἔνδοξον, θείαν μνήμην Ἱερώτατε, μνημονεύων μὴ παύσῃ πρὸς Κύριον.
Νεκρώσας φρονήματα σαρκός, νυχθημέροις πόνοις σου, Χριστῷ τὸν νοῦν σου ἀνέτεινας, καὶ γνησιώτατος, μύστης καὶ θεράπων, ἀληθὴς γεγέννησαι, ἐν στύλῳ Δανιὴλ ἀνερχόμενος, ὃν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν ὑγείαν ψυχῆς τε καὶ σώματος.
Δανιὴλ μακάριε τῇ σῇ στάσει ἐπὶ κίονος, καὶ ὑπὲρ φύσιν ἀγῶσί σου, πάσας κατέσβεσας σαρκὸς τὰς ὀρέξεις πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν, καὶ τῆς καρδίας τὰ ὄμματα, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Τὸν βίον σου Πάτερ ἐκ παιδὸς, τῷ Θεῷ ἀνέθηκας, ταῖς ἀρεταῖς αὐγαζόμενος, τοῦ θείου Πνεύματος, ἀναβὰς δὲ στύλῳ, ἠξιώθης χάριτος, προλέγειν τῶν μελλόντων τὴν ἔκβασιν, νῦν δὲ θεσπέσιε καὶ ἡμᾶς ἐνθέοις πράξεσι, κοσμηθῆναι πρὸς Θεὸν ἱκέτευε.

Δ ό ξ α. Ἦχος πλ. δ΄.

Τίς μὴ θαυμάσει, τῶν ἀγώνων σου τὰ πλήθη; τίς μὴ ὑμνήσῃ τὴν ὑπομονήν τῆς ἀδαμαντίνης σου ψυχῆς, Δανιἡλ πανθαύμαστε; τὴν ἀένναον προσευχήν, τῶν δακρύων τὴν πηγήν, τὴν πάλην τῶν δαιμόνων, τὰς ἐν τῷ στύλῳ τήξεις, τῆς Ἁγίας σου σαρκός, τὴν σῆψιν τῶν μελῶν, τὰς ἐν ψύχει καὶ καύματι, χρονίους φρυγανώσεις τοῦ σώματος, τὸ ἀεὶ ἐφ΄ ὕψους αἴθριον, ἐν ἄκρᾳ ἐγκρατείᾳ καὶ στερήσει τοῦ ἐνδύματος, δι΄ ὧν τῆς ἀφθαρσίας, τὴν στολήν ἐνδυσάμενος, πρεσβεὑεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιος, ἦχος ὁ αὐτος.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· Φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. ῎Αγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσἱδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε· Πᾶσα πνοή αἰνεσάτω τὸν Παντουργέτην.

Δοξολογία Μεγάλη, Ἐκτενής
καὶ ᾽Απόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐκ τοῦ Κανόνος τοῦ ῾Αγίου
ἡ γ΄ καὶ ς΄ ᾠδές.
Ἦχος Βαρύς. Ψαλμὸς ΡΜΘ΄ .
Καυχήσονται ῞Οσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.
Στίχ· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν...
᾽Απόστολον. Ζήτει τῷ Σαββάτῳ τῆς κζ΄. ἑβδομ, (Γαλ. ε. 22-26, ς΄. 1 -2 )
᾽Αλληλούϊα (γ΄ ) Ἦχος α΄. Ψαλμὸς ΡΙΑ΄.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ. ῾Η Δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Εὐαγγέλιον. Ζἡτει εἰς τὴν Λειτουργίαν τῆς ἑορτῆς τοῦ Ἁγ. Σάββα.
(Ματθ. ια΄. 27-30)
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Στῦλος εὐσεβείας ὤφθης λαμπρός, ἐν στύλῳ ἀνῆλθες, παμμακάριστε Δανιήλ· Ὅθεν ἐκ τοῦ Κτίστου, ἀξίως ἐδοξάσθης, καὶ ἅπασι παρέχεις, χάριν τὴν ἄφθονον.

ΔΕΚΕΜΒΡΙΟΥ 11 ΝΟΜΩΝΟΣ ΚΥΠΡΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΔΕΚΕΜΒΡΙΟΥ 11

ΟΣΙΟΥ ΝΟΜΩΝΟΣ

ΑΚΟΛΟΥΘΙΑ



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ



ΜΕΤΑ ΤΟΝ ΠΡΟΟΙΜΙΑΚΟΝ, ΤΟ ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ. ΕΙΣ ΤΟ ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ, ΙΣΤΩΜΕΝ ΣΤΙΧΟΥΣ ΣΤ΄ ΚΑΙ ΨΑΛΛΟΜΕΝ ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ.
ἮΧΟΣ ΠΛ. Δ΄. Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ.

Πάτερ Νόμων θεσπέσιε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδῶς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω, τὸν ἐν τοῖς πόνοις στεῤῥόν, Δαβὶδ τὸν πρᾶον ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν. (Δίς)



Πάτερ Νόμων πανένδοξε, ὁ Ταμασέων λαός, πρὸς παντοίαν ἐπήρειαν, ἐπικαλουμένων σε, μετὰ πόθου καὶ πίστεως, καὶ λυτρουμένων, πάσης κακώσεως, καὶ τοῖς νοσοῦσιν ἴασιν δώρησαι. Ὤ θείας Ὅσιε, καὶ θερμῆς πρεσβείας σου, δι’ ἧς ἡμᾶς, ὥσπερ τεῖχος ἄῤῥηκτον, φρουρεῖς, πανόσιε. (Δίς)



Πάτερ, Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατὰν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὤ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.



Νόμων, πατὴρ ἡμῶν Ὅσιε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, καὶ μοναστῶν, γέγονας συμμέτοχος, θεομακάριστε.



Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε ἅπαντες πιστοί, ἀξίως ἐπαινέσωμεν, Νόμωνα τὸν θαυμάσιον, νέμει γὰρ ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτόν. Οὗτος γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξεν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα, εἰς οὐδὲν λογισάμενος· διὸ καὶ τὴν οὐράνιον τρίβον, εὐκόλως ἐβάδισεν, καὶ νῦν σὺν Ἀγγέλοις εὐφραίνεται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενος, καὶ πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τὴν ἁγίαν μνήμην, τελούντων αὐτοῦ.



Καὶ νῦν. Τὶς μὴ μακαρίσει σε...

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε σήμερον, ἐν τῷ τεμένει, Νόμωνος τοῦ πανσόφου ἀκέστορος, νέμει γὰρ ἰάματα δαψιλῶς, τοῖς αἰτοῦσιν αὐτοῦ, καὶ ψυχικῶν νοσημάτων, παρέχει ἴασιν, τοῖς νεκρώσασι σάρκα, τῆς τοῦ Κυρίου στοργῆς.



Ἀπὸ νεότητος πάτερ, τὸν κόσμον κατέλιπες, καὶ τὰ τοῦ κόσμου πάντα, εἰς οὐδὲν λογισάμενος, τὴν ἔρημον κατέλαβες, καὶ μονάζοντα βίον, δι᾿ ὅλου ἐνέφηνας, διὸ ἐν οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, ἀλλὰ πρέσβευε τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, Νόμων παναοίδημε.



Ἀπαρνησάμενος κόσμον καὶ τὰ ἐν κόσμῳ Ὅσιε, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν αὐτοῦ, ἐπ᾿ ὤμων ἀράμενος, εὐαγγελικῶς Χριστῷ ἠκολούθησας. Ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενος, καὶ νῦν ἐν οὐῤανοῖς, αὐλιζόμενος, Νόμων πατήρ ἡμῶν Ὅσιε, τοῦ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος. Ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν,



Καὶ νῦν.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε...





















ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. ἮΧΟΣ Α΄. ΠΑΝΕΥΦΗΜΟΙ ΜΑΡΤΥΡΕΣ.

Νόμων πανεύφημε, καλῶς τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος,



Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Τῶν Κυπρίων πέρατα, τὰ σὰ νῦν κηρύττει θαύματα, Νόμων παναληθέστατα, θαυματουργίαις γάρ, ἀμειβόμενός σε ὁ Χριστὸς ἐκόσμησε, τὴν σάρκα δι᾿ αὐτὸν ἀπενέκρωσας, καὶ μετὰ θάνατον, τῶν θαυμάτων κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.



Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Νόμων παναοίδιμε, πυκναῖς ἀῤῥωστείαις σώματος, καὶ ἀσθενείαις ἰώμενος, ψυχὴν μακάριε, τῶν πταισμάτων λῦσον, τῶν δεσμῶν τοῦ ὄφεως, τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμῶν, καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.



Δόξα, Ἦχος πλ. β΄.

Σήμερον, τῶν Ὀρθοδόξων τὰ συστήματα, τῆ σορῷ τοῦ Ὁσίου, μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα, ψυχῆς τε καὶ σώματος· παρέχει γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν, διὸ καὶ ἡμεῖς μετὰ πόθου, σοὶ κράζομεν· χαίροις ὁσίων ἐγκαλλώπισμα, Νόμων παμμακάριστε, τῆς Κύπρου τὸ θρέμμα, ό τὸν Χριστὸν ἐγκολπωσάμενος καὶ τὰ τερπνὰ τοῦ κόσμου εἰς οὐδὲν λογισάμενος, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ λάβῃς Ὅσιε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Καὶ νῦν. Θεοτοκίον.

Ο Ποιητὴς καὶ λυτρωτής μου...



Ἀπολυτίκιον. Ἦχος α΄.

Ταμασέων τὸ κλέος, καὶ Κυπρίων ἀγλάϊσμα, καὶ θαυματουργὸς ὄντως ὤφθης, Νόμων πατήρ ἡμῶν Ὅσιε, νηστείᾳ κατατήξας τῆς σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς. Ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανῶν ἐδέξω θεόπνευστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα τὸ αὐτό. Καὶ νῦν, Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι...











ΟΡΘΡΟΣ



Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον

Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶ παθῶν, δι’ ἐγκρατείας καὶ στερρᾶς ὑπομονῆς, ὡς ἀληθῶς καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρὸν καὶ πάσας τούτου ἐπάρσεις, καὶ νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...



Μετὰ δὲ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῷ φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν τοῖς Κυπρίοις διδαχαῖς, καταφωτίζων μακάριε, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας σοι.

Δόξα. Ὅμοιον.

Ταμασέων ἤστραψας, ὡς ἑωσφόρος, καὶ τὴν Κύπρον ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, Νόμων πατὴρ ἡμῶν Ὅσιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τὸ τῆς χάριτος,

Καὶ νῦν. Θεοτοκίον,

Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἀγγέλου, Κόρη συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.



Μετὰ τὸν Πολυέλεον, Κάθισμα, Ἦχος γ΄. Θείας πίστεως

Μέγα ὄνομα, τῇ σῇ πατρίδι, προεξένησαν, οἱ σοὶ ἀγῶνες, Νόμων Ὁσίων ἐγκαλλώπισμα. Οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον, νῦν διὰ σὲ ἐπὶ πλέον πεφήμισται, ὦ μακάριε, διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι σου νῦν τὰ μνημόσυνα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, Τὴν ὡραιότητα τῆς παρθενίας

Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, τρόμῳ συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος· κράζω ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι· Παρθένε Θεοτόκε βοήθησον, σῶσόν με σῶσον τὸν ἀνάξιον.



Οἱ ᾽ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται .

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ,

Τί ἀνταποδώσωμεν τὸ Κυρίῳ περὶ πάντων, ὦν ἀνταπέδωκεν ἡμῖν;

Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον. Ζήτει τοῦ Ἁγίου Σάββα.



Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις...

Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός... Ἦχος πλ. β΄.

Σήμερον τῶν Ὀρθοδόξων τὰ συστήματα... Ζήτει εἰς τὸν Στίχον (δοξαστικὸν ἀποστίχων ἑσπερινοῦ). Σῶσον ὁ Θεὸς τὸν λαόν σου.



Ὁ κανὼν τῆς Θεοτόκου εἰς ς΄ καὶ τοῦ Ἁγίου εἰς η΄.



Ο κανὼν τοῦ Ἁγίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας

Πατέρων προέξαρχε θαυμαστέ, καὶ τῶν ἀσθενούντων καὶ νοσούντων ὁ ἰατήρ, τὴν ἐζοφωμένην μου καρδίαν, ἐκ πάσης ἀχλύος φωταγώγησον.

Ἀπέλαβες Ἅγιε ἀμοιβάς, τῶν πόνων καὶ γέρα τῶν ἀγώνων σου τῶν σεπτῶν, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην, καὶ κληρουχίαν τὴν σωτήριον.

Μακάριος γέγονας ἀληθῶς, καὶ τῶν μακαρίων ἐκληρώσω τὴν ἄνω γῆν, Νόμων τρισμάκαρ καὶ δικαίως, εἴληφας τὴν χάριν τῶν ἰάσεων.


Θεοτοκίον.

Λύτρωσαι γεέννης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης Παναγία ἡ τὸν Θεόν, γαστρὶ συλλαβοῦσα Θεοτόκε, ὅνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ήμῶν.



ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε.

Μετριώτατος ὤφθης, πρᾶος εὐθὺς ἄκακος, ὅσιος ἁπλοῦς τε καὶ σώφρων, Νόμων ἔνδοξε, ἐκδυσωποῦμέν σε, ἀπὸ παντοίας ἀνάγκης, ρῦσαι τοὺς ἱκέτας σου, ἀξιοθαύμαστε.

Μαθητὴς τοῦ Σωτῆρος, καὶ τῶν αὐτοῦ πράξεων, ἀγγελομιμήτως ἐγένου, τρόπων χρηστότητι, ὅθεν μετάρσιος, εἰς οὐρανοὺς ἀνεδείχθης, καὶ Ἀγγέλων γέγονας, σύσκηνος Ὅσιε.

Ἀπὸ πάσης ἀνάγκης, φθοροποιοῦ Ἅγιε, νόσου καὶ δεινῆς ἀρρωστείας, πρόφθασον σῶσόν με· τῶν ἀσθενούντων γάρ, σὺ ἰατὴρ ἀνεδείχθης, ἐπικαλουμένων σε, Νόμων ἔνδοξε.

Θεοτοκίον.

Οὐρανῶν πλατυτέρα, καὶ Χερουβεὶμ ἄχραντε, καὶ ἐνδοξοτέρα τῶν ἂνω, πασῶν δυνάμεων, Παρθένε Ἄχραντε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.

















Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Σταυρὸν τοῦ Κυρίου, ἄροις σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαὐτὸν τῷ Κυρίῳ σου. Ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σοὶ γαστρί...



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου.

Κατανύξεως πέφυκε, χῶρος τὸ σπήλαιον, ἐν ᾧ οἴκησας, τὰς ἰάσεις γὰρ ἑκάστοτε, ἐπιδαψιλεύεις παμμακάριστε.

Ἀπὸ πάσης με λύτρωσαι, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιε, Νόμων θεομακάριστε, καὶ παντὸς κινδύνου με διάσωσον.

Ῥωμαλέον ἱμάτιον, ἔσχες θεοφόρε, καὶ ἀνυπόδητος, διεπάτησας τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.


Θεοτοκίον.

Ὑπὲρ φύσιν ἐκύησας, ἄχραντε Παρθένε τὸν Ὑπερούσιον Θεὸν Λόγον τὸν προάναρχον, ὃν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου;

Ἴασαί μου τὰ πάθη, τὰ παρενοχλοῦντά με, ἐξ ἀφροσύνης μου, ἃ ἐσκότισέ με, ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα. Ἀλλ᾿ ἀνάστησόν με, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου κατεύθυνον δέομαι.

Ὤ καινῶν ἀκουσμάτων, ὧνπερ ἀκηκόαμεν, ἐπὶ τῇ μνήμῃ σου, Νόμων τρισμάκαρ, τῶν θαυμἁτων τὰ πλήθη τὰ ἄπειρα, ἰατρεύεις πάντας, περιχαρῶς τοὺς πονουμένους, καὶ παρέχεις ἀφθόνως ἰάματα.

Νοσηλεύομαι ὄλως, καὶ κατακαμπτόμενος, βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου, τῇ κακῇ προαιρέσει συνέχομαι. Ἐξανάστησόν με, τῆς χαλεπῆς καὶ κακοτέχνου, Νόμων Θεοφόρε, πατὴρ ἡμῶν.

Θεοτοκίον.

Κατὰ χρέος σε πάντες, Δέσποινα κηρύττομεν, καὶ μακαρίζομεν, γενεαί σε πᾶσαι, τῶν ἀνθρώπων δοξάζουσιν ἄχραντε. Σὺ γὰρ μόνη πέλεις, Χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε Πανάχραντε.















ᾨδὴ ς΄. Ἱλάσθητί μου, Σωτήρ.

Ἀπόθετον τῷ Χριστῷ, ὡράθης σκεῦος καὶ τίμιον, ταῖς ἀρεταῖς δᾳδουχῶν, τοῦ κόσμου τὰ πέρατα, παμμάκαρ θεόληπτε, Νόμων θεόφρον, μὴ ἐλλείπῃς τοὺς τιμῶντάς σε.

Θεμέλιον ἀῤῥαγές, ἀπέθου ἐν τῇ καρδἱᾳ σου, τὴν πίστιν καὶ προσευχήν, καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον, περιπεφραγμένος, διὰ βίου περαιούμενος.

Ἐν τῷ σπηλᾳίῳ σοφέ, τὸν βίον σου διεπέρασας, δακρύων καὶ στεναγμῶν, τοὺς ἄνθρακας ἔσβεσας, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πρᾳέων, ἐκληρώσω γῆν ὡς εἴρηται,

Θεοτοκίον.

Ἁγίασμα νοητόν, καὶ ἄθραυστον ἱλαστήριον, καὶ κιβωτὸν ἀληθῶς, καὶ στάμνον καὶ τράπεζαν, καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε σὲ κηρύττομεν.



Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας.

Τὸν ἀσκητὴν τῆς ἀληθείας ἅπαντες, ἀνευφημήσωμεν πιστοί ὡς ἀναλάμψαντα, ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντα, τοὺς ἐν πίστει προσιόντας τῇ σορῷ αὐτοῦ, διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων πατὴρ ἡμῶν Ὅσιε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.

Ο Οἶκος.

Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοῶν Νόμων ὁ θαυμάσιος, καὶ τὸν κόσμον ἐκ καρδίας μεμίσηκε, καὶ τὰ πάθη δεινῶς ἐχαλίνωσε, τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενος, καὶ τὴν σάρκα δουλώσας τῷ πνεύματι, ἔξω σαρκὸς καὶ τοῦ κόσμου γενόμενος, εἰς οὐρανοὺς ἀνέδραμεν, ἔνθα ὁ τῶν ἑορταζόντων, ἦχος ὁ ἀκατάπαυστος, καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν Ἀγγέλοις χορεύων, καὶ ἀγαλλόμενος. Διὸ πάτερ σὺν πόθῳ, καρδίας βοῶμέν σοι· μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.



Συναξάριον.

Τῷ αὐτῷ μηνὶ ια΄, τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νόμωνος τοῦ θαυματουργοῦ.

ΣΤΙΧΟΙ.

Ὀσφὺν νοητὴν ἀρετῶν ἐζωσμένος,
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.

Χοῦς, δεκάτῃ πρώτῃ, Νόμωνα ἐδέχθη.

Οὗτος ὁ θαυμάσιος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ Νόμων ἦτον γέννημα καὶ θρέμμα ταύτης τῆς περιφήμου νήσου Κύπρου. Ἀπὸ ποίους δὲ ἐγεννήθη οὐκ ἔχομεν τὸ ἀκριβὲς εἰπεῖν. Μόνον περὶ αὐτοῦ φαμέν, ὅτι ἀπὸ νεότητος αὐτοῦ τὸν κόσμον καταλιπών, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενος, ἐν ἐρήμοις καὶ ὄρεσι διαιτώμενος, Καὶ εὑρών τι σπήλαιον καὶ ἐν αὐτῷ κατοικήσας, τὸν μονήρη βίον διήρχετο. Εἰς προσευχὰς καὶ ἀκαταπαύστους δεήσεις σχολάζων, τοὺς δὲ ἑαυτοῦ πόδας οὐκ ἐκάλυψεν ὑποδήμασι πώποτε. Ἀλλὰ ἀφέντα ἑαυτὸν ἀνυπόδητον, τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους πιεζόμενον.

Λοιπὸν μετὰ τοιούτους καὶ τηλικούτους λαμπροὺς ἀγῶνας εἰς βαθὺ γῆρας ἐλθὼν πρὸς Κύριον ἐξεδήμησε. Καὶ ἡ πάντιμος σορὸς τῶν αὐτοῦ λειψάνων ποιεῖ ἄπειρα θαύματα τοῖς εἰς αὐτὴν μετὰ πόθου καὶ εὐλαβείας προστρέχοντας, διὰ τοῦτο καὶ ἡ αὐτοῦ πατρίς, μέγα ὄνομα ἐξ αὐτοῦ ἐκτήσατο, Τὸ δὲ σχῆμα τοῦ αὐτοῦ Ἁγίου ἦτον, ὡς φαίνεται ἐν τῇ αὐτοῦ εἰκόνι, οὐ πολλὰ μακρὺς ἀλλὰ μέτριος καὶ εἰς τὸ σῶμα ξηρός, ὡς ὁ Μέγας Βασίλειος, εἶχε δὲ τὸ γένειον μακρὺν ἕως τὴν ὀσφὺν αὐτοῦ καὶ λευκότατον. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ θείῳ αὐτοῦ ναῷ, τὸ ὄντι ἐν τῷ νῦν χωρίῳ Ἀνάγυια.



Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.

Στίχοι:

Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,

Οἰκεῖ Δανιὴλ πρὶν στύλον, καὶ νῦν πόλον.

Οὗτος γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπο Μεσοποταμίας ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἠλία καὶ μητρὸς Μάρθας ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ, παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ ἀσκήσει, καὶ παρ᾿ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς Θρᾴκης μέρεσι, πλησίον τοῦ Βυζαντίου, ἐν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἑαυτὸν ἔν τινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα κίονι ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει, καὶ ταῖς ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ᾿ αὐτὸν Ζήνωνι, καὶ τῷ τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι, προσεκύνησαν τὸν Ἅγιον, καὶ προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ὑπὸ τῶν αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.



Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ τοῦ νέου Στυλίτου.

Στίχοι:

Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στύλος,

Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὅν τρέχει.

Οὗτος ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη, τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις. Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται· καὶ τῇ ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται, κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς προσκομιζομένης αὐτῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς, καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ καλέσαντι ἑπόμενος καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον, ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων ἔρχεται, κἀκεῖθεν ἐπὶ Χαλκηδόνα διαβαίνει. Ἐν ᾗ προσεπιβὰς κίονι, θαυμάτων μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι. Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.



Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀειθαλᾶς καὶ Ἀκεψέης, ξίφει τελειοῦνται.

Στίχοι:

Ἀκεψέην βλέπων με πάσχοντα ξίφει,

Ἀειθαλᾶ, ζήλωσον· ἐζήλωσά σε.

Οὗτοι ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλᾶς τῶν εἰδώλων ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν Ἐπίσκοπον τῶν χριστιανῶν ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥῦσις αἵματος. Μαθὼν δὲ παρὰ τοῦ Ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς τὴν ἰδίαν πόλιν ἐπιστρέψας, ἥτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἑτέροις Διδάσκαλον τῆς εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ ἄρχοντι. Τοῦ δὲ ἄρχοντος τὰ κατ᾿ αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται. Ὁ δὲ ἅγιος Ἀκεψεὴς ὑπῆρχε Διάκονος· συσχεθεὶς δέ, καὶ τὸν Χριστὸν ὁμολογήσας, τύπτεται ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾶ. Ὁ δὲ εἰσάγει αὐτοὺς εἰς τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.



Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μείρακος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Στίχοι:

Ἀρνησιχρίστων δόξαν ἅπαν τις βλέπων,

Μηδὲν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.

Οὗτος ὁ μακάριος μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἦν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ δὲ Τενεσῆ γεννηθείς, παρὰ χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφείς, ἐπαιδεύετο ἐν τῇ τῶν χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ τὴν ζώνην κόψας καὶ τὸν Σταυρὸν πατήσας καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό, Ἀγαρηνός εἰμι, καὶ οὐκ ἔτι χριστιανὸς ἀπὸ τῆς σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ, καὶ τῶν παρ᾿ αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.

Ἰδὼν δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν τοῦ Μείρακος καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει· Ἰδού, κύριοί μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησα· καὶ νῦν παρακαλῶ πάλιν γενέσθαι χριστιανὸς καὶ εἶναι μεθ᾿ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ. Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν καὶ ἐπιστρέψῃς πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ αὐτοῦ ἀγαθότητι· ὅτι οὐ παρεῖδε τὴν μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸν Ἀμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ᾿ εἰ θέλεις καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρεῖν, καὶ ἡμᾶς ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε πρὸς τὸν Ἀμηρᾶν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.

Ὁ δέ, τὴν τῶν γονέων λαβὼν συμβουλὴν ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὑτοῦ ζώνην, πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο αὐτόν, καὶ ἤρξατο κράζειν μεθ᾿ ὅσης δυνάμεως εἶχε τό, Κύριε ἐλέησον. Καὶ κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει· Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο· Ἐλθὼν εἰς ἑαυτὸν ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ γενόμενος χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαί σοί τε καὶ πάσῃ τῇ συναγωγῇ, καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγών, ἐπανέκρινεν αὐτόν. Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ φυλακῇ ἐναπέθετο. Καὶ μεθ᾿ ἑτέρας τρεῖς ἡμέρας παραστήσας αὐτόν, ἔτυψε σφοδρῶς· ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ, καθεῖρξε. Καὶ μεθ᾿ ἑτέρας τρεῖς ἡμέρας, πάλιν ἐπανακρίνας αὐτὸν καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις αὐτὸν ἄνωθεν ἔτυψε τῶν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης ἀποφάσεως κατ᾿ αὐτοῦ, ἔλαβον οἱ προστεταγμένοι.

Ἐμβάντες δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα, εἴτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες χριστιανοί τινες, ὡς πολύτιμον δῶρον ἔλαβον. Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως εἴασεν αὐτοὺς κατέχειν αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες, κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ καὶ μέχρι τοῦ νῦν, ἀναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα, εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.







Τῇ αὐτῆ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαρσαβᾶς, ξίφει τελειοῦται.

Στίχοι:

Θύσας, Βαρσαβᾶ, ζῆθι, λυτρωθεὶς ξίφους,

ἄνω ποθῶ ζῇν, θᾶττον ἡκέτω ξίφος.



Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Τερέντιος, Βικέντιος, Αἰμιλιανός, καὶ Βεβαία, ξίφει τελειοῦνται.

Στίχοι:

Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,

Θεοῦ τρία πρόσωπα καὶ φύσιν μίαν.



Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λεοντίου τοῦ ἐν τῇ Ἀχαΐᾳ.

Στίχοι:

Λεοντίου τίς τὸν βίον μὴ θαυμάσει;

Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.

Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον, καλουμένην Μονεμβασίαν, γεννήτορας δέ, τῶν ἐπιφανῶν καὶ θεοφιλῶν. Ὁ δὲ τούτου πατὴρ Ἀνδρέας τοὖνομα, καὶ πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοῦς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος· Τριὰς δὲ τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὧν τὰς ἀρχὰς ἔχων, προσφυᾶ καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς μαθητείαν ἐκδίδοται· ὧν τὴν γλυκύτητα αἰσθανόμενος, ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημῶν ἅψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεν τοῦ νοὸς ὀξύτητι, καὶ βίου καθαρότητι, χρόνος οὗ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν· Εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων· τοῦτο μέν, ἵν᾿ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῆ περιπλέον τοῦτο δέ, ἵν ἐνδιατρίβων τοῖς οἴκοις τῶν Βασιλέων, ἐθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ᾿ οὖν γε μέγας ἐν τε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ Βασιλέως ἀσπάζεται ὅ,τι μάλιστα, καὶ τιμᾶται· τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πάνθ᾿ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ γυναικὶ καὶ προσομιλεῖ· ἡ δὲ Θεοδώρα (οὕτω γὰρ ἐκαλεῖτο) τῶν μεριμνῶν ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε· διὰ ταῦτα, οὗ ἐπόθη, καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων, ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπῶν γυναῖκα καὶ τέκνα (ἦν γὰρ παίδων τριῶν πατήρ) καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ᾿ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα· τούτοις συγκαταλεγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβὼν (Λέων γὰρ ἐλέγετο πρότερον), πάντας ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερεβάλετο, δουλαγωγῶν τὴν σάρκα καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· Ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὅρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα πολλοὺς παρ᾿ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχέει, ὑποταγὴν πᾶσι, καὶ ταπείνωσιν δεικνύων ἄκραν· διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῶν προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολὺ τῆς Πελοποννήσου ἐρήμοις ἐμφιλοχωρεῖ καταμόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτὸν τόπον, ἐν ᾧ γενόμενος, δουλεύσει καὶ εὐαρεστήσει αὐτῷ. Ἀπεκαλύφθη δ᾿ αὐτῷ ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὅρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Αἰγίου, τῆς κοινολέκτου Βοστίτσας· ἔνθα ἐπὶ πλεῖστον διαγαγών, κρύει πηγνύμενος, καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τὸν Χριστόν· ὅθεν καὶ πρὸς ἀπάθειαν ἤλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε, καὶ θαυμάτων ἐπλούτισε τὴν ἐνέργειαν, χωλοὺς καὶ κυλλοὺς ἰώμενος· ἐξ ὧν βασιλεῖς οἱ αὐτάδελφοι ὅ τε Θωμᾶς καὶ Δημήτριος τὴν ἀρετὴν τοῦ ἀνδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σηκόν, ἐν ᾧ ἦν τῷ Ἀρχιστρατήγῳ Μιχαήλ, ἐξ αὐτοῦ ἀνεδείμαντο, καὶ ἄλλα πλεῖστα μέγιστα καταγώγια ἐξ αὐτῶν κρηπίδων περιπυργώσαντες, οὐ πρὸς ἁγιασμόν, καὶ μέρη τῶν ἁγίων παθῶν τοῦ Σωτῆρος, τοῦ τε ἀκανθίνου στεφάνου, τιμίου ξύλου, καὶ σπόγγου, εἴτε χλαμύδος, ἃ ἔφερον, τῇ ἱερᾷ Τραπέζῃ ἐπιτίθενται, καὶ πλόκον ἔτι, ἐκ τῶν τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν· ὁ δὲ ὅσιος, πολὺς πρόξενος σωτηρίας γενόμενος, καὶ πολλοὺς πρὸς ζῆλον καὶ μίμησιν τοῦ αὐτοῦ ἀκραιφνοῦς βίου διαναστήσας, σοφίᾳ καὶ θείᾳ χάριτι, τὸν ἑβδομήκοντα πέμπτον χρόνον τῆς ἑαυτοῦ ἡλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς ἀγγέλους, τὸ πνεῦμα αὐτοῦ ἐν εἰρήνῃ, τῇ χειρὶ τοῦ Θεοῦ παρέθετο· Τὸ δὲ τίμιον αὐτοῦ λείψανον, ἐν ᾧ καὶ ζῶν ἠγωνίζετο, κατετέθη σπηλαίῳ ἀεὶ βρύον ἰάματα, τοῖς μετὰ πίστει αὐτῷ προστρέχουσιν· οὐ εἰς ἀνακομιδήν ποτε, ὁ μαθητὴς αὐτοῦ, καὶ μιμητὴς κατὰ πάντα, πρόεδρος Παλαιῶν Πατρῶν Ἰωακείμ, καὶ πᾶν τὸ σύστημα τῶν ἀδελφῶν συνελθόντες, σεισμοῦ γενομένου, καὶ τοῦ ἄντρου διασχισθέντος, μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες, οὗ ταῖς πανευπροσδέκτους δεήσεσι, ῥυσθείημεν τῆς ἐπιβουλῆς καὶ κακώσεως, τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, Κύριε.



Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Ξηροῦ, τοῦ ἐν τῷ Σπηλαίῳ, τοῦ Ῥώσσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.





















ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Ῥύστης ἐγένου δεομένοις, τοῖς προστρέχουσι, τῆ σκέπῃ σου θεόφρον, ἀπὸ βλάβης ἐχθρῶν, καὶ νόσων καὶ σκανδάλων, ὦ Νόμων κραυγάζοντες· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἄμωμος γέγονεν ὁ βίος, καθαρωτάτη, σοφέ ἡ μαρτυρία, καὶ σωτήριος πᾶσι, τοῖς πίστει προσιοῦσι, τῇ θήκῃ τῶν λειψάνων σου, Νόμων θαυματοφόρε.

Πάθη κατεύνασας σαρκός σου, μετὰ σώματος, Ἀγγέλους ἐμιμήσω, παραδείσου τρυφῆς ἐγένου κληρονόμος, ἀναβοῶν μετάρσιος· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σύ με διάσωσον Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων, καὶ δεινῆς συμφορᾶς, καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ὃν ἀσπόρως συλλαβοῦσα.



ᾨδὴ η΄. Επταπλασίως κάμινον.

Εὐσεβοφρόνως ἔζησας, Νόμων παμμακάριστε, καὶ δικαιοσύνην καὶ ἀνδρείαν Ὅσιε, σὺν τούτοις τὴν φρόνησιν, καὶ τὴν ἀγάπην καὶ προσευχήν, καὶ τὴν σωφροσύνην, ἐξασκήσας θεόφρον, ἐγκράτειαν καὶ πᾶσαν, ἀρετὴν τελειώσας, εἰς οὐρανοὺς μετέστης, καὶ ζῇς εἰς τοὺς αἰῶνας.

Ὑπὸ τὴν σκέπην Ἅγιε, σοῦ πρὸς σὲ καταφεύγοντες, πάντες οἱ νοσοῦντες, καὶ δεινῶς κολάζονται, φωνάζοντες κράζοντες, ὦ Νόμων θεράπευσον, πάθη τὰ δεινῶς, κατακεντοῦσι τὸ σῶμα, καὶ καίουσι δὲ μᾶλλον, τὴν ἀθλίαν ψυχήν μου, ἵνα σὲ μακαρίζω, εἰς πάντας τοὺς αἰῶνας.

Σῶσαι λαὸν τὸν κάμνοντα, νοσημάτων ἀνιάτων, τῶν προσερχομένων, τῷ ναῷ σου Ἅγιε, σὺν πόθῳ καὶ πίστει τε, καὶ τῶν δακρύων ἐπιῤῥοῇ, τῇ τῶν μακαρίων, καὶ σεπτῶν σου λειψάνων, ἀφῇ τε καὶ προσψαύσει Νόμων θεοφόρε, ἵνα σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Παρθενομῆτορ ἄχραντε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, νοσοῦντά με ἴασαι, σὺν τῇ ψυχῇ καὶ σώματι· παθῶν τε καὶ ζάλης καὶ κακώσεως δαιμόνων, ἐξαίρουσά με τάχει, δυσωπῶ σε Παρθένε, ἳνα σὲ μεγαλύνω τὴν Κεχαριτωμένην.



ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὁ βίος σου θεόφρον, πέφυκε δοχεῖον, τῆς τρισηλίου Θεότητος Ἅγιε, ἐξ οὗ λαμβάνομεν πάντες, ταχεῖαν ἴασιν.

Νευρούμενος ἀγάπῃ, τῆ πρὸς τὸν Δεσπότην, τὰς τῶν δαιμόνων ἐνέδρας κούφως ἐξέφυγες, καὶ οὐρανῶν βασιλείας, γέγονας μέτοχος.

Μεγάλως ἠγωνίσω, πάτερ θεοφόρε, καὶ δωρεῶν ἀπολαύσας μεγάλων τε, τοῦ ἰατρεύειν τὰς νόσους τῶν εὐφημούντων σε.



Θεοτοκίον.

Ἐξέφυγον τὰ σπλάγχα, τὰ πεποθημένα, θεομακάριστε Κόρη πανάμωμε, ἀλλὰ τῇ σῇ μεσιτείᾳ, πρόφθασον σῶσόν με.



Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ,

Ἐν σώματι διατελῶν, τῶν Ἀγγέλων τὸν βίον, ὑπῆλθες ὥσπερ ἄσαρκος, καὶ τῷ κόσμῳ ἐδείχθης, φωστὴρ ἀειλαμπέστατος, καὶ τοῖς πᾶσιν ἔδειξας, ὦ Νόμων θεοφόρε, μοναζόντων τὸ κλέος, ἀσκητῶν ἡ καλλονή, καὶ τῶν πατέρων ἡ δόξα.

Θεοτοκίον.

Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις, στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένας πρὸς Θεοῦ, ἐμβίβασον θελημάτων.



ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.
ἮΧΟΣ Α΄. ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΤΑΓΜΑΤΩΝ.

Ἡ καθαρά σου καρδία, πάτερ ἀνέδραμεν, εἰς οὐρανίους νόας, σὺν αὐτοῖς τοῦ Δεσπότου, τῷ θρόνῳ γὰρ τῷ θείῳ παρεστηκώς, ὑπὲρ πάντων ἱκέτευε, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)



Τῆς Ταμασέας τὸ κλέος, ὁ τῶν Κυπρίων φωστήρ, τῶν θαυματουργημάτων, ὁ λαμπρὸς ἑωσφόρος, Νόμων γὰρ ὁ μέγας πάντας ἡμᾶς, συγκαλεῖ ἐν τῇ μνήμῃ αὐτοῦ, τοῦ ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά, καὶ τοῦ σώματος ὁ ἔνδοξος.



Δεῦτε συνάχθητε πάντες, ἀπὸ περάτων τῆς γῆς, ὑπὸ ποικίλων νόσων, κατεχόμενοι πόθῳ, ἀῤῥύσασθε πλουσίως χάριν ἀεί, ἀναργύρως παρέχει γάρ, τῶν νοσημάτων τὴν ἴασιν δαψιλῶς, τοῖς νοσοῦσι τὰ ἰάματα.



ΔΟΞΑ. ἮΧΟΣ ΠΛ. Δ΄.

Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν, πατὴρ ἡμῶν Νόμων, σὺ γὰρ φυγαδεύων, τὴν Ταμασέαν οἴκησας. Τὴν σάρκα γὰρ σταυρώσας, Χριστῷ ἠκολούθησας, τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, πάτερ ἀπέπνιξας. Ἔξω γὰρ σαρκός, καὶ κόσμου γενόμενος, τοῖς γὰρ ἀσκήσεως ἄθλοις, χρυσίου λαμπρότερος, ἀπήστραψας Ὅσιε, καὶ καθαρὸν δοχεῖον, ἐγένου τοῦ Πνεύματος, Νόμων παμμακάριστε, πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν,



Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως-

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Εἰς τὴν λειτουργίαν· τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ᾠδὴ γ΄ καὶ ς΄.

Δευτέρα 5 Δεκεμβρίου 2011

ΛΟΥΚΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ ΔΕΚ 13

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΛΟΥΚΙΑΣ

Δεκεμβρίου ιγ ' καὶ Σεπτεμβρίου ιζ '
ὑπὸ Μητροπολίτου ᾽Ολυμπίας καὶ Τριφυλίας
Στεφάνου Ματακούλια


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια δευτεροῦντες τὰ δύο πρῶτα.



Τῆς Ἁγίας

῏Ηχος δ’. Ἔδωκας σημείωσιν.


Ὅλην ἐκ νεότητος, Λουκία μάρτυς καλλίνικε, σὴν ψυχὴν ἀφιέρωσας, Χριστῷ τῷ Σωτῆρι σου, τῷ δι' εὐσπλαγχνίαν, Σταυρῷ προσπαγέντι, καὶ ἁγιάσαντι ἡμᾶς, ὃν καὶ ποθήσασα ἀξιάγαστε, αὐτῷ συμβασιλεύεις νῦν, ἐν οὐρανοῖς ἀπολαύουσα, εὐφροσύνης καὶ χάριτος, αἰωνίου πανεύφημε.


Κάλλος τὸ τοῦ σώματος, νοὸς παιδείαν καὶ σύνεσιν, ἐλογίσω ὡς σκύβαλα, ποσῶς μὴ κωλύσαντα σὴν καρδίαν, Μάρτυς, Νυμφίον ποθῆσαι, τὸν ἁγιώτατον δι' ὅν, τῶν σῶν αἱμάτων ἔκχυσιν
ἤνεγκας, ἁγνείᾳ διαλάμπουσα, καὶ νῦν μαρτύρων τοῖς τάγμασι,
νικηφόρος παρίστασαι, ὦ Λουκία πανεύφημε.




Ἔστης πρὸ τοῦ βήματος, Λουκία μάρτυς πανάριστε, καὶ Χριστὸν ὡμολόγησας, γενναίως τὸν τύραννον κατατροπουμένη, τοῖς μύδροις τῶν λόγων, Εὐαγγελίου τοῦ Χριστοῦ, δι' ὧν Πασχαῖον τὸν ἀνακρίνοντα, κατῄσχυνας, πανάριστε, καὶ νικηφόρος
παρίστασαι οὐρανίῳ Νυμφίῳ σου, στέφει δόξης κοσμοῦντί σε.


Ὅτε σε ὁ τύραννος, καταγωγίῳ σε ἔρριψεν, ἀμαυρῶσαι
βουλόμενος, ψυχὴν καὶ τὸ σῶμά σου, βδελυγμοῖς ἐσχάτοις,
στερρῶς ὦ Λουκία, ἀντέστης τούτῳ, καὶ ἁγνήν, τὴν σὴν ἐτήρησας
τῷ Νυμφίῳ σου, στολὴν τῆς παρρησίας σου, μεθ' ἧς ἀεὶ συμπαρίστασαι, οὐρανίοις σκηνώμασι, τῶν Παρθένων συνόμιλε.

Δόξα. Ἦχος πλ. α'.



Ἐξέστησαν χοροὶ τῶν ᾽Ασωμάτων, ὁρῶντες ἐπὶ γῆς, ξένον καὶ παράδοξον θέαμα. Παρθένος γὰρ καλή, Σικελίας τὸ κλέος, τῷ ὅπλῳ τοῦ Σταυροῦ κατέβαλε, τὸν ἀρχέκακον δράκοντα. Ταύτην γὰρ οὐκ ἀπειλαί, οὐδὲ μάστιγες, πυρός τε γλῶσσαι, ξίφους τε τομαί, μετακινῆσαι ἴσχυσαν τῆς ἀγάπης Χριστοῦ. Διὸ καὶ εἰς οὐρανοὺς μεταφυτευθεῖσα, ἐν Παραδείσῳ τρυφῆς ἠξίωται, διὰ παντὸς καθορᾶν τὴν δόξαν Θεοῦ. Διὸ καὶ ἡμεῖς, οἱ τιμῶντες τὴν μνήμην αὐτῆς, τῷ κάλλει τῶν ἀρετῶν κοσμηθέντες, σπουδάσωμεν, ἀδελφοὶ, μέτοχοι γενέσθαι της δόξης, ἧς ἠξιώθη αἰωνίως Λουκία ἡ παμμακάριστος.

Καὶ νῦν. Ἦχος πλ. β'


Σπήλαιον εὐτρεπίζου· ἡ ᾽Αμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίας, χρυσὸν καὶ λίβανον καὶ σμύρναν τῷ βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;


Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον της ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

(Κεφ. δ' 10-13, 20-27).


Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς· ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις. ᾽Επιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς, ὅπως μὴ ἐκλιπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ· ζωὴ γὰρ ἐστὶ τοῖς εὐρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις· πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· περίελε σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι, οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια· ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς ἀριστερά, ἀπόστρέψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδούς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.


Σοφίας Σολομῶντος τὸ ᾽Ανάγνωσμα.

(Κεφ. ια' 1-10, 21-26)

Ὁ Θεός, εὐώδωσε τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου,
διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·
ἀντέστησαν πολεμίοις καὶ ἠμύναντο ἐχθρούς, ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ· δι' ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν· ἀντὶ μὲν πηγῆς
ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως,
δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας· ὅτε
γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν
ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο· τούτους μὲν γὰρ ὡς πατὴρ
νουθετῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας. Τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε,
καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; ὅτι ὡς ροπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ρανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν. ᾽Ελεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι καὶ παρορᾶς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν· ἀγαπᾶς γὰρ τὰ
ὄντα πάντα καὶ οὐδὲν βδελύσσῃ, ὧν ἐποίησας· οὐδὲ γάρ, ἂν μισῶν
τι κατεσκεύασας. Πῶς δὲ ἔμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ
μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη; φείδῃ δε πάντων, ὅτι σά ἐστι,
δέσποτα, φιλόψυχε.


Σοφίας Σειρὰχ τὸ ῎Ανάγνωσμα

(Κεφ. ιδ' 1 2, 11 14. Κεφ. ιε' 1 3, 5 6)



Μακάριος ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ
κατενύγη ἐν λύπῃ ἁμαρτίας· μακάριος ὃν οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ. Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε. Μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δῶς αὐτῷ. Μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας,καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθέτω. ῾0 φοβούμενος Κύριον ποιήσει αὐτόν, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν, καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν. Καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ. Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.

Εἰς τὴν Λιτήν. Στιχηρὸν ᾽Ιδιόμελον

῏Ηχος δ'.


Τοῦ κόσμου τὰ γεηρά, τῇ αἴγλῃ τῶν οὐρανίων ἀντήλλαξας, παμμακάριστε Λουκία. ῎Εργοις γὰρ ἀγαθοῖς, τὸ δοθέν σοι τάλαντον πολυπλασιάσασα, νῦν τῶν βραβείων ἀπολαύεις, τῆς δόξης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ ἀΰλῳ φωτὶ Αὐτοῦ περιλάμπεσαι. ῎Οθεν μετὰ ἀγγέλων καὶ ἁγίων συγχορεύουσα, ᾄδεις αἰωνίως τὸν
Τρισάγιον ῎Υμνον καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ὑμῶν.


Εἰς τὸν Στίχον. Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος πλ. α' Χαίροις ἀσκητικῶν.



Χαίροις παρθενομάρτυς Χριστοῦ, μνηστῆρος ὕβριν καὶ μανίαν νικήσασα, τῷ σθένει τοῦ Οὐρανίου, καθωπλισμένη σεμνή, καὶ μὴ λωβηθεῖσα τὴν ἁγνότητα, ψυχῆς, ὡς ἐπείρασεν, ὁ ἐχθρὸς ἀμαυρῶσαι σε καὶ πανώλεσι τῆς αἰσχύνης ἐμπλῆσαί σε. Πρέσβευε οὖν, φιλόθεε, ἡμᾶς τοὺς τιμῶντάς σε, στερεωθῆναι καὶ μεῖναι ἐν τοῖς Κυρίου προστάγμασι. Λουκία ἀγγέλων, οὐρανίων καὶ ἁγίων, θεία συνόμιλος.


Ὅτε, Μάρτυς Λουκία, πικρῶς, ξίφος δημίου κεφαλὴν σὴν ἀπέτεμε, αἱμάσσον δὲ τῷ ἐδάφει, σῶμα ἐρρίφθη τὸ σόν, οὐρανοῦ σοι πύλαι διηνοίγησαν. Δεσπότου ἀγκάλαι δέ, ὑπεδέξαντο πάνσεμνε, καὶ στεφάνοις σε, τοῖς ἀφθάρτοις ἐκόσμησεν. Οἷς κοσμουμένη πρέσβευε, Μαρτύρων τὸ καύχημα, καὶ ἡμῖν τοῖς ἀχρείοις, δούλοις εἰρήνην δωρήσασθαι, Λουκία, ἁγίων καὶ δικαίων τῶν ἐν δόξῃ θείᾳ συνόμιλος.


Χαίροις, Λουκία Μάρτυς σεμνή, ἁγίᾳ Μάρτυρι ᾽Αγάθῃ προστρέξασα, αἰτήσασθαι τὴν ὑγείαν, τῇ σῇ νοσούσῃ μητρί, ἱκεσίαις θείαις τε καὶ δάκρυσι, Χριστοῦ σπλάγχνα ἔκαμψας καὶ ποθούμενον ἔλαβες, ὥσπερ πάλαι τε τὴν αἱμόρρουν ἰάσατο. Πρέσβευε καλλιπάρθενε, ἡμῖν τοῖς τιμῶσί σε ἴασιν δοῦναι καὶ χάριν ταῖς ἁμαρτίαις καὶ κρίμασιν, δεινῶς ἀσθενοῦσι, πολεμήτορος παγῖσι, καὶ δελεάσμασι.

Δόξα.


Τίς εἶδε, τίς ἤκουσε ποτέ, ἀρνίον ἄκακον, λέοντα ἄγριον κατασπαράσσειν; ῍Η στρουθίον ἁπαλόν, ὀρνέων σμῆνος εἰς
τέλος διώκειν; ᾽Αλλὰ ἀνδρειοτέρα ἀνεδείχθη τῇ δυνάμει τοῦ Σταυροῦ, ἡ πολύαθλος Λουκία. Διὸ καὶ βραβεῖα τῆς νίκης αὐτῇ ὁ δίκαιος κριτὴς ἐχαρίσατο, αἰωνίου δόξης καὶ χαρᾶς οὐρανίου ἀξιώσας καὶ ἡμῖν μεσίτριαν θερμὴν Αὐτῷ συστησαμένος. Διὸ καὶ ἡμεῖς
ἱκετεύομεν Χριστόν, ταῖς πρεσβείαις Λουκίας εἰρήνην δωρήσασθαι
καὶ ῥῶσιν ταῖς ψυχαῖς ἡμῶν.


Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Θεοτοκίον τοῦ ῎Ηχου.



Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε· δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

᾽Απολυτίκιον ῏Ηχος α'.

Τῆς ἐρήμου πολίτης.



Σικελίας τὸ κλέος, ᾽Εκκλησίας ἀγλάϊσμα, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ στερρότατον ἔρεισμα, Λουκίαν ὑμνήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ τὴν θαυμαστήν, παρθενίᾳ κοσμουμένην καὶ ἀρετῶν χαρίσμασι διαλάμπουσαν. Δόξα τῷ ἐνισχύσαντι αὐτήν, Δόξα Χριστῷ τῷ στερρώσαντι. Δόξα τῷ δωρουμένῳ τοῖς πιστοῖς στέφος τὸ ἄφθαρτον.



Καὶ νῦν. Θεοτοκίον.


Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.


῞Ετερον Ἀπολυτίκιον τῆς ῾Αγίας.

῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.


Παρθενίας φοροῦσα χλαῖναν ὑπέρλαμπρον, παρθενικῶς ἐμνηστεύθης τῷ Ζωοδότῃ Χριστῷ καὶ ἀγάπην γεηροῦ μνηστῆρος ἔλιπες· ὅθεν ὡς δῶρα νυμφικὰ προσενήνοχας αὐτῷ τὰ ρεῖθρα τῶν σῶν αἱμάτων, Λουκία Παρθενομάρτυς. ᾯ καὶ πρεσβεύεις ὑπὲρ πάντων ὑμῶν.



(Τὸ ᾽Απολυτίκιον τοῦτο εὕρηται εἰς ῾Ωρολόγιον τὸ Μέγα. ῎Εκδοσις τῆς ᾽Αποστολικῆς Διακονίας τῆς ᾽Εκκλησίας τῆς ῾Ελλάδος (᾽Αθῆναι 1972).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

Τὸν τάφον σου Σωτήρ.



Ἐντεύξει καὶ εὐχῇ, τῷ Θεῷ καὶ Σωτῆρι, καθεῖλες ὦ σεμνή, τὸν ἀρχέκακον ὄφιν, τὸ κάλλος φθονήσαντα, τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ κατήγαγες, εἰς γῆν νεκρόν τε καὶ ἄπνουν, ὕμνον ᾄδουσα, τῷ σῷ Νυμφίῳ Λουκία, εἰς τέλος σθενώσαντα.


Δόξα. Καὶ νῦν.
Θεοτοκίον ὅμοιον.



Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.


Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα τῆς ῾Αγίας

῏Ηχος πλ. α'.

Τὸν Συνάναρχον Λόγον.



Ῥιζηδὸν τὴν κακίαν ψυχῆς ἀπέτεμες, καὶ καρποῖς εὐσεβείας αὐτὴν ἐπλούτησας, καὶ τῷ σθένει τοῦ Σταυροῦ κατενίκησας, ἐχθρόν, Λουκία Μαρτύρων κλέος, διὸ πρέσβευε τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Δόξα. Καὶ νῦν.

Θεοτοκίον. ῞Ομοιον.



Χαῖρε ῞Αγιον ῎Ορος καὶ θεοβάδιστον· Χαῖρε ἔμψυχε βάτε καὶ
ἀκατάφλεκτε. Χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου Γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν. Χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.


Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος δ'.Ταχὺ προκατάλαβε.



Τῷ κόσμῳ πηγάσαντι, τὴν σωτηρίαν Σταυρῷ, στερρῶς ἠκολούθησας, Λουκία μάρτυς σεμνή, καὶ τούτῳ παρέθηκας, πνεῦμα σὸν καὶ καρδίαν, τὴν δὲ κάραν σου ξίφει, δήμιος, ὡς ἀφεῖλε, ἐδωρήσω πιστοῖς σου, τιμῶσι μνήμην τὴν σὴν σήμερον ᾄσμασι.


Δόξα. Και νῦν.

Θεοτοκίον, ὅμοιον.



Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων· σύντριψον μηχανίας, καί, κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.




Τὸ Α' ᾽Αντίφωνον του δ' ἤχου καὶ τὸ Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (γ΄)

Πᾶσα πνοή.

Εὐαγγέλιον ῎Ορθρου.

Κατὰ Ματθαῖον

(Κεφ. ι΄ 16-22)



Εἶπεν ὁ Κύριος. ᾽Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ῞Οταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.


Δόξα. Ταῖς τῆς σῆς ῾Αγίας πρεσβείαις ἐλεῆμον...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον...

᾽Ελέησόν με ὁ Θεός.

Καὶ τὸ Στιχηρὸν ᾽Ιδιόμελον.

῏Ηχος πλ. β'.



Τὰς πολυφώνους σάλπιγγας καὶ τὰ πολύχυτα φῶτα, ποθοῦσα
τὰ ἐν οὐρανοῖς, πρὸς τὴν τῶν θείων ἀναβάσεων ἀκρότητα,
ἔσπευδες Λουκία Μάρτυς θεοτίμητε. ῞Οθεν καθαρότητι βίου, καὶ
θεοπτίας ὕψει, ἀρθεῖσα, ἀθανασίας περικέκλεισαι χάριτι, τήν τε
ἀΐδιον Θεοῦ δύναμιν καὶ θεότητα αἰωνίως καθορᾶς, καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τῶν πίστει καὶ πόθῳ, τιμώντων
τὴν μνήμην σου.

῾0 Κανὼν τῆς Ἁγίας.


᾽Ακροστιχίς. Λουκίᾳ ἀΰλῳ φωτὶ παροικούσῃ, Στέφανος.


ᾨδή α'. ῏Ηχος πλ. δ'. Ὑγρὰν διοδεύσας.



Λαοὶ συναθροίσθητε, ὧδε νῦν, σὺν ἡμῖν δοξάσαι, τὸν τοῦ κόσμου δημιουργόν, τὸν δι' εὐσπλαγχνίαν, Σταυρῷ προσηλωθέντα καὶ Μάρτυρα Λουκίαν φῶς ἀναδείξαντα.


Ὁσίως ἐνήθλησας ἀρετῇ, καὶ τῇ εὐσεβείᾳ κοσμουμένη Μάρτυς καλή, Λουκία πανένδοξε μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ πρεσβεύουσα.


Ὑψώθης τῇ Χάριτι τοῦ Θεοῦ, εἰς ὕψη ἀγάπης, θείῳ ἔρωτι δὲ ψυχῆς, ἐπτέρωσας Μάρτυς σὴν καρδίαν, τιτρωσκομένη Χριστοῦ τοῖς κινήμασι.


Θεοτοκίον.

Κριτὴν καὶ Δεσπότην, Μῆτερ ἁγνή, ἀπέτεκες πᾶσιν, ὀλλυμένοις ἐν τοῖς κακοῖς, ὃν εἶδες σταυρούμενον ἐν Κρανίῳ, τόπῳ τοῖς αἵμασι πάντας καινίζονται.


Καταβασία. Χριστὸς γεννᾶται.

ᾨδὴ γ'. Οὐρανίας ἀψῖδος.



Ἱκεσίας σου, μάρτυς, ταῖς πρὸς Θεὸν πάντοτε ἄγαγε σῶν δούλων αἰτήσεις τῷ Παντοκράτορι, ἵνα πρὸς ἅγιον καὶ ἀγαθὸν πορευθῶμεν, καὶ Θεοῦ τὸ θέλημα πάντες ποιήσωμεν.


Ἀπορήσας ὁ τάλας, ἐπὶ τῇ σῇ πάντιμε, ῥώμῃ καὶ ψυχῆς διαθέσει, μάτην ἐσπούδαζε, τοῦ δελεάσαι σε, ὕλῃ φρικτῶς φθειρομένῃ, καὶ χοροῦ στερήσασθαι, τῶν ὁμοτρόπων σου.


Ἀκλινῆ καὶ βεβαίαν, σὴν μαρτυρίαν καλλίνικε, ἔσχες παρωθοῦσαν τοῖς πρόσω, τρέχειν ὡς ἔλαφος, διψῶσα κάλλεσι, τῶν οὐρανίων θαλάμων, καὶ φωτὶ Παντάνακτος, νῦν καταλάμπεσθαι.


Θεοτοκίον.

Ὑστεροῦντας τῇ πίστει, καὶ πενομένοις χαρίσμασι, καὶ τῇ προθυμίᾳ ὀκνοῦντας, Μῆτερ ἐνίσχυσον, πρὸς τὸ πανάγιον καὶ καθαρώτατον Πνεῦμα, τῆς Τριάδος ἄϋλον φῶς ἐνοπτρίζεσθαι.



Καταβασία. Τῷ πρὸ τῶν αἰώνων.

Κάθισμα. Ἦχος δ'.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη. Ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.


ᾨδή δ'. Εἰσακήκοα Κύριε.



Λυπηρῶν τῶν ὀχλούντων με, σαῖς πρεσβείαις λύτρωσον μάρτυς ἔνδοξε, καὶ τὸν κλύδωνα κατεύνασον, κοσμικῶν κυμάτων τῶν κυκλούντων με.


Ὡραιώθης καλλίνικε, κάλλεσι Χριστοῦ τοῦ Νυμφίου σου, καὶ
ἐπ' ὤμων Σταυρὸν ἄρασα, τούτῳ ἠκολούθησας, Μάρτυς ἄριστε.


Φωτοδότην ἱκέτευε, τοὺς ἐσκοτισμένους τοῖς πταίσμασι, καταυγάσαι Θεοτίμητε, ταῖς μαρμαρυγαῖς τοῦ θείου Πνεύματος.


Θεοτοκίον.

Ὠχριᾷ δόξα ἅπασα, κόσμου τῶν Ἀγγέλων, Θεόνυμφε, τῇ σῇ
δόξῃ καὶ τοῖς κάλλεσι, Θεοτόκε Πάναγνε, συγκρίνεσθαι.


Καταβασία. Ῥάβδος ἐκ τῆς ρίζης ῾Ιεσσαί.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.

Τήρησον ἡμᾶς, ἐντολαῖς ταῖς τοῦ Θεοῦ ἡμῶν, τοῦ φθάσαι Μάρτυς Λουκία ἡμᾶς, εἰς εὐφροσύνην, ἧς νῦν γεύῃ παμμακάριστε.

Ἴδοιμεν πιστοί, βασιλείαν τὴν αἰώνιον, ἣν καθορῶσι Μαρτύρων χοροί, σὺν τῇ Λουκίᾳ οὐρανίοις ἐν σκηνώμασιν.


Πάροικοι ἐσμέν, καὶ ἐν κόσμῳ θαλαττεύομεν, ὅλως ἐν σκότει μὴ ἔχοντες φῶς, ἀλλὰ σὺ Μάρτυς, πρεσβείαις σου καθοδήγησον.

Θεοτοκίον.

ᾌδεις λιγυρῶς τῷ Δεσπότῃ θεῖα ᾄσματα, καὶ γὰρ ἀγγέλων ἀΰλων φωναί, σιγῶσι Κόρη, ἀκοῦσαι λιτὰς ἁγίας σου.



Καταβασία. Θεὸς ὢν εἰρήνης.

ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.


Ῥυσθῆναί με τῶν πολλῶν κριμάτων μου, ἐξαιτοῦμαι Μάρτυς πρὸς Σωτῆρος, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ὀδυνῶμαι κακίᾳ πανέντιμε, καὶ δέομαί σου ἀγαθή, ἐκ φθορᾶς σαῖς πρεσβείαις ἀνάγαγε.

Ὀχύρωσον, ἐντολαῖς τοῦ Πλάσαντος, τοῦ στοιχεῖν με τοῖς σοῖς
ἴχνεσι Μάρτυς, καὶ οὐρανίους οἰκῆσαι θαλάμους, μετὰ συνάθλων σου νῦν συναρίθμησον, καὶ πάντων τῶν ἐν δεξιοῖς τοῦ Δεσπότου οἰκούντων ἀξίωσον.

Ἰδοῦσα νῦν, θησαυρούς, ἑτοίμους σοι, καὶ Τριάδος καθορῶσα τὴν δόξαν, καὶ Θεοτόκου τὴν ἔλλαμψιν πάντως, διηνεκῶς ἀπολαύουσα, ἔντιμε, ἱκέτευε ὑπὲρ ἡμῶν, παρρησίαν ὡς ἔχουσα ἀξιάγαστε.

Θεοτοκίον.

Κρατήσασα, σαῖς ἰγνύαις Δέσποινα, ἀθεΐας καθελόντα τὸ κράτος, καὶ Θεοτόκος φανεῖσα τῷ κόσμῳ, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς πρεσβεύουσα, τῶν θλίψεσί τε καὶ δεινοῖς, κυκλουμένων, δεινῶς Μητροπάρθενε.

Κοντάκιον.

῏Ηχος β'. Τὰ ἄνω ζητῶν.



Χρυσοῖς κροσσωτοῖς, στολήν σου ἐποίκιλας, καὶ ταύτῃ λαμπρῶς, τῷ θρόνῳ παρίστασαι, τοῦ Δεσπότου πάνσεμνε, ἀπολαύουσα, τῶν τούτου θείων δωρεῶν, αἰτουμένη πᾶσι θείαν ἔλλαμψιν.



Ὁ Οἶκος.


Ἡ ἱερὰ τῶν ἁγίων χορεία σκιρτάτω σήμερον ἐνθέως, ἐν αὐτῷ τὴν ἁγίαν συγχορεύουσαν ἔχουσα, τῷ στεφάνῳ τῆς δόξης ἠγλαϊσμένην καὶ τῷ αἵματι τοῦ Μαρτυρίου τὴν τῆς ᾽Εκκλησίας πορφύραν ἐξωραΐζουσαν, Λουκίαν τὴν παρθένον καὶ Μάρτυρα τιμῶντες καὶ ἡμεῖς πνευματικῶς ἱκετεύσωμεν ὅπως πρεσβεύῃ τῷ αὐτῆς Δεσπότῃ καὶ Θεῷ, ἡμῖν πᾶσι δωρήσασθαι τὴν θείαν ἔλλαμψιν.

ΣΥΝΑΞΑΡΙΟΝ
(Τὸ Συναξάριον καὶ οἱ Στίχοι ἐκ τοῦ Μηναίου).



Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνὸς Μνήμη τῆς ῾Αγίας Παρθενομάρτυρος Λουκίας.


Στίχοι.

῾Ως Παρθένος μέν, ἓν ἡ Λουκία


῾Ως δ' ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.


Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν πόλεως, τῆς κατὰ τὴν Σικελίαν, μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ ταύτης
μητρί, ἅμα αὐτῇ ἐπὶ Κατάνην παρεγένετο, δεηθησομένη τῆς ῾Αγίας Μάρτυρος ᾽Αγάθης, ἀπαλλάξαι τῆς αἱμορροίας τὴν μητέρα
αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν ἁγίαν Ἀγάθην, τήν τε
ἴασιν παρεχομένην τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ περὶ
τοῦ κατὰ Χριστὸν μαρτυρίου. ῾Ως δὲ ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής,
τῶν ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας ποιήσασα,
εὔθυμος ἦν πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι Πασχαίῳ, κατ' ἄλλους
Πασχασίῳ, ὃς ἐκέλευσεν αὐτὴν ἐν πορνείῳ ἀπενεχθεῖσαν
ὑβρισθῆναι. Διέμεινε δέ, τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ, καίτοι πολλῶν μὲν συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ
τοῦ τόπου ἔνθα ἐστήρικτο. Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν καὶ μηδὲ τῇ πυρᾷ, ἣν ἀνῆψαν ἔνθα ἡ ἁγία ἵστατο αὐτὴν
καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν
αὐτῆς ἀπέτεμον κεφαλήν, ἔτει 304 μ.Χ.




(Λουκία ἁγία ἑορτάζεται καὶ τῇ 17η Σεπτεμβρίου ὡς καὶ τη 4ῃ καί 6η ᾽Ιουλίου).


Τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τῷν ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ ᾽Ορέστου.

Στίχοι.

Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω, ῞Απαξ δύο κτείνουσι πῦρ τε ξῖφος. Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν πῦρ.


Τῇ αὐτῆ ἡμέρᾳ Μνήμη τοῦ ῾Οσίου Πατρὸς ἡμῶν ᾽Αρσενίου τοῦ ἐν τῷ Λάτρῳ.

Ὁ ῞Οσιος ῎Αρης ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Γαβριὴλ ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.




Καταβασία. Σπλάγχνων ᾽Ιωνᾶν.


ᾨδή ζ '. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.





Ὀλετῆρα χαρίτων, καὶ ψυχὰς ἡμῶν σκότει ἐπαπειλοῦντα νῦν, ἀπέλασον Λουκία, ὡς πάλαι ἐν σταδίῳ, μαρτυρίῳ σου ἔδειξας, ὁ τῶν πατέρων Θεός, βοῶσα σὺ ὑπάρχεις.



Ὑπερβᾶσα κακίαν, τῆς ψυχῆς μου τὴν ἄνοιαν ἐξολόθρευσον,
καὶ πλούτησον ἁγνείας, καρποῖς καὶ εὐσεβείας, τοῦ κραυγάζειν πρὸς Κύριον, ὁ των Μαρτύρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Σὸν Νυμφίον Δεσπότην, ἐν Σταυρῷ σωτηρίαν κόσμῳ πηγάσαντα, καὶ εἴδωλα μανίας, πατήσαντα ἁγία, διὰ βίου ἐδόξασας. ῾0 τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.



Ἡ νηδύς σου Παρθένε, τὸν Χριστὸν ὡς χωρήσασα, Θεονύμφευτε, παράδεισος τῷ κόσμῳ, ἐδείχθη θεοφόρος, ὃν ὑμνοῦντες δοξάζομεν. ῾0 τῆς Ἀχράντου Μητρός, Θεὸς εὐλογητὸς εἶ.


Καταβασία. Οἱ παῖδες εὐσεβείᾳ.


ᾨδή η'. Τὸν Βασιλέα τῶν οὐρανῶν.



Σκότος εἰδώλων, ἀπὸ ψυχῶν σὺ ἀφεῖλες, τῶν κρινόντων σε
ἀδίκως Λουκία, καὶ φωτὶ ἐνθέῳ, κατηύγασας ἁγίῳ.


Τῷ σῷ Νυμφίῳ, χεῖρας ἐκτείνασα, Κόρη, ἐκδυσώπησον εὐχαῖς σου ἁγίαις, ἵνα τὴν εἰρήνην, δωρήσηται τῷ κόσμῳ.

Ἐπιχαρίτως, ὑμνολογοῦντες Λουκία, ἀναπέμπομεν Χριστῷ θείαν δόξαν, στέφος τῶν Μαρτύρων, ἡμῖν δωρησαμένῳ.


Θεοτοκίον.



Φωτοφοροῦσα, πεποικιλμένη χρυσίῳ, μετ' ἀγγέλων, παρεδρεύεις Παρθένε, καὶ παμβασιλέως, τὴν δόξαν κατοπτεύεις.


Καταβασία. Θαύματος ὑπερφυοῦς.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Ἀξίωσον Λουκία, ἰδεῖν τὴν τοῦ Σωτῆρος ἔλευσιν θάρσει καὶ πόθῳ τῷ ζέοντι καὶ τὴν εἰρήνην ψυχῆς μοι ἐπιδαψίλευσον.

Νοός σου οἶκον Μάρτυς, ἐπλούτησας ἀκτῖσι, Πνεύματος θείου καὶ μύροις ἐπλήρωσας, τὴν σὴν καρδίαν, ἁγνείᾳ καὶ χάριτι.


Ὁ μόνος ἐν ἁγίοις, ὑμνούμενος ἀξίως, Δεσπότης μάρτυς Λουκία ἐδόξασε, καὶ φωτοφόρῳ στεφάνῳ ἐκόσμησε.



Θεοτοκίον.

Στολὴν ἀρρήτου κάλλους, ἐνδύσασθαι σοὺς δούλους, Δέσποινα Μήτηρ Κυρίου ἀξίωσον, τοὺς εὐωδίας θυμίαμα σοὶ προσφέροντας.


Καταβασία. Μυστήριον ξένον.


Ἐξαποστειλἁριον.

῾0 οὐρανὸν τοῖς ἄστροις.



Ὁ ουρανὸν τοῖς ἄστροις, καταστολήσας ὡς Θεός, σὲ κατεκόσμησε πλήθει, Λουκία θείων ἀρετῶν, ὅθεν ἀεὶ διαλάμπεις, σύμπασαν κτίσιν, φαιδρύνουσα σαῖς πρεσβείαις.


Θεοτοκίον.



Σοὶ Θεοτόκε προσπίπτει, γένος ἀνθρώπων οἰκετῶν, σὲ προσκαλοῦσα Παρθένε, χεῖρας ἐκτεῖναι τῶ Υἱῷ, καὶ σῷ Θεῷ Παναγία, ταῖς τῆς Λουκίας πρεσβείαις.

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους ς΄ καὶ ψάλλομεν

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Ἐμφατικῶς σὴ καρδία Μάρτυς Λουκία σεμνή, στοιχοῦσα ταῖς Σωτῆρος, παραθήκαις ἁγίαις, ἐτρώθη θείῳ πόθῳ καὶ ἀρετήν, ὅλην ἔδειξε κάλλεσι, τῶν χαρισμάτων κοσμούντων τὴν σὴν
ψυχήν, παραδείσου ταῖς ἐλλάμψεσι.


Τῶν ἀκροτάτων καὶ θείων, ἀγωνισμάτων σεμνή, Λουκία θεία Μάρτυς, ἐπελάβου γενναίως, τῷ σθένει καὶ τῇ χάριτι τοῦ Σταυροῦ, δι' οὗ ἔπαθλα ἄφθιτα, τοῦ Παραδείσου τοῖς γέρασι, σὴ ψυχή, ἐκοσμήθη εἰς ἀντάμειψιν.

Ἀγγαλλομένη εἰσῆλθες, ἐν τῶ σταδίῳ ἁγνή, ἀθλῆσαι ἐκζητοῦσα, καὶ ἐκχέαι σου αἷμα, τοῖς ἴχνεσι στοιχοῦσα τοῦ Λυτρωτοῦ, καὶ τὸ πάθος μιμήσασθαι, ἐπιποθοῦσα τὸ λύσαν τὴν ἐνοχήν, γένους ἅπαντος βροτείου σεμνή.


Καλλιεργήσασα πόνοις, τὴν σὴν καρδίαν σεμνή, ἀνέδειξας κοσμίαν, σῷ Νυμφίῳ καὶ Κτίστῃ, τοῖς σπέρμασι καὶ φύτροις τοῦ γεωργοῦ, πολλαπλάσιά σοι νείμαντος, καὶ θείᾳ ἅλωνι, γεηρῶν οὐρανοῦ σε, ἀξιώσαντα.


Δόξα. ῏Ηχος δ'.



Μαρτύρων θεῖοι χοροί, οἱ τῷ φωτὶ τῷ ἀνεσπέρῳ, ἐν οὐρανοῖς περιλαμπόμενοι, χορεύσατε σήμερον· ἡ γὰρ νεᾶνις καὶ παρθένος, Λουκία ἡ πάνσεμνος, τῷ Δεσπότῃ παρίσταται, καὶ τῷ στεφάνῳ τῆς δόξης ἠγλαϊσμενη Αὐτῷ ἀνακράζει. ῾Η δόξα σὴ καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, τῷ ἐνδυναμώσαντί με καὶ αἵματι λούσαντι. Πιστῶν δὲ καρδίαι συνάχθητε, καὶ τῷ Βασιλεῖ οὕτως ᾄσατε. Δόξα σοι τῷ μόνῳ Θεῷ, τῷ τὴν ἁγίαν σθενώσαντι καὶ ἡμῖν δωρουμένῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν. ῏Ηχος δ'.


Ἐκ παντοίων κινδύνων καὶ θλίψεων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Δοξολογία μεγάλη καὶ ᾽Απόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ ᾽Αντίφωνα.
Εἰς τὴν Εἴσοδον. Ἀπολυτίκιον τῆς ῾Αγίας· Σικελίας τὸ
κλέος.
Κοντάκιον τῶν Χριστουγέννων. ῾Η Παρθένος σήμερον.

Ἀπόστολος τῆς Ἁγίας. Ζήτει τῇ 4η Δεκεμβρίου (Γαλ. γ'
23-δ'5).
Εὐαγγέλιον εἰς Γυναῖκας Μάρτυρας, Ζήτει τῇ Δευτέρᾳ

τῆς ιε' ἐβδομάδος Κατὰ Μᾶρκον ε' 24-34.


Κοινωνικόν. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου
αὐτοῦ.


ΜΕΓΑΛΥΝΑΡΙΟΝ



Τὸ τῆς Σικελίας κλέος πιστοί, καὶ Συρακουσίων θρέμμα ἅγιον καὶ σεπτόν, τῆς ὀρθοδοξίας οἱ μῦσται νῦν τιμῶμεν, Λουκίαν τὴν Παρθένον ὕμνοις καὶ ᾄσμασι.


ΤΕΛΟΣ

ΚΑΙ Τῼ ΕΝ ΤΡΙΑΔΙ ΘΕῼ ΔΟΞΑ