Συνολικές προβολές σελίδας

Σάββατο 17 Δεκεμβρίου 2011

ΔΕΚΕΜΒΡΙΟΥ 11 ΑΚΟΛΟΥΘΙΑ ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥ

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥ
ΣΥΜΠΛΗΡΩΣΙΣ ΤΗΣ ΤΟΥ ΜΗΝΑΙΟΥ ΑΚΟΛΟΥΘΙΑΣ
ΜΝΗΜΗ ΙΑ΄ ΔΕΚΕΜΒΡΙΟΥ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄.
Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια.
Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων
Τὸν ἀσκητὴν τοῦ Κυρίου, δεῦτε τιμήσωμεν, τὸν λάμψαντα ἐν στύλῳ, τῶν θαυμάτων τῇ αἴγλῃ, αὐτῷ ἀναβοῶντες ἀπὸ ψυχῆς, Δανιὴλ παμμακάριστε, μεσίτης φάνηθι θεῖος πρὸς τὸν Θεόν, τῶν πιστῶς μακαριζόντων σε.
Ἐν Παραδείσῳ μεθέξει, Πάτερ θεούμενος, καὶ δήμοις συγχορεύων, εὐκλεῶς τῶν δικαίων, καὶ ὅλος λαμπρυνόμενος τῷ φωτί, Δανιὴλ τοῦ Δεσπότου σου, υἱοὺς ἡμέρας ἀνάδειξον σαῖς εὐχαῖς, ἡμᾶς πίστει εὐφημοῦντάς σε.
Ὥσπερ πολύφωτον ἄστρον, ἐν στύλῳ ἔλαμψας, τῇ θείᾳ ἐπινεύσει, Δανιὴλ θεοφόρε, καὶ πάντας καταυγάζεις ταῖς ἀστραπαῖς, τῶν ὁσίων ἀγώνων σου, δι΄ὧν Χριστῷ εὐηρέστησας καὶ πολλῆς, ἠξιώθης Πάτερ Χάριτος.
Τοῖς Ἀσωμάτοις Ἀγγέλοις, νῦν συναγάλλεσαι, ὁ ἐπὶ στύλου Πάτερ, Δανιὴλ βιοτεύσας, καὶ ᾄδεις τὴν Τρισάγιον τῷ Θεῷ, μελῳδίαν θεούμενος, ὑπὲρ ἡμῶν ἱκετεύων τῶν εὐλαβῶς, προστρεχόντων τῇ πρεσβείᾳ σου.
Δόξα Πατρί. Ἦχος α΄ .
Τὸν Πανεύφημον Ἀσκητὴν καὶ Μοναστῶν τὸ ἐγκαλλώπισμα, Δανιὴλ ἐν ὕμνοις ἐγκωμιάσωμεν, ὅτι τῶν προσκαίρων κατεφρόνησας, παρὰ Συμεὼν εὐλογηθείς, ὡς ἄσαρκος μετὰ σαρκός, ἐν κόσμῳ ἐβίωσεν, ἐν τῷ στύλῳ ἀνελθών· Διὸ τῷ τρισηλίῳ Φωτὶ παριστάμενος, τὸν φωτισμὸν ἡμῶν αἰτούμενος καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πρέσβευε Δανιήλ, ὡς παρρησίαν ἔχων, Χριστῷ τῷ Ζωοδότῃ, διδόναι θείαν χάριν, τοῖς πίστει εὐφημοῦσί σε.
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χάριτι Δανιήλ, τοῦ Ἰησοῦ ἐν στύλῳ, ἀνῆλθες καὶ προθύμως, τὸν βίον σου τελέσας, αὐτῷ νῦν συναγάλλεσαι.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάντες τῷ Δανιήλ, ὑμνήσωμεν προθύμως, ἐν ᾄσμασι ἐνθέοις, τὸν λάμψαντα ἐν στύλῳ, ἀσκήσει ὥσπερ ἥλιος.
Δόξα Πατρί. Τριαδικόν.
Δώρησαι ὦ Τριάς, τοῦ Δανιὴλ πρεσβείαις, πᾶσιν ἡμῖν τὴν χάριν, τοῖς πόθῳ ἀνυμνοῦσι, καὶ πίστει σὲ λατρεύουσι.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Δεδοξασμένη Κόρη, δυσώπει τὸν Υἱόν σου, σὺν Δανιὴλ τῷ θείῳ, διδόναι πᾶσιν ἄφεσιν.
Τὸ, Νῦν ἀπολύεις, τὸ Τρισάγιον τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
Καὶ Ἀ π ό λ υ σ ι ς.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν, τὸ Μακάριος ἀνήρ.
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς΄
Καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια.
Ἦχος πλ. δ΄ Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σε Δανιὴλ ὀνομάσωμεν; Ἀσκητὴν ὅτι τὰ πάθη καθυπέταξας τῷ νῷ; Ἀθλητὴν ὅτι πρὸς πᾶσαν ἐκαρτέρησας ποινήν· πρὸς ὕψος, ἀπὸ γῆς στῦλον αἰρόμενον· ἐν πέτρᾳ ἀληθείας ἐρειδόμενον· ἀγωνιστὴν προθυμώτατον καὶ ἰατρὸν ἐμπειρότατον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε Δανιὴλ προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτὴν καὶ φυτοκόμον ἀρετῶν· ἀληθῆ θαυματουργὸν καὶ πρεσβευτὴν ἁμαρτωλῶν· πνευμάτων ἐλατῆρα γενναιότατον· φωστῆρα εὐσεβείας διαλάμποντα· τοῦ πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε Δανιὴλ νῦν καλέσωμεν; Μοναστῶν ὑπογραμμὸν καὶ ἐγκρατείας παιδευτήν, ἐγκαλλώπισμα πιστῶν καὶ ἰαμάτων αὐτουργόν· λυχνίαν τοῖς ἐν σκότει φῶς αὐγάζουσαν· Ἀγγέλων, συμπολίτην καὶ ἰσότιμον· τοῦ Παραδείσου οἰκήτορα καὶ ἐπουράνιον ἄνθρωπον. Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερα προσόμοια.
Ἦχος δ΄ Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἀγωνισάμενος ἄσαρκος καθάπερ, ἐν ξύλῳ μετέωρος Δανιὴλ Ὅσιε, καὶ τῶν δαιμόνων τὰς φάλαγγας, γενναιοφρόνως σοφὲ νικήσας τῇ καρτερίᾳ σου, πᾶσαν τὴν τοῦ σώματος ἀπαρνησάμενος, στοργὴν καὶ κόσμον τὸν μάταιον, συνετῶς ἄγαν, ὅλῃ ψυχῇ καλῶς παρωσάμενος, ὅθεν τὸ στέφος ἐναπείληφας, ἐκ χειρὸς τοῦ Σωτῆρος πανόλβιε, δυσωπῶν ὑπὲρ πάντων τῶν πιστῶς ἀνευφημούντων σε.
Ὁ φωτοφόρος ἀστὴρ Συμεὼν θεῖος, ὡς ἄλλος Ἠλίας πρίν, Ἐλισσαιὲ μηλωτήν, σοὶ τὸ κουκούλιον δέδωκε, καθάπερ κλῆρον, αὐτοῦ τὴν χάριν διαπορθμεύων σοι· ὅθεν κληρωσάμενος, αὐτοῦ τὸ χάρισμα, ἐπὶ τοῦ στύλου μετέωρος, ἀνῆλθες μάκαρ, ἐν τῷ ἀνάπλῳ παραταξάμενος, κατὰ δαιμόνων καὶ τὸ τρόπαιον, εἰληφὼς Δανιὴλ ἀξιάγαστε, διασώζεις κινδύνων τοὺς τὴν μνήμην σου γεραίροντας.
Ὡς Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκῳ, ἐν στύλῳ παρέμεινας, ὦ Ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας τὰς ἀρετάς σου, ὥσπερ Ἀγγέλους Δανιὴλ Ὅσιε, ἐναποτειχίζοντας τὰς τῶν δαιμόνων ὁρμάς, ὅθεν στερρῶς ηὐτομὀλησας, πρὸς τοὺς ἀγῶνας, τοὺς τῆς ἀσκήσεως παμμακάριστε καὶ ἐκνικήσας τὸν πολέμιον, ἀνεδύσω τῆς νίκης διάδημα, ἐκ χειρὸς τοῦ Κυρίου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Τὸ ἐμπιστευθέν σοι τάλαντον παρὰ Χριστοῦ καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀρρωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος Ἅγιον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, διό σε ἱκετεύομεν Δανιὴλ θαυματουργέ· τὴν εἰρήνην αἴτησαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν … Προεόρτιον ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσὴφ καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρίσῃ καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ΄ἡμῶν.
Εἴσοδος, τό, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα Ἦχος α΄.
Ὁ κλεινὸς καὶ θεοφόρος Δανιήλ, ἐν τῇ τοῦ βίου ἀσκήσει, τὰ στίφη τῶν δαιμόνων καθεῖλεν, ἐν τῷ στύλῳ προθύμως άνελθών· ἐν ἑαυτῷ γὰρ ἔχων τὸν Κύριον, Μοναζόντων ποδηγέτης ἐγένου· καὶ νῦν ἐν οὐρανοῖς σὺν αὐτῷ οἰκῶν πρεσβεύει τοῦ σωθῆναι , τοὺς τιμῶντας τὴν πάνσεπτον μνήμην αὐτοῦ.
Ἦχος ὁ αὐτός.
Τῶν ἐν κόσμῳ γεηρῶν, ἀπὸ νεότητος μακρύνας, τὴν ἐν Χριστῷ ζωὴν ὑπῆλθες, Δανιὴλ Ἱερώτατε· ἐν στύλῳ γὰρ ἀνελθών, ἀσκητικῶς ἀγωνισάμενος, καὶ δοχεῖον ὑπέρλαμπρον τοῦ σοῦ Δεσπότου ἐδείχθης καὶ Μοναζόντων κανὼν ἀκριβέστατος ἐγένου. Καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν πρεσβεύεις, τῷ δι΄ἡμᾶς σαρκωθέντι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα, Ἦχος β΄.
Ἀσκητικοῖς καμάτοις ὁμιλήσας προθύμως, τοῦ Πνεύματος σκήνωμα γέγονας, θεοφόρε Πάτερ Δανιήλ, σαυτὸν καθάρας, ἐκ τῶν γηΐνων τῆς ἀπαθείας γεωργεῖς τὰς χάριτας, καὶ ἐναρέτου ζωῆς ὑποφήτης ὤφθης, ἐν τῷ στύλῳ βιώσας ὡς ἄσαρκος. Διὸ Χριστὸς μάκαρ, σὲ ἐδόξασεν καὶ παρέχει ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν προεόρτιον ὀ αὐτός.
Ἰδοὺ καιρὸς ἤγγικεν τῆς σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ Ἰούδα τέρπου καὶ ἀγάλλου ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστὸς ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς Φιλάνθρωπος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάκαρ Δανιὴλ, θεσπέσιε, θείᾳ δυνάμει ῥωσθείς, τῶν δαιμόνων τὴν ἔπαρσιν, σταθερῶς κατέβαλες, ἐν τῷ στύλῳ ἱστάμενος, δύναμιν ἔχων σὲ ἐνισχύουσαν, καὶ δυναμοῦσαν, Χριστὸν τὸν Κύριον, ὃν καθικέτευε καὶ ἡμῖν δωρήσασθαι, τοῖς εὐλαβῶς, μνήμην τὴν Πανίερον ἐπιτελοῦσἰ σου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὕψωσας στύλῳ τὸ σῶμά σου, πρὸς τὸν Θεὸν δὲ τὸν νοῦν ἀνατείνας πανόλβιε, τὰς ἐλλάμψεις δέδεξαι, Δανιὴλ Θείου Πνεύματος, καὶ ὡς φωσφόρος λαμπτὴρ γεγένησαι, καὶ προφητείας χάρισμα εἴληφας, φῶς καθορώμενος, εὐσεβείας λάμψεσι καὶ παμφαῶν θαυμάτων ταῖς δόσεσι, φωτίζων ἅπαντας.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὅτε ὁ κακόφρων μάκαρ σε, αἱρετικὸς τὸν ἰχθύν, ὃν οὐκ οἶδας κατέφαγε, δαίμονι ἐκδέδοται, ὁ δεινὸς πιεζόμενος, συκοφαντίᾳ καὶ γὰρ καθυπέβαλε, σὲ τὸν νηστείαις κατατατηκόμενον· ὅθεν ὁ δείλαιος, καταμαστιζόμενος, τὸ ἀληθὲς ὁμολογεῖ ἅπασι μεταμελούμενος.
Δόξα. Ἦχος δ΄ .
Ἐν Εὐαγγελίοις ἀκούσας, ὅτι Μοναὶ πολλαὶ ἐν τῇ ἄνω Σιὼν καὶ τῶν ἐνδοτέρω τρυφῆσαι γλιχόμενος, ἀνάλογον δείξας τὴν Ἄσκησιν ἐν τῷ κίονι, τὴν ἀρετὴν ἐκτήσω πανόλβιε· τῷ κρύει γὰρ καὶ καύσωνι καὶ λοιπῇ κακουχἰᾳ λεπτύνας τὸ ὀγκῶδες τοῦ σώματος, κουφισθεὶς δὲ τῷ πνεύματι, τέλεον πρὸς ὃν ἐπόθεις ἀνέπτης, σὺν ἀσωμάτοις ἐπαγαλλόμενος· τῇ ἐγγύ σου οὖν παρρησίᾳ χρώμενος μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου ἀξιάγαστε, καὶ τὴν κάθοδον μενόντων, τῆς σῆς σεπτῆς ἀντιλήψεως.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρί καίεσθαι καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν Φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, Ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.
Τὸ, Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α΄ .
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε· τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώμασι. Δανιὴλ Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.
Τὸν στυλίτην τὸν μέγαν, Μοναζόντων τὸ καύχημα, ταῖς ἀσκητικαῖς ἀριστείαις, ἐπὶ γῆς διαπρέψαντα, τιμήσωμεν τὸν θεῖον Δανιήλ, ἐν ὕμνοις ἐγκωμίων εὐλαβῶς, ὅτι ἀφθόνως παρέχει τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα.Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ Τόκου σου.
Καὶ Α π ὀ λ υ σ ι ς.

ΕΝ Τῼ ΟΡΘΡῼ







Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τριάδος τῆς σεπτῆς οἰκητήριον ὤφθης, ἐν στύλῳ ἀναβάς, Δανιὴλ Θεομάκαρ, διὸ ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν εκλεκτῶν κατοικία καὶ παρέστηκας σὺν Συμεῶνι τῷ πάνυ,τῷ θρόνῳ τοῦ Κτίσαντος.
Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον
Ἀγάλλου ἡ Σιὼν Βηθλεέμ, εὐτρεπίζου· ὁ πάντων συνοχεύς τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν, γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.

Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα
Ἦχος γ΄ . Τὴν Ὡραιότητα.
Τρίβον διώδευσας τοῖς πλείστοις ἄβατον, ἐπὶ τοῦ κίονος ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων ἀμοιβήν τὰ θαύματα ἐκομίσω· ὅθεν ἑορτάζομεν τὴν σεβάσμιον μνήμην σου, καὶ κατασπαζόμεθα τὴν Ἁγίαν Εἰκόνα σου, τὴν ῥῶσιν ἐξ αὐτῆς ἀπαντλοῦντες, Πάτερ Θεόφρον Ἱερώτατε.


Δόξα τὸ αὐτό, καὶ νῦν, Προεόρτιον.

Χαρᾶς πεπλήρωνται πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ Παντός· Ὤ Θαύματος ἀνερμηνεύτου. Ἄρχεται ὁ Ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος, Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε ἡ Κτισις, ἡμέραν Προεόρτιον.
Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος πλ α' . Τὸν Συνάναρχον Λὀγον.

Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτώμενος, ἐπὶ στύλου ὑψώθης, παθῶν σβεννύων ὁρμάς, τῶν Ἀσκητῶν ἡ κορωνίς, Δανιήλ ῞Οσιε, ταῖς τῶν θαυμάτων ἀστραπαῖς, καταφωτίζεις τοὺς πιστούς καὶ πάντας τοὺς τὴν σεπτήν σου, τελοῦντας μνήμην τὴν θείαν, σῴζων ἐκ νόσων καὶ περιστάσεων.
Δόξα. τὸ αὐτὸ καὶ νῦν, Προεόρτιον.
Ὁ τῶν ὅλων Δεσπότης ὁ ῾Υπερούσιος, μορφωθεὶς ἐκ Παρθένου ῾Αγνῆς τὸν ἄνθρωπον, ἐν Σπηλαίῳ Βηθλεὲμ τεχθῆναι ἔρχεται, ἀνακαινἱζων τὸν Ἀδάμ, πεπτωκότα δολερῶς, τῇ πάλαι βρώσει τοῦ ξύλου· ὑμνολογήσωμεν πάντες, τούτου τὴν ἄκραν συγκατάβασιν.
Οἱ Ἀναβαθμοὶ, τὸ α΄. Ἀντίφωνον τοῦ δ΄. ἤχου.
Προκείμενον Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὸ, Πᾶσα Πνοή.
καὶ τὸ Εὐαγγέλιον, ζήτει Παρασκευὴ τῆς Β΄. Ἑβδομάδος Λουκᾶ. (Λουκᾶ ς΄. 17-23)
Ὁ Ν΄. Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Στίχ. ᾽Ελέησόν με ὁ Θεός κατά τὸ μέγα ἔλεός σου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.

Ἀγγελικὸν βίον ἐν γῇ ἐπιδειξάμενος, ῞Οσιε Πάτερ, Δανιὴλ μακάριε, ἄνθρωπος οὐράνιος γενόμενος. Ὅθεν τὰ τοῦ κόσμου σκύβαλα ἡγησάμενος, ἐν στύλῳ ἀνελθών, ἀσκητικῶς ἠγωνίσθης. Διὸ καὶ ἐν τοῖς οὐρανοῖς οἰκῶν, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύεις, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, ὁ
παρών, οὗ ἡ Ἀκροστιχίς· «Ὕμνοις γεραίρω,
Δανιὴλ τὸν Στυλίτην, ὁ Ἰωσήφ».
ᾨδὴ α΄.
῟Ηχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Ὕμνοις ἀνευφημῆσαι μέλλοντι τὴν μνήμην σου μακάριε, φωτοφόρον μοι αἴγλην, Δανιὴλ οὐρανόθεν κατάπεμψον.
Μέγας ἥλιος ὄντως, Πάτερ ἐξανέτειλας τοῖς πέρασιν, ἀρετῶν δᾳδουχίᾳ, καταυγάζων πιστῶν τὰ συστήματα.

Νόμοις τοῖς τοῦ Δεσπότου, Πάτερ καθυπείκων ἀπενέκρωσας, ἐγκρατείᾳ τὴν σάρκα, καὶ ὑπέταξας ταύτην τῷ Πνεύματι.
Θεοτοκίον
Ὅλος ἄνθρωπος ὤφθη, μείνας ὅπερ ἦν καὶ μετὰ σάρκωσιν, ὁ ἐκ σοῦ Θεοτόκε, γεννηθεὶς ἀναλλοίωτος Κύριος.

ᾨδὴ γ'
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».

Ῥάβδῳ τῆς ἐγκρατείας, τὴν τῶν παθῶν θάλασσαν, Πάτερ διαρρήξας, διέβης ἀκαταπόντιστος, καὶ ὄρος ἔφθασας, τῆς ἀληθοῦς ἀπαθείας, καὶ Θεῷ ὡμίλησας νοῦ καθαρότητι.

Ἀνελθὼν εἰς τὸ ὕψος, τῶν ἀρετῶν γνώριμος, γέγονας τῷ κόσμῳ ἐν στύλῳ, μένων μετέωρος, καὶ τῇ λαμπρότητι, τῶν παραδόξων θαυμάτων, καταυγάζων πίστει σοι, τούς προσανέχοντας.

Ἱδρυμένος ἐν πέτρᾳ, τῆς τοῦ Θεοῦ γνώσεως, πάσαις μεθοδείαις δαιμόνων, ὤφθης ἀκλόνητος, στύλῳ τὸ σῶμα δέ, ἐπὶ τῆς γῆς ἀνυψώσας, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς τὰ οὐράνια.
Θεοτοκίον
Ῥῦσαι τῆς τῶν παθῶν με, ἐπαγωγῆς Δέσποινα, καὶ τοὺς πολεμοῦντας ἐχθρούς μοι, νῦν ἐκπολέμησον, στήριξον πέτρᾳ με, τῶν τοῦ Θεοῦ θελημάτων, τὴν ψυχήν μου φώτισον, Πύλη τοῦ θείου φωτός.
Ὁ Εἱρμὸς
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον· ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, λυτροῦσθαι ἐκ θλίψεων, καὶ πληροῦν τὰ αἰτήματα, τῶν πιστῶς ἐκβοώντων σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου.


ᾨδὴ δ'
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Ὡς φωταυγῆ ἥλιον, Πάτερ ἀοίδιμε, ἐπὶ στύλου, λάμποντα τεθέασαι, τὸν τοῦ Θεοῦ, δοῦλον Συμεών, καὶ ταῖς πηγαζούσαις, ἐκ τούτου θείαις λαμπρότησιν, ἐνθέως κατηυγάσθης, Δανιὴλ καὶ κατ' ἴχνος, τῆς αὐτοῦ πολιτείας ἐβάδισας.

Δαιμονικὰς φάλαγγας, ὅπλῳ τῆς πίστεως, ἐτροπώσω, ῥείθροις τε κατέκλυσας, τῶν προσευχῶν, λύμην τὴν αὐτῶν, Πάτερ ἀναστείλας, ἣν ἐνεποίουν τοῖς πλέουσι, καὶ ἔσωσας τοὺς πίστει, τῷ Χριστῷ μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ἀναστηλῶν, Πάτερ σαυτὸν παμμακάριστε, ὁλονύκτως, ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ Πνεύματος τήν αἴγλην, καὶ τὰς θείας ἐμφάσεις, καθαρᾷ διανοίᾳ δεχόμενος.
Θεοτοκίον
Νόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται· νομοδότην, Λόγον γὰρ ἐγέννησας, ὑπὲρ αἰτίων ὡς ἀληθῶς, Πάναγνε καὶ λόγον, τῆς ἀλογίας ῥυσάμενον, τὸ γένος τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ᾨδὴ ε'
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Ἵνα τῆς ἀθανάτου, δόξης ἐπιτύχῃς, σαρκὸς ἐθανάτωσας, τὰς ὀρέξεις Πάτερ, καὶ παθῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ἐγκρατείας πόνοις, καὶ ποταμὸς θαυμάτων ὤφθης, καὶ πηγὴ ἰαμάτων ἀοίδιμε.

Ἣν διώδευσε τρίβον, Πάτερ ἐπὶ γῆς Συμεὼν ὁ θαυμάσιος, ἐν ἐκτάσει μάκαρ, γεγονότι σοι ὤφθη δεικνύων σοι, σὺν δυσὶν Ἀγγέλοις· Δεῦρο βοῶν, καὶ στῆθι πρός με, πρὸς Θεὸν ἀνυψούμενος χάριτι.

Λαμπρυνόμενος αἴγλῃ, Πάτερ ἀνεσπέρου, καὶ θείας ἐλλάμψεως, τῶν δαιμόνων ζόφον, καὶ παθῶν τὴν ὁμίχλην ἐδίωξας, καὶ ὡράθης στῦλος, φωτοειδὴς καὶ κλῖμαξ ὄντως, πρὸς Θεόν τοὺς πιστοὺς ἐπανάγουσα.
Θεοτοκίον
Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα, τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας μόνη Πανύμνητε, Θεοτόκον· ὅθεν, παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοί σε Παρθένε δοξάζομεν.

ᾨδὴ ς'
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Ὁ νοῦς σου τῇ πρὸς Θεόν, ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος, καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος.

Ναμάτων ζωοποιῶν, τῶν χαρισμάτων τοῦ Πνεύματος, πλησθεῖσά σου ἡ ψυχή, θεόφρον πανόλβιε, ποταμοὺς ἀνέβλυσεν, ἰαμάτων ὄντως, ὀχετοὺς παθῶν ξηραίνοντας.
Θεοτοκίον
Σὲ προστασίαν πιστοί, καὶ τεῖχος κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον.
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπακουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον φῶς τῆς γνώσεως.
Ὁ Οἶκος
Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλά μοι δίδου λόγον Ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.
Στίχοι
• Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
• Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.
• Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.
Στίχοι
• Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
• Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Στίχοι
• Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
• Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.
Στίχοι
• Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
• Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.
Στίχοι
• Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία
• Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ'
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὕψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε.

Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἵλεως ἔσο μοι Παρθένε, καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας, ἐν μοτώσει τῆς σῆς, θεράπευσον πρεσβείας· Εὐλογημένος κράζοντα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η'
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῶν καλῶν τὸ ἀκρότατον, Πάτερ θεοφόρε, ἀκριβῶς κατέλαβες, πτεροῖς κουφιζόμενος, τῶν ἐναρέτων πράξεων, καὶ σὺν ἀσωμάτοις, Δανιήλ ἀνακράζεις· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἡ τοῦ Θεοῦ σε δύναμις, προφανῶς ἐνισχύσασα, φέρειν τοῦ κρυμοῦ, τὸ δυσχερὲς ἐποίησεν, ἡλίου τὸν καύσωνα, τὰς σηπεδόνας τὰς τῆς σαρκός, καὶ τῶν ἐξ αὐτῆς, γεγενημένων σκωλήκων, τὴν κάκωσιν βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νέος Ἰὼβ σὺ πέφηνας, Δανιὴλ ἀξιάγαστε, πλήθει πειρασμῶν, περισχεθεὶς καὶ θλίψεων, Δαυΐδ τὴν πραότητα, καὶ Ἰακὼβ τὸ ἄπλαστον, καὶ τὴν σωφροσύνην, Ἰωσὴφ ἐμιμήσω, κραυγάζων, τὸν Δεσπότην· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οἱ Θεοτόκον Δέσποινα, Παναγία φρονοῦντές σε, ῥήμασιν ἑπόμενοι, τοῖς σοῖς πανύμνητε· σὲ νῦν μακαρίζομεν, ὅτι Θεὸν μακάριον, ἔτεκες ἡμῖν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ δὲ ὑποστάσει, ἀνυμνοῦντες βοῶμεν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ'
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἰδού σοι πύλαι οὐρανῶν, μεταστάντι καὶ τὸν δρόμον τελέσαντι, Πάτερ ἠνοίχθησαν, καὶ τῶν Ἀγγέλων τάξεις ἐδέξαντο· ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε· ὃν ὑμνοῦντες οἱ πιστοὶ μεγαλύνομεν.

Ὡς κρίνον Πάτερ τοῦ ἀγροῦ, ἐν λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, ἱλαρύνων τῷ ἐλαίῳ τῶν πόνων σου.

Στῦλόν σε βάσει ἀρετῶν, στηριζόμενον ἡ κτίσις ἐγνώρισε, πύργον ἀκλόνητον, θαυμάτων βρύσιν, λιμένα εὔδιον, τῶν ἰαμάτων θησαυρόν, δοχεῖον τοῦ Πνεύματος· διό σου σήμερον, Δανιὴλ ἐπιτελεῖ τὸ μνημόσυνον.

Ἡλίου σήμερον ἡμῖν, ἐξανέτειλε φαιδρότερον Ὅσιε, ἡ θεία μνήμη σου, πιστῶν καρδίας καταφωτίζουσα, δικαιοσύνης τῷ φωτὶ ζόφον δὲ διώκουσα, τῶν ψυχοφθόρων παθῶν, ἣν τελοῦντες εὐσεβῶς ἀνυμνοῦμέν σε.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.
Ὁ Εἱρμὸς
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἐν Πνεύματι τῷ Ἱερῷ
Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος, Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε υἱόν, ἠξίωσεν ἀπολαύειν.
Θεοτοκίον, ὅμοιον
Ἐκύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ ὁ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.


ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν Στίχους δ΄. καὶ ψάλλομεν τὰ παρόντα
Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ α΄.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δανιὴλ πανάριστε τὰ σά, θεῖα κατορθώματα, ἀνθρὠπων γένη ἐξέστησαν καὶ κατεπλάγησαν, ἅπαντα Ἀγγέλων, Ἱερὰ στρατεύματα, μεθ΄ ὧν ὑπὲρ ἡμῶν τῶν τελούντων σου, ἀεὶ τὴν ἔνδοξον, θείαν μνήμην Ἱερώτατε, μνημονεύων μὴ παύσῃ πρὸς Κύριον.
Νεκρώσας φρονήματα σαρκός, νυχθημέροις πόνοις σου, Χριστῷ τὸν νοῦν σου ἀνέτεινας, καὶ γνησιώτατος, μύστης καὶ θεράπων, ἀληθὴς γεγέννησαι, ἐν στύλῳ Δανιὴλ ἀνερχόμενος, ὃν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν ὑγείαν ψυχῆς τε καὶ σώματος.
Δανιὴλ μακάριε τῇ σῇ στάσει ἐπὶ κίονος, καὶ ὑπὲρ φύσιν ἀγῶσί σου, πάσας κατέσβεσας σαρκὸς τὰς ὀρέξεις πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν, καὶ τῆς καρδίας τὰ ὄμματα, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Τὸν βίον σου Πάτερ ἐκ παιδὸς, τῷ Θεῷ ἀνέθηκας, ταῖς ἀρεταῖς αὐγαζόμενος, τοῦ θείου Πνεύματος, ἀναβὰς δὲ στύλῳ, ἠξιώθης χάριτος, προλέγειν τῶν μελλόντων τὴν ἔκβασιν, νῦν δὲ θεσπέσιε καὶ ἡμᾶς ἐνθέοις πράξεσι, κοσμηθῆναι πρὸς Θεὸν ἱκέτευε.

Δ ό ξ α. Ἦχος πλ. δ΄.

Τίς μὴ θαυμάσει, τῶν ἀγώνων σου τὰ πλήθη; τίς μὴ ὑμνήσῃ τὴν ὑπομονήν τῆς ἀδαμαντίνης σου ψυχῆς, Δανιἡλ πανθαύμαστε; τὴν ἀένναον προσευχήν, τῶν δακρύων τὴν πηγήν, τὴν πάλην τῶν δαιμόνων, τὰς ἐν τῷ στύλῳ τήξεις, τῆς Ἁγίας σου σαρκός, τὴν σῆψιν τῶν μελῶν, τὰς ἐν ψύχει καὶ καύματι, χρονίους φρυγανώσεις τοῦ σώματος, τὸ ἀεὶ ἐφ΄ ὕψους αἴθριον, ἐν ἄκρᾳ ἐγκρατείᾳ καὶ στερήσει τοῦ ἐνδύματος, δι΄ ὧν τῆς ἀφθαρσίας, τὴν στολήν ἐνδυσάμενος, πρεσβεὑεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιος, ἦχος ὁ αὐτος.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· Φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. ῎Αγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσἱδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε· Πᾶσα πνοή αἰνεσάτω τὸν Παντουργέτην.

Δοξολογία Μεγάλη, Ἐκτενής
καὶ ᾽Απόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐκ τοῦ Κανόνος τοῦ ῾Αγίου
ἡ γ΄ καὶ ς΄ ᾠδές.
Ἦχος Βαρύς. Ψαλμὸς ΡΜΘ΄ .
Καυχήσονται ῞Οσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.
Στίχ· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν...
᾽Απόστολον. Ζήτει τῷ Σαββάτῳ τῆς κζ΄. ἑβδομ, (Γαλ. ε. 22-26, ς΄. 1 -2 )
᾽Αλληλούϊα (γ΄ ) Ἦχος α΄. Ψαλμὸς ΡΙΑ΄.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ. ῾Η Δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Εὐαγγέλιον. Ζἡτει εἰς τὴν Λειτουργίαν τῆς ἑορτῆς τοῦ Ἁγ. Σάββα.
(Ματθ. ια΄. 27-30)
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Στῦλος εὐσεβείας ὤφθης λαμπρός, ἐν στύλῳ ἀνῆλθες, παμμακάριστε Δανιήλ· Ὅθεν ἐκ τοῦ Κτίστου, ἀξίως ἐδοξάσθης, καὶ ἅπασι παρέχεις, χάριν τὴν ἄφθονον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου