Συνολικές προβολές σελίδας

Κυριακή, 30 Σεπτεμβρίου 2012

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ ΨΑΛΛΟΜΕΝΗ ΤΗ 20Η ΝΟΕΜΒΡΙΟΥ ΕΝ ῌ ΑΝΑΜΝΗΣΙΝ ΠΟΙΟΥΜΕΝ ΤΟΥ ΓΕΝΟΜΕΝΟΥ ΘΑΥΜΑΤΟΣ ΑΠΑΛΛΑΓΗΣ ΕΚ ΤΗΣ ΘΑΝΑΤΗΦΟΡΟΥ ΓΡΙΠΠΗΣ ΕΝ ΕΤΕΙ 1918. ΕΙΣ ΘΕΡΜΟΝ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ ΚΑΙ ΤΗΝ ΠΕΡΙΟΙΚΟΝ. Eγράφη υπό Κονταξή Χρήστου Ἐν τῷ μικρῷ Ἑσπερινῷ Ἱστῶμεν στίχους στ΄καὶ ψάλλομεν τῆς Ἁγίας τὰ κάτωθι δ΄. Τῆς Ἁγίας, Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων Παρασκευὴν ἀθληφόρον καὶ παρεστῶσαν δεινοῖς, πιστοὶ Θέρμου ἐνθέως, συνελθόντες συμφώνως, τιμήσωμεν εὐσήμως ὡς ἰατρὸν ἀμισθὶ θεραπεύουσαν ὅτι ἐκ γρίππης παμφθάρτου, βροτολοιγοῦ, θαυμαστῶς ἡμᾶς διέσωσε. Εὐφραίνου, χόρευε, σκίρτα, Θέρμου κωμόπολις, ὅτι ὡς κηδεμόνα, ἀρωγὸν εὐσεβούντων, θεράπαιναν ὑγείας Παρασκευὴν θαυμαστῶς καθιέρωσας· συγκαταβᾶσα προθύμως ἐν συμφορᾷ, σῇ τὴν χάριν ἐναπέθετο. Τῆς σωστικῆς σου προνοίας τίς διηγήσεται, τὸ μέγεθος ὁσία, ταχεῖα προστασία, ἀπάλλαξον ἱκέτας σου χαλεπῶν καὶ δεινῶν περιστάσεων· ὡς κηδεμόνα καὶ θείαν ἡμῶν φρουρόν, χαρμοσύνως μακαρίσωμεν. Πολυωδύνων βασάνων σοῦ τὸ πολύαθλον, ἡτοίμασέ σε μάρτυς Θεοῦ τὴν πολιτείαν· ὡς γὰρ φιλοπονοῦσα τοὺς εὐσεβεῖς ἐν δεινοῖς, συγκατένευσας, ἀποτινάξαι προθύμως ὡς ἰατρὸς πανδημίας τὰ τοξεύματα. Δόξα. Ἦχος δ΄ Σήμερον εὐήκοον οὖς, τῇ τῶν πιστῶν ἱκεσίᾳ, ἐν λιτανείᾳ τὴν εἰκόνα σου περιφέροντες, ἔστησας Παρασκευὴ ἀθληφόρε. Πᾶσαν νόσον ἀπελαύνουσα, ἐκ γρίππης ἐπηρείας ἐλυτρώσω σοὺς δούλους εἰς φιλόχριστον Θέρμον καὶ αὖθις διέκοψας τὸν ζόφον του θανάτου ἐπί τῇ ἐλεύσει σου ἐκ Μάνδρας ἔνθα ἡ ἁγία Μονή σου. Ὅθεν εὐσεβῶς δοξάζομεν πανεύφημε τὴν θείαν σου συγκατάβασιν. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ’ Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος. Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ. Αἶνον θεοπρεπῆ, τῇ σῇ Εἰσόδῳ Μῆτερ, προσάγομεν ὑμνοῦντες, Παρασκευὴν τὴν θείαν, πιστῶν τὴν ἀντιλήπτορα. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Πρόμαχος ἀρραγής, καὶ Μάνδρας ἡ ἱκέτις, τῷ Θέρμῳ ἀνεφάνης, Παρασκευὴ παμμάκαρ, διὸ ἀεὶ γεραίρει σε. Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ὅλη φωτοειδὴς ἐπέστης ἀοράτως, τὴν νόσον καταπαῦσαι, τὸ πάλαι ἐν τῷ Θέρμῳ· κώμη κροτεῖ τὴν χάριν σου. Δόξα. Τριαδικόν. Ἔτρωσεν ἡ Τριάς, καρδίαν τῆς Ἁγίας ἀγάπῃ ἀπεράντῳ, τὴν γρίππην ἐξαλεῖψαι καὶ κώμην ἐκλυτρώσασθαι. Καὶ νῦν. Θεοτοκίον. Ἄχραντε Μαριάμ, Ναῷ εἰσῳκισθεῖσα, δυσώπει τὸν Υἱόν σου, Παρασκευῇ ἁγίᾳ ὑπὲρ τῆς κωμοπόλεως. Νῦν άπολύεις, τὸ τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ. Μετὰ τὸν Προοιμιακόν, τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄καὶ ψάλλομεν τῆς Ἑορτῆς ἰδιόμελα γ΄ καὶ τῆς Ἁγίας γ΄. Ἦχος α’ Τῶν οὐρανίων ταγμάτων. Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται. Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι. Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι. Θερμιωτῶν ἅπας σύλλογος, ἐκ καρδίας συντρέξωμεν, αἶνον χαριστήριον ἀναμέλποντες, Παρασκευῇ τῇ πανσώστιδι· δεινῆς γὰρ ἐρρύσατο, τὴν κωμόπολιν ἡμῶν, συμφορᾶς ἐκ τῆς μάστιγος, καὶ παρέσχετο, τὴν ἐκ γρίππης ὑγείαν, πλουτοδότως, καὶ χαρὰν καὶ εὐφροσύνην, τοῖς κεκμηκόσι ταῖς θλίψεσιν. Ὡς θερμὴν ἀντιλήπτορα, καὶ ὑπέρμαχον ἔνθεον, Θέρμου ἡ κωμόπολις μακαρίζει σε, Παρασκευὴ ἀπαστράπτουσα καινήν σου πανήγυριν, συγκροτοῦσα εὐκλεῶς, καὶ τῆς σῆς ἀντιλήψεως, τὸ ἐξαίρετον, διατόρως κηρύττει ἐκβοῶσα· Σύ μοι ἔφορος καὶ ῥύστις, καὶ ἰατρὸς ἔσο πάνσεμνε. Ὡς λειμὼν θεοφύτευτος, ὁ ναός σου ὁ ἅγιος, ἀληθῶς πανύμνητε ἀναδέδεικται, ξύλον ζωῆς τὴν εἰκόνα σου, ἐν μέσῳ τὴν ἔνθεον, κεκτημένος μυστικῶς, ζωὴν κρείττονα νέμουσαν, τοῖς ἐν πάθεσι, καὶ δεινοῖς ἀσθενείαις νεκρωθεῖσι, καὶ πληροῦσαν εὐφροσύνης, ἅπαν τοῦ Θέρμου τὸ πλήρωμα. Δόξα. Ἦχος δ΄. Σήμερον δεῦτε συνελθόντες ἀποτίσωμεν ἐνθέρμους εὐχαριστίας ἐπὶ τῇ σωστικῇ παρεμβάσει τῆς ὁσιομάρτυρος Παρασκευῆς εἰς τὴν ἐκ γρίππης θανατηφόρον πανδημίαν ἐν Θέρμῳ. Ἡμῶν γὰρ μαστιζομένων, ἔτεινε χεῖρα βοηθείας τῇ λιτῇ ἐν τῇ ἐπισκέψει αὐτῆς ἐκ τῆς ἐκ Μάνδρας ἱερᾶς Μονῆς, προσμετροῦσα τὴν τῶν πιστῶν προσμονὴν καὶ διαχέουσα τὴν χάριν τοῖς κινδυνεύουσι πρὸς ὄλεθρον. Ὅθεν γεραίρομεν εὐχαρίστως τὴν λυτρουμένην ἡμᾶς ἐκ συμφορῶν καὶ ἱκετεύομεν ἀενάως ἵνα σκέπῃ καὶ σώζῃ τοὺς καλοῦντας αὐτὴν εἰς βοήθειαν. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ’. Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος. Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ', 9-14). Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει, Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ. Σο¬φί¬ας Σο¬λο¬μῶ¬ντος τὸ Ἀ¬νά¬γνω¬σμα. (Κεφ. γ', 1-3) Δι¬καί¬ων ψυ¬χαὶ ἐν χει¬ρὶ Θε¬οῦ καὶ οὐ μὴ ἅ¬ψη¬ται αὐ¬τῶν βά¬σα¬νος. Ἔ¬δο¬ξαν ἐν ὀ¬φθαλ¬μοῖς ἀ¬φρό¬νων τε¬θνά¬ναι, καὶ ἐ¬λο¬γί¬σθη κά¬κω¬σις ἡ ἔ¬ξο¬δος αὐ¬τῶν, καὶ ἡ ἀφ᾿ ἡ¬μῶν πο¬ρεί¬α, σύ¬ντριμ¬μα· οἱ δέ εἰ¬σιν ἐν εἰ¬ρή¬νῃ. Καὶ γὰρ ἐν ὄ¬ψει ἀν¬θρώ¬πων ἐ¬ὰν κο¬λα¬σθῶ¬σιν, ἡ ἐλ¬πὶς αὐ¬τῶν ἀ¬θα¬να¬σί¬ας πλή¬ρης. Καὶ ὀ¬λί¬γα παι¬δευθέ¬ντες, με¬γά¬λα εὐ¬ερ¬γε¬τη¬θή¬σο¬νται· ὅ¬τι ὁ Θε¬ὸς ἐ¬πεί¬ρα¬σεν αὐ¬τοὺς καὶ εὗ¬ρεν αὐ¬τοὺς ἀ¬ξί¬ους ἑ¬αυ¬τοῦ. Ὡς χρυ¬σὸν ἐν χω¬νευ¬τη¬ρί¬ῳ ἐ¬δο¬κί¬μα¬σεν αὐ¬τοὺς καὶ ὡς ὁ¬λο¬κάρ¬πω¬μα θυ¬σί¬ας προ¬σε¬δέ¬ξα¬το αὐ¬τούς. Καὶ ἐν και¬ρῷ ἐ¬πι¬σκο¬πῆς αὐ¬τῶν ἀ¬να¬λάμ¬ψου¬σι καὶ ὡς σπιν¬θῆ¬ρες ἐν κα¬λά¬μῃ δι¬α¬δρα¬μοῦ¬νται. Κρι¬νοῦ¬σιν ἔ¬θνη καὶ κρα¬τή¬σου¬σι λα¬ῶν καὶ βα¬σι¬λεύ¬σει αὐ¬τῶν Κύ¬ρι¬ος εἰς τοὺς αἰ¬ῶ¬νας. Οἱ πε¬ποι¬θό¬τες ἐπ᾿ αὐ¬τῷ, συ¬νή¬σου¬σιν ἀ¬λή¬θει¬αν, καὶ οἱ πι¬στοὶ ἐν ἀ¬γά¬πῃ προ¬σμε¬νοῦ¬σιν αὐ¬τῷ· ὅ¬τι χά¬ρις καὶ ἔ¬λε¬ος ἐν τοῖς ὁ¬σί¬οις αὐ¬τοῦ, καὶ ἐ¬πι¬σκο¬πὴ ἐν τοῖς ἐ¬κλε¬κτοῖς αὐ¬τοῦ. Σο¬φί¬ας Σο¬λο¬μῶ¬ντος τὸ Ἀ¬νά¬γνω¬σμα. (Κεφ. γ.' 15.) Δί¬και¬οι εἰς τὸν αἰ¬ῶ¬να ζῶ¬σι, καὶ ἐν Κυ¬ρί¬ῳ ὁ μι¬σθὸς αὐ¬τῶν, καὶ ἡ φρο¬ντὶς αὐ¬τῶν πα¬ρὰ Ὑ¬ψί¬στῳ. Δι¬ὰ τοῦ¬το λή¬ψο¬νται τὸ βα¬σί¬λει¬ον τῆς εὐ¬πρε¬πεί¬ας, καὶ τὸ δι¬ά¬δη¬μα τοῦ κάλ¬λους ἐκ χει¬ρὸς Κυ¬ρί¬ου· ὅ¬τι τῇ δε¬ξι¬ᾷ αὑ¬τοῦ σκε¬πά¬σει αὐ¬τούς, καὶ τῷ βρα¬χί¬ο¬νι ὑ¬πε¬ρα¬σπι¬εῖ αὐ¬τῶν. Λή¬ψε¬ται πα¬νο¬πλί¬αν τὸν ζῆ¬λον αὐ¬τοῦ καὶ ὁ¬πλο¬ποι¬ή¬σει τὴν κτί¬σιν εἰς ἄ¬μυ¬ναν ἐ¬χθρῶν. Ἐν¬δύ¬σε¬ται θώ¬ρα¬κα δι¬και¬ο¬σύ¬νην καὶ πε¬ρι¬θή¬σε¬ται κό¬ρυ¬θα κρί¬σιν ἀ¬νυ¬πό¬κρι¬τον. Λή¬ψε¬ται ἀ¬σπί¬δα ἀ¬κα¬τα¬μά¬χη¬τον, ὁ¬σι¬ό¬τη¬τα· ὀ¬ξυ¬νεῖ δὲ ἀ¬πό¬το¬μον ὀρ¬γὴν εἰς ῥομ¬φαί¬αν. Συ¬νεκ¬πο¬λε¬μή¬σει αὐ¬τῷ ὁ κό¬σμος ἐ¬πὶ τοὺς πα¬ρά¬φρο¬νας· πο¬ρεύ¬σο¬νται εὔ¬στο¬χοι βο¬λί¬δες ἀ¬στρα¬πῶν, καὶ ὡς ἀ¬πὸ εὐ¬κύ¬κλου τό¬ξου, τῶν νε¬φῶν, ἐ¬πὶ σκο¬πὸν ἁ¬λοῦ¬νται, καὶ ἐκ πε¬τρο¬βό¬λου θυ¬μοῦ πλή¬ρεις ῥι¬φή¬σο¬νται χά¬λα¬ζαι. Ἀ¬γα¬να¬κτή¬σει κατ᾿ αὐ¬τῶν ὕ¬δωρ θα¬λάσ¬σης· πο¬τα¬μοὶ δὲ συ¬γκλύ¬σου¬σιν ἀ¬πο¬τό¬μως. Ἀ¬ντι¬στή¬σε¬ται αὐ¬τοῖς πνεῦ¬μα δυ¬νά¬με¬ως, καὶ ὡς λαῖ¬λαψ ἐ¬κλι¬κμή¬σει αὐ¬τούς, καὶ ἐ¬ρη¬μώ¬σει πᾶ¬σαν τὴν γῆν ἀ¬νο¬μί¬α, καὶ ἡ κα¬κο¬πρα¬γί¬α πε¬ρι¬τρέ¬ψει θρό¬νους δυ¬να¬στῶν. Ἀ¬κού¬σα¬τε οὖν, Βα¬σι¬λεῖς, καὶ σύ¬νε¬τε· μά¬θε¬τε Δι¬κα¬σταὶ πε¬ρά¬των γῆς· ἐ¬νω¬τί¬σα¬σθε οἱ κρα¬τοῦ¬ντες πλή¬θους, καὶ γε¬γαυ¬ρω¬μέ¬νοι ἐ¬πὶ ὄ¬χλοις ἐ¬θνῶν· ὅ¬τι ἐ¬δό¬θη πα¬ρὰ Κυ¬ρί¬ου ἡ κρά¬τη¬σις ὑ¬μῖν, καὶ ἡ δυ¬να¬στεί¬α πα¬ρὰ Ὑ¬ψί¬στου. Εἰς τὴν Λιτήν. Ἦχος α΄ Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Θέρμου κωμόπολις, καὶ μεγάλυνον τὰς δυναστείας Κυρίου. Ἰδοὺ γὰρ ἀρωγόν σοι προμηθῆ, παραδόξως ἀνέδειξε, Παρασκευὴν τὴν ἔνδοξον, πανδημίας σε λυτρουμένην, καὶ δι’εὐπραγίας πάσης χορηγοῦσά σοι τὰ πρόσφορα· ὅθεν τὴν ἱερὰν αὐτῆς εἰκόνα, ὡς ὄλβον οὐράνιον καὶ ἰατρεῖον ζωοποιόν, κεκτημένη βόησον· σύ μου πύργος ἰσχύος καὶ προστασίας ἔπαλξις, ὁσιομάρτυς ἀθληφόρε· διὸ γεραίρω εὐχαρίστως, τὴν πρὸς ἐμὲ κηδεμονίαν σου, δι΄ἧς σκέπεις καὶ σῴζεις, ἐξ ἀλλεπαλλήλων θλίψεων, τοὺς καλοῦντάς σε εἰς βοήθειαν. Ἦχος β΄ Ὡς θαυμαστὴ καὶ σωτήριος, ἡ πρὸς ἡμᾶς σου ἀντίληψις, ὁσιομάρτυς Παρασκευή. Τῇ τῆς γρίππης καταφορᾷ προφθάσασα ἡμᾶς διέσωσας καὶ χεῖρα βοηθείας προσέφερας· κατὰ τὴν κλῆσίν σου γὰρ Ἁγία, ἡ χάρις σου ἐκλάμπει. Διὸ πανδήμως συνελθόντες, εὐγνωμοσύνης ὕμνον σοι ᾄδομεν, εὐεργέτιν τε καὶ σκέπην ἐν παντί σε εὑράμενοι, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἦχος γ΄ Ὡς ἐν ἀνάγκαις ἐπικουροῦσα τὴν πρὸς τοὺς πάσχοντάς σου ἔκδηλον, ἐποιήσω ἐπίσκεψιν. Διὸ εὐλαβοῦντες τῇ σῇ προνοίᾳ τῆς βροτοφθόρου μανίας, τῇ σῇ ἐπεμβάσει ἐρρύσθημεν. Ἀλλ, ὦ ἱερωτάτη ἀθλήτρια, ἡ τοῦ Θέρμου ἑτοιμοτάτη ἔφορος, μὴ παύσῃ περιέπουσα ἡμᾶς, τοὺς ἐπιβοωμένους σε. Ἦχος δ΄ Δεῦτε πᾶσα τοῦ Θέρμου ἡ περίοικος, ἐν τῇ μονῇ τῆς Μάνδρας συνέλθωμεν καὶ τὸν εὐαγῆ ναὸν τῆς Ἁγίας Παρασκευῆς καταλαβόντες, ἐν φωναῖς ἀλαλαγμοῦ αὐτῇ βοήσωμεν· Σὺ εἶ ὁ φοῖνιξ ὁ ὑψικόμος, ὁ ζωοδωρήτῳ καρποφορίᾳ, τοὺς θανατηφόρους καρπούς, τῶν δυσαλθῶν ἀσθενειῶν ἀποτρέπων· σὺ εἶ ἡ τὸν τοῦ Θέρμου χριστώνυμον λαόν, τῆς δεινοτάτης ἀπαλλάξασα γρίππης· ὅθεν τὰς ἀφθόνους εὐλογίας σου, ὁσιομάρτυς, ὡς δρόσον γλυκασμοῦ, οὐρανόθεν ἡμῖν ἐπόμβρησον, παρέχουσα ἑκάστῳ τὰ πρὸς σωτηρίαν αἰτήματα. Δόξα. Ἦχος πλ.δ΄. Δεῦτε ἅπαντες πιστοί, δαυιτικῶς βοήσωμεν· θαυμαστὸς εἶ Κύριε ὁ ἐνδοξαζόμενος, ἐν ταῖς βουλαῖς τῶν Ἁγίων σου, καὶ τίς ὑμνήσει Λόγε, τῆς σῆς μεγαλωσύνης τὸ κράτος; Διὰ πάθους γὰρ ζωήν, καὶ δι΄ἀσθενείας δύναμιν, τοῖς ἀθληταῖς σου πρυτανεύεις. Διὸ καὶ Παρασκευὴ ἡ ἔνδοξος, ἡ τῆς εἰκόνος σου σύμφυτος, ὑπὲρ τῆς δόξης σου παθοῦσα, παθημάτων βαρυτάτων καὶ δεινῶν ἀσθενειῶν, ἰατρὸς ἡμῖν ὤφθη ἀπαράμιλλος. Αὐτῆς ταῖς ἱκεσίαις Δέσποτα, σῶσον περιούσιον λαόν, καὶ τῇ πόλει σου παράσχου, εἰρήνην καὶ μέγα ἔλεος. Εἰς τὸν Στίχον στιχηρὰ προσόμοια τὰ παρόντα τῆς Ἁγίας Ἦχος δ΄ Ἔδωκας σημείωσιν. Εἴληφας πανένδοξε, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἰαμάτων χαρίσματα, δι΄ὧν φλέγεις δαίμονας, καὶ διώκεις νόσους, καὶ παρέχεις πᾶσι, τοῖς προσιοῦσί σε πιστῶς, τὴν εὐρωστίαν ψυχῆς καὶ σώματος· διό σου ἐν τοῖς θαύμασι, ἡ τῶν Θερμίων κωμόπολις, καυχωμένη γεραίρει σε, ἐν τῷ θείῳ τεμένει σου. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Νέοι καὶ πρεσβύτεροι, Παρασκευὴ θεοτίμητε, ἐτησίως δοξάζουσι, τὰ θεῖά σου θαύματα, ἅπερ κατειργάσω, καὶ ἤλασας τάχος, τὴν νεμομένην μανικῶς, τὴν δὲ σὴν κώμην τὴν γρίππην ἔνδοξε· ἥνπερ ἀπαύστως φύλαττε, ἀπὸ παντοίας κακώσεως, ἀσινῆ καὶ ἀλώβητον, ἐκ Μονῆς τῆς Ἁγίας σου. Στίχ. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ τὸ πρωῒ ἀγαλλίασις. Ἅπαντας ἐνέπλησας, χαρᾶς ἀφάτου καὶ κρείττονος, ἀσφαλὲς καταφύγιον, ἡνίκα κατέπαυσας, τὴν λοιμώδη νόσον, τοὺς πιστούς σοι Θερμίους, οἵτινες κάλλιστον ναόν, σοὶ ἀνεδείμαντο ἑορτάζοντες, τὴν σὴν λαμπρὰν πανήγυριν, Παρασκευὴ ἀνυμνοῦντές σε, ὡς οἰκείαν ὑπέρμαχον, καὶ σεπτὴν ἀντιλήπτορα. Δόξα. Ἦχος πλ. α΄. Ἐν ᾄσμασι σαλπίσωμεν καὶ ὕμνον χαριστήριον προσάξωμεν γηθόμενοι, ὡς εὐγνωμοσύνης φόρον, τῇ ἱερᾷ ἀθληφόρῳ. Θερμίων συστήματα συντρεχέτωσαν, καὶ τὴν παραδόξως τῆς λαοβόρου νόσου, προμηθείᾳ κρείττονι, ἀπαλλάξασαν ἡμᾶς ταχύ, καὶ βραβεύσασαν ὑγείαν εὐφημείτωσαν. Θέρμου ἡ περίοικος, καὶ ἡ φερώνυμος Μονὴ τῆς Μάνδρας, τὴν θερμὴν ἐν προστασίαις, ἐπαξίως μακαρίσωμεν. Τῶν νοσούντων τὴν ἰατρόν, τῶν θλιβομένων τὴν σκέπην, τῶν πασχόντων προστασίαν, τῶν πταιόντων τὸν ἱλασμόν, τῶν κακουχουμένων τὴν θεραπείαν, τὴν πλουτοδότιν τῶν ἀπορούντων, τῶν καχεκτούντων τὴν εὐρωστίαν, τὴν πάντας ἁπανταχοῦ θερμῶς προφθάνουσαν, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Φιλάγαθε Παρασκευὴ, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης καὶ σῶσον τὴν πόλιν σου ταῖς ἱκεσίαις σου. Καὶ νῦν. Προεόρτιον.Ἦχος δ’ Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης (ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου). Παρθενίαν ἁγίαν τῷ Κυρίῳ ἐνέγκασα, εἶτα καὶ τὸ αἷμα γενναίως, δι΄ἀθλήσεως δέδωκας, διὸ καταστεφθεῖσα ἐξ Αὐτοῦ, ἰάματα πηγάζεις δαψιλῶς, τοῖς τιμῶσι σὴν εἰκόνα θαυματουργόν, ἐν Θέρμῳ (ἐν Μάνδρᾳ) χριστοκάρδιε· γρίππης ἐδίωξας φθοράν, σμήνη ἀκρίδος ἤλασας, καθικετεύουσα Θεόν, Παρασκευὴ πανθαύμαστε. Δόξα. Ἕτερον. Ἦχος δ΄ . Ὁ ὑψωθείς (ἱερομ. Ἀθανασίου Σιμωνοπετρίτου). Θερμήν σε πρέσβιν πρὸς Φιλάνθρωπον ἔχει, Παρασκευὴ ὁσιομάρτυς τὸ Θέρμον, εἰκόνα τὴν ἁγίαν σου τιμῶν πανευλαβῶς· ὅθεν πάντας φύλαττε, τοὺς προσπίπτοντας πόθῳ, ἐκ κακῶν καὶ θλίψεων, καὶ κινδύνων τοῦ βίου, καὶ βασιλείαν χάρισαι Θεοῦ, ἐν ᾗ εὐφραίνῃ, ἁγία πανθαύμαστε. Καὶ νῦν ... Προεόρτιον. Ἦχος ὁ αὐτὸς. Ταχὺ προκατάλαβε. Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν. Καὶ Ἀπόλυσις. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα τῆς Ἁγίας. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος. Τῶν θείων σου θαυμάτων εἰς ὀσμὴν συνδραμόντες, τῆς πνευματικῆς εὐωδίας πληρούμεθα λιταῖς σου· σὺ γὰρ προνοεῖς ἡμῶν ἀεί, καὶ σῴζουσα φυλάττεις ἐκ δεινῶν, τοὺς τῇ σκέπῃ προσιόντας σου τῇ θερμῇ, Παρασκευὴ καλλιμάρτυς· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δεδωκότι σε ἡμῖν μεγίστην ἔφορον. Δόξα καὶ νῦν. Προεόρτιον Ἦχος ὁ αὐτός. Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων. Μετὰ τὴν β΄ στιχολογίαν. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ. Ὡς ἔαρ γλυκερόν, ἐκ τῆς Μάνδρας εἰσήχθη, ἡ θεία σου εἰκών, ἐν Θερμίων τῇ κώμῃ, ἀθληφόρε ἀνάργυρε, τὸν χειμῶνα σκεδάζουσα, ὃν ἐξήγειρεν, ἡ ἐκ τῆς γρίππης νοτία, καὶ παρέχουσα ῥῶσιν, γαλήνην καὶ χάριν, τοῖς νόσῳ στενάζουσι. Δόξα καὶ νῦν. Προεόρτιον. Ἦχος δ’ Ταχὺ προκατάλαβε. Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός. Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῆς Ἁγίας καὶ προεόρτιον. Ἦχος α΄ . Τὸν τάφον σου Σωτήρ. Ἐπῆλθες δραστικῶς τῇ εἰκόνι σου κόρη, τὰ σῶστρα τοῖς πιστοῖς ἀνεδέξω τοῦ θύειν, ὡς ἂν ἐκ τῆς μάστιγος, λυτρωθῶσι τοῦ χείρονος· ὅθεν φέροντες τὴν εὐαγῆ σου εἰκόνα, καὶ τελέσαντες τὰ πρὸς Θεὸν θεοφρόνως, τῆς νόσου ἐρρύσθησαν. Δόξα καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Ἑτοίμη εἰς ναὸν εἰσελθεῖν Θεομῆτορ, χαρὰν πνευματικὴν νηπιόθεν ἐδέχθης τῆς λύπης ἀντίθετον, καταπίστευμα ἅγιον, ἀνακράξωμεν δοξολογίαν ποιοῦντες ἀναμένοντες τοῦ σοῦ νηπίου πληρῶσαι εὐχὴν τῆς ἐλεύσεως. Οἱ Ἀναβαθμοί, τὸ Α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) Δόξα... Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ’ Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου. Πᾶσα πνοὴ, Εὐαγγέλιον τῶν δέκα Παρθένων. Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ. 15: 21-28 Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ὁ Ν΄. Δόξα. Ταῖς τῆς ἀθληφόρου … Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου… Στίχ. Ἐλέησόν με ὁ Θεός… καὶ τὸ ἰδιόμελον. Ἦχος πλ. β΄ Εἰς ταχεῖαν βοήθειαν προσδραμοῦσα ἀναργύρως ἐδωρήσατο Παρασκευὴ ἡ προστάτις διὰ τῆς εἰκόνος τῆς Μονῆς αὐτῆς τὴν ἐκ τῆς ζοφερᾶς γρίππης ἀπαλλαγὴν. Συνωστισμὸς εἰς τάφους διεκόπη τῇ θαυμαστῇ αὐτῆς ἐνεργείᾳ ἀνανεοῦσα δι΄αὐτῆς τὴν τοῦ Θεοῦ παρουσίαν καὶ ἐν Θέρμῳ θερμανοῦσα τὴν ἐκ τῆς μάστιγος ψυχθεῖσαν πόλιν· ὅθεν ἐκχύλισμα ἀκράτου ευχαριστίας γευσαμένη μεσιτεύει ἀεὶ τῷ Θεῷ ὑπὲρ ὑγείας τοῖς κάμνουσι καὶ κατατρυχομένοις ἐκ νόσων καὶ θλίψεων. Εἶτα οἱ κανόνες. Ὁ προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ ἀλφάβητον μέχρι τῆς ζ΄ᾠδῆς. Ποίημα, Ἰωσὴφ. Ὠδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον. Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες. Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε. Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥνπερ ηὔξαντο, πληροῦντες Πάναγνε. Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον. Τῆς Ἁγίας φέρων τὴν ἑπομένην ἀκροστιχίδα. Θέρμον τὰ σῶστρά σοι Παρασκευὴ θύει. Χρήστου. Ἦχος ὁ αὐτός. Ἀνοίξω τὸ στόμα μου. Διάρας τὸ στόμα μου, Παρασκευῆς τῆς προστάτιδος, Τριὰς ὑπεράγαθε, ὅπως ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια, ἐπίλαμψιν αἰτοῦμαι, δι΄ὧν σῴζει ἅπαντας, νόσων καὶ θλίψεων. Ἀκούσασα θλίψεων, πάντας προφθάνεις ὡς τάχιστα, ἁγία πανεύφημε, τῶν θλιβομένων δεινῶς, καὶ τοῖς κάμνουσι, νοσήμασιν ἀτρύτοις, ὑγείαν καὶ λύτρωσιν, νέμεις τερψίθυμον. Φωνὴν χαριστήριον, Παρασκευὴ ἀναμέλπει σοι, τοῦ Θέρμου κωμόπολις, ἀπορρυσθεῖσα ποτέ, τῇ προνοίᾳ σου, ἐκ γρίππης βαρυτάτης, καὶ χαίρει κηρύττουσα, χάριν τὴν ἄφθονον. Θεοτοκίον. Ἡλίου λαμπρότερος, ὁ ἐκ νηδύος σου Ἥλιος, ἐκ μήτρας ἀνέτειλε, θεογεννῆτορ Ἁγνή, καὶ ἐπλήρωσε, χαρᾶς καὶ εὐφροσύνης, τὰ σύμπαντα ἅπαντα, σώσας τὸν ἄνθρωπον. Προεόρτιος ᾨδὴ γ΄. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον. Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν. Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν. Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν. Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι' οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν. Τῆς Ἁγίας. Τοὺς σοὺς ὑμνολόγους. Τρυχόμενοι νόσῳ πανωλέθρῳ, τοῦ Θέρμου οἱ κάτοικοι ποτέ, Παρασκευὴ θεινόμενοι, σὲ ἰατρὸν ἀνάργυρον, ἐν ἄλγει σε εὑράμενοι, τῆς συμφορᾶς ἀπηλλάγησαν. Ἀὴρ μολυνθεὶς ὁ ζωογόνος, καὶ πᾶσι τοῖς πνέουσιν αὐτόν, τὸν ὄλεθρον ποιούμενος, τὴν νόσον διεξέτεινεν, ἀλλ΄ἐκ θανάτου ἤρπασας, Παρασκευὴ ἀγρυπνήσασα. Ἀέναον σώτειραν καὶ ῥύστιν καὶ πρύτανιν ἀγαθοποιόν, λαμπρῶς σε ἐπιγράφεται, παγχρύσοις τε τοις γράμμασι, τοῦ Θέρμου ἡ κωμόπολις, φυλαττομένη τῇ σκέπῃ σου. Θεοτοκίον Νηπίων εἰσόδου καθηκόντως ἐκ νόμου ἀρχὴν πνευματικήν, προώρισται τὴν ἔνδοξον γευθῆναι καὶ ἀθάνατον Παρθένε θείαν τράπεζαν καὶ εὐφροσύνην οὐράνιον. Κάθισμα. Κατεπλάγη Ἰωσὴφ. Κηδεμόνα προμηθῆ καὶ σὲ προστάτιν ἐσσαεί, ἡ κωμόπολις ἡμῶν σὲ μακαρίζει πανδημεὶ, ὡς πεποιθυῖά τῇ σκέπῃ σου Ὁσιομάρτυς· Ἀλλ΄ἔσωσας ἡμᾶς, ἐκ τῆς ἐκ πάλαι ἀρᾶς, ἐκ θλίψεως δεινῆς διὰ εἰκόνος τῆς σῆς, Παρασκευὴ, καὶ ῥύου ἐκ μαστίγων καὶ λαοφθόρων δεινῶν σου πιστούς. Διὸ ὑμνοῦμεν τῆς χάριτός σου ἔμπυρον μεσιτείαν. Δόξα. Καὶ νῦν ... Προεόρτιον, ὁ αὐτὸς. Ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι, καὶ χαίρει ἐπ' αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρχομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν. Χαρὰν μηνύει, ἡ πρόοδος σου, Κόρη παρθενομῆτορ. Προεόρτιος. Ὠδὴ δ’ Ὁ Εἱρμὸς. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. Ἱεραὶ προήγγειλαν γλῶσσαι Σεμνή, ἔσεσθαι χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτο σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπαδηφοροῦντες εἰς Ἅγια. Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδίζων καὶ φέρων σε, μέτ' εὐφροσύνης, εἰς τὸν ἅγιον Ναόν, ναὲ Θεοῦ πανάγιε, ἄχραντε πανάμωμε Δέσποινα. Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρατον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐφροσύνης τοῖς πέρασι. Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύϊ, ἐργαζόμενος ἡμῶν, τὴν σωτηρίαν Ἄχραντε, χάριτι δι' ἄφατον ἔλεος. Τῆς Ἁγίας. Τὴν ἀνεξιχνίαστον. Τὴν ἀνερμηνεύτως ἐκβάσεις ἡμῖν, χαρμοσύνους ἔνειμε χάριτος, τῆς οὐρανίου· ἡ χριστώνυμος διὸ, Παρασκευὴ, κωμόπολις, εὐχαρίστῳ γλώσσῃ λαμπρύνει σε. Τοῖς θεοφορήτοις πρεσβείαις ἡμῖν, εἰσηγήσω μάρτυς τὴν λύτρωσιν, ἐκ τοῦ κινδύνου, καταφέρουσα φθοράν, πανδημικῆς ἁλώσεως, ἐκ τῆς ἀσθενείας τῆς μάστιγος. Τῆς μεγαλωσύνης σου ἔνθεον νοῦν, οι ἐν Θέρμῳ ᾄδουσι σύσσωμοι, εὐλογημένη· εὐσεβεῖς Παρασκευή, οἱ οἰκισταὶ ἀνήγειραν τὸν ναόν σου πίστει εἰς εὔνοιαν. Θεοτοκίον. Τὸ κατοικητήριον Μῆτερ Θεοῦ, ἐκ νηπίου ἔμελλες γίγνεσθαι, ἐν τῇ Εἰσόδῳ· Παναγία ἀληθής, ἐν τῇ ζωῇ ἐβάδισας, καὶ προσέχεις ἄλγει στενάζοντας. Προεόρτιος. Ὠδὴ ε’ Ὁ Εἱρμὸς. Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα. Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῶ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκασμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τήν πικρίαν ἐξαίροντα. Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννησις, ξένη σου ἡ Πρόοδος Παρθένε, ξένη ἡ ἔνδον τοῦ ἱεροῦ ἀγωγή, ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄχραντε. Ὅλην σε ἡγίασε, τὸ πνεῦμα τὸ Πανάγιον, ἔνδον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον, Νύμφη τοῦ Πατρὸς περικαλὴς· ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου Γεννήτρια. Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθημι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν καταπεσοῦσάν μου ψυχήν, καὶ ἐξασθενήσασαν, ἡδονῶν ἐπικλύσεσι. Τῆς Ἁγίας. Ἐξέστη τὰ σύμπαντα. Ἱλέῳ σου ὄμματι, ἐπέβλεψας ὡς ἥλιος, οἷα ἀρωγὸς τῶν θλιβομένων, Παρασκευὴ φθορᾶς ἀπηλλάξω ἡμᾶς, καὶ τῇ ἀοράτῳ σου ῥοπῇ, ἀσθενείας ἔπαυσας τὴν ὁρμὴν τὴν ἀκάθεκτον. Ἁγνῆς τὰ Εἰσόδια, φαιδρῶς προερτάζοντες, συνεπικροτήσωμεν εὐθύμως, τὴν ἐκ θαυμάτων νεοφανῆ ἑορτὴν, τῆς Παρασκευῆς τῆς σωστικῆς εὐφροσύνως χαίροντες, καὶ λαμπρῶς ἑορτάζοντες. Ἀγάπῃ συνέδραμον, νηστείαν καὶ μετάνοιαν, καθομολογοῦντες τῷ Κυρίῳ, πάλαι τοῦ Θέρμου οἱ οἰκισταὶ ἐν σπουδῇ, καὶ ἐν μεταγνώσει ἀληθεῖ, πίστει ἐμφορούμενοι, ἐκ τῆς γρίππης ἐσώθησαν. Θεοτοκίον. Ῥημάτων ὡς ἤκουσας, τοῦ σοῦ Υἱοῦ Πανάμωμε, ἀποκαλυφθείσης σωτηρίας, εὐηγγελίσω πρώτη παντὸς γηγενοῦς, τὴν τοῦ ᾍδου λύσιν παντελῆ, καὶ Ἀδὰμ τὴν ἔγερσιν, καὶ τοῦ κόσμου τὴν λύτρωσιν. Προεόρτιος. Ὠδὴ ς’ Ὁ Εἱρμὸς. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. Ῥωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθένου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστερὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέασι. Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κόραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον Ναὸν χορεύουσαι. Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφητῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅγια τίθεται, τῷ Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμενος. Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος. Τῆς Ἁγίας. Τὴν θείαν ταύτην. Παρασκευὴ ἡμᾶς ἔσωσας, τῆς γρίππης τὴν μανίαν καθήλωσας, ταχὺ τὸ πρότερον, οὕτω καὶ νῦν ἐπιφάνηθι, καὶ πᾶσαν εὐπραγίαν, ἡμῖν πρυτάνευσον. Ἁγιαστήριον ἔνθεον, καὶ στήλην εὐσεβείας περίδοξον, Θέρμου οἱ κάτοικοι Μονὴν λαμπράν σοι ἀνήγειραν, κοινῶς Παρασκευὴ σοὶ δεήσεις πέμπουσι. Μεγαλωσύνην καὶ αἴνεσιν, ἐν πράξεσιν εὐλάβειαν ἔχοντες, εὐσήμως ᾄσωμεν Παρασκευῇ προσευχόμενοι, εὐγνωμοσύνης φόρον ταύτῃ προσφέροντες. Θεοτοκίον. Πλήρης φωτὸς ὑπὲρ ἔννοιαν, ἡ Εἴσοδος Παρθένε ἡτοίμασε, ζωῆς τὴν ἔκλαμψιν, καὶ αἰωνίαν ἀπόλαυσιν, θανάτου τῆς φθορᾶς ἀπήλλαξας Δέσποινα. Κοντάκιον.Προεόρτιον. Ἦχος δ΄Ἐπεφάνης σήμερον. Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος. Τῆς Ἁγίας.Ἦχος πλ.δ΄ Τῇ Ὑπερμάχῳ. (Ἱερομ. Ἀθαν. Σιμωνοπετρίτου). Σεπτὴν εἰκόνα προσκυνοῦντές σου χριστόαθλε, Παρασκευὴ καθικετεύομεν οἱ δοῦλοί σου ἀπὸ πάσης περιστάσεως σκέπε Θέρμον, ἐκδιώκουσα τὰς νόσους ταῖς πρεσβείαις σου, καὶ τὰ νέφη τῶν παθῶν καταπραΰνουσα, ὅπως μέλπωμεν· Χαίροις Μάρτυς ἀοίδιμε. Ὁ Οἶκος. Ῥωσθεῖσα χάριτος θαυμάτων ζωοδόχων μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν λιτήν σου καὶ συνελθόντων ἔνδον τῆς Μονῆς σου· ἐν τῷ ναῷ γὰρ παρεστῶτες ἱκετεύομεν ἔμπροσθεν τῆς εἰκόνος σου διὰ τῶν ὕμνων καὶ μεγαλοφώνως τιμῶμέν σε· Χαῖρε, σωστικὴ τοῦ Θέρμου παρουσία· χαῖρε θεϊκῆς προνοίας κατοικία. Χαῖρε, τῆς Μονῆς σου ἐν Μάνδρᾳ ὑπέρμαχος· χαῖρε τῶν νοσούντων εὐεργέτις ἐξαίρετος. Χαῖρε ἰαμάτων ἀφθόνων ποτήριον· χαῖρε τοῦ Χριστοῦ φωτεινὸν ἱλαστήριον. Χαῖρε δι΄ἧς γέμει εὐφροσύνης ὁ λαός, χαῖρε δι΄ἧς πληροῦται ἡ κωμόπολις φωτός. Χαῖρε τοῦ ἐλέους ἡ σεμνὴ προμηθεία, χαῖρε τῶν θλιβομένων θερμὴ παραμυθία. Τῇ αὐτῇ ἡμέρᾳ ἀνάμνησιν ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος τῆς Ἁγίας ἐνδόξου Ὁσιοπαρθενομάρτυρος Παρασκευῆς, ἀπαλλαγῆς ἐκ τῆς θανατηφόρου γρίππης, ἐν ἔτει 1918. Στίχοι. Παρασκευή, Θεῷ τὸ θρἀσος ἔχουσα, γρίππης ἀπαλλαγὴν δεικνύει τάχει. Πανωλεθρίαν ἡ σὴ πρεσβεία ἀθληφόρε, τῇ γρίππῃ κατειργάσατο ἐν Θέρμῳ. Τῆς Ἁγίας ἡ εἰκὼν λιτανευθεῖσα εἰς Θέρμον καὶ τὴν περίοικον, πεζῇ ἀπὸ τῆς ἐν Μάνδρᾳ Μονῆς αὐτῆς ἐν Νοεμβρίῳ εἰκοστῇ 1918 ἔτει συνέτεινεν εἰς τὴν πλήρη ἀπαλλαγὴν ἐκ τῆς πανδημίας γρίππης ὥστε, ἐνῶ πρότερον ἐπὶ τρεῖς μῆνας ἀπέθνησκον ἐξ αὐτῆς 2-12 ἀσθενεῖς καθ΄ἡμέραν, ἀπό τῆς λιτανεύσεως διεκόπησαν παντελῶς τὰ θανατηφόρα περιστατικά, ἀλλὰ καὶ οἱ προσευχόμενοι ἐν τῇ θέᾳ τῆς εἰκόνος ἀσθενεῖς ἐθεραπεύοντο. Προεόρτιος. Ὠδὴ ζ’ Ὁ Εἱρμὸς. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε. Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν. Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει. Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. Τῆς Ἁγίας. Οὐκ ἐλάτρευσαν. Λιτανεύοντες εἰκόνα σου, πανσέβαστον, τῇ εὐδοκίᾳ σου, Παρασκευὴ ἀγαθή, τὸ Θέρμον ἐκράτυνας, ὡς πλοῦτος ἄσυλος, καὶ ἀκένωτον, τῇ πρὸς ἡμᾶς ἀρρήτου σου, συμπαθείας χορηγεῖον. Συνθλιβόμενοι, τοῦ Θέρμου οἱ οἰκήτορες, καὶ ἀποθνήσκοντες, τῇ ἐκ τῆς γρίππης πληγῇ, τὸν ἄωρον θάνατον, ὀξὺν ἀκέστορα, παρ’ἐλπίδα σε ἐφεύραντο πανεύφημε καὶ ἐρρύσθησαν τῆς νόσου. Ὑδατόρρυτος, νεφέλη ἀναψύχουσα, ἡ σὴ ἐπίσκεψις, ὤφθη τῷ Θέρμῳ ποτέ, τῆς γρίππης τὴν πάμβορον φλόγα σβεννύουσα, καἰ δροσίζουσα, τοὺς χαλεπῶς πυρέσσοντας, τῇ τῆς νόσου ἐπιτάσει. Θεοτοκίον. Ἀναμένεται ἡ Εἴσοδος, Πανάμωμε, ὡς καλλιέρημα τοῦ ζωοδότου Θεοῦ, προνοίας ἐπίτευγμα, καὶ ἐλατήριον τῶν τιμώντων σε, μετάνοιαν ποιήσασθαι τῆς ἁγίας τῇ ὠθήσει. Προεόρτιος. Ὠδὴ η’. Ὁ Εἱρμὸς. Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἄκουε σύνες πρεσβῦτα σοφέ, τῷ Ζαχαρίᾳ Ἄννα φησί· Βουλήσει θείᾳ ἣν ἔσχον παῖδα σεμνήν, γενναίᾳ ψυχῇ ὑπόδεξαι. Δι' αὐτῆς γὰρ ἔσται λύτρωσις, καὶ εἰς ναόν τὸν ἅγιον, ἀνάθου ταύτην βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Εὐλογητὸς μόνος Κύριος, ἐβόησεν ὁ ἱερεύς· Ζωῆς εἰσόδους νῦν ὑπεμφαίνεις σαφῶς, ἡμῖν φανερώσας ὅπερ μέλλει οἰκεῖν, θεοχώρητον παλάτιον, Χριστὸς ὁ Βασιλεύς τοῦ παντός· πρὸς ὃν βοᾷ πᾶσα γῆ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἰδοὺ πρεσβῦτα σοφώτατε, ἡ Ἄννα ἔφησεν εὐλαβῶς, Καλλίστην παῖδα, ἣν δέδωκέ μοι Θεός, λαμπρῶς ὑποδέχου καὶ προφήτευε. Μόνην μέλλουσαν εἰς πράγματα, προφέρειν τὰ κηρύγματα, μεθ' ὧν βοᾷς Προφητῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Νῦν ἔγνων γύναι σαφέστατα, προφρόνως ἔφη ὁ γηραιός· Ξύλον ἐν μέσῳ ὡς ἐκβλαστάνει ναοῦ· Ὅπερ ἐξανθήσει θεῖον ὄντως καρπόν, Παραδείσῳ εἰσοικίζοντα, τούς βρώσει ἐξωσθέντας φθορᾶς, ἀναβοῶντας χαρᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ῥητὸν ἀρρήτων μυήσεων, ἡ σὴ ψυχὴ Κόρη σεμνή. Σαφῶς ὑπάρξει ὁ Πρέσβυς ἔφη τρανῶς· Τὸν θεῖον ἰδοὺ Παρθένε οἴκει ναόν· Ὑπ' Ἀγγέλου τρεφομένη γάρ, βουλῆς μεγάλης Ἄγγελον κυήσεις, ᾧ μελῳδῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Φωνὴν σοι ᾄδομεν Κόρη ἁγνή, περιχαρῶς τοῦ Γαβριήλ. Χαῖρε τῆς πάντων αἰτία μόνη χαρᾶς. Ψυχῶν χαῖρε καθαρτήριον· Ὡς κυήσασα τὴν κάθαρσιν, ἡμῶν καὶ ἀπολύτρωσιν, τῶν μελῳδούντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Τῆς Ἁγίας. Ἄκουε Κόρη. Εἶδον σε ὄψει ἁγία σεμνή, ἐλθοῦσα γὰρ Παρασκευὴ ἐν τῇ εἰκόνι σου, πάντες οἱ γηγενεῖς, οἰκήτορες εὐσεβείας δυνάμει Θεοῦ, Κυρίῳ ἐλιτάνευον πανάξιόν σου σκήνωμα, ἐν κατανύξει πολλῇ· Τὴν ὑγείαν, δὸς ἡμῖν ἔχουσα ὦτα ἐγκύπτοντα. Γνῶσιν ποικίλων θαυμάτων ἡμεῖς, λαβόντες ἐν τῷ τῆς εἰκόνος σου ὁράματι, πάντες οἱ ἀσθενεῖς, ἐν σώματι ἐκτελοῦμεν θείαν βουλήν, καὶ ὡς ἰατρεῖον ἄμισθον, τῆς γρίππης καθαρτήριον, ἐπιστασίαν τὴν σὴν, ἐξυμνοῦμεν φύλαξ τῶν δίψῃ ζητούντων τὸν Κύριον. Ῥῶσιν προχέει πιστοῖς σου πηγή , ναός σου, Παρασκευή, κόσμημα πολύτιμον, ἤγειραν ἱερόν, οἰκήτορες ἐξ ἀγάπης Θέρμου πιστοί, ὡς τῶν θαυμασίων μέγα στηλογράφημα σωτήριον· συναθροισθέντες αὐτῷ, ἀνυμνοῦμεν, μάρτυς, τὴν χάριν λυτρώσεως μάστιγος. Ἔρρηξας φύσεως νόμον σεμνή, ἐν Θέρμῳ, Παρασκευή, γρίππην κατενίκησας, νόσον ὀδυνηράν, καὶ λύτρωσιν ἐκομίσω ἰσχύϊ Χριστοῦ, ὡς τῶν ἰαμάτων ἔδειξας φιλόστοργον τὴν κλῆσίν σου· ἀποκριθεῖσα πιστοῖς, τῶν βασάνων, μάρτυς, καθεῖλες τῆς νόσου ἐπίθεσιν. Θεοτοκίον. Ἄφατος ,κόρη, χαρὰ καὶ τρυφή, καὶ χάρις εισοδικῶς ἄρχεται λυτρώσεως,νήπιον ἱερόν, εἰς σύμπαντα δαψιλῶς ἀξίως βροτοῖς, τῆς παλινζωίας λίκνον ζωοδώρητον ἐπέρχεται, τριετιζούσης Ναῷ· Πλατυτέρα σῶσον λαόν σου ἐκ θλίψεων ἅπαντα. Προεόρτιος Ὠδὴ θ’ Ἧς ἡ Ἀκροστιχίς, Ἰωσὴφ. Ὁ Εἱρμὸς. Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. Ἴδε τοῦ Θεοῦ, τὸ ὄρος τὸ ἅγιον, μετὰ λαμπάδων φαιδρῶν, ἔνδον εἰς τὰ Ἅγια, βαδίζει λίθος ἐξ οὗ τμηθήσεται, καί τους βωμοὺς καὶ ξόανα, δαιμονικὰ λεπτυνεῖ, τοὺς βροτοὺς δέ, ἑαυτοῦ ἐργάσεται, καὶ ναοὺς καὶ σεπτὰ καταγώγια. Ὤμοσε Θεός, καὶ νῦν ἐκπεπλήρωκε, φυλῆς Ἰούδα ἡμῖν, δοὺς τὴν ἀειπάρθενον, ἧς ἡ κοιλία ξύλον βλαστήσει ζωῆς, θανατηφόρου βρώσεως, ἀπολυτρούμενον, τοὺς τῇ πτώσει ταύτης ὑποκύψαντας, καὶ κλαπέντας ἀπάτῃ τοῦ ὄφεως. Στόματι λαμπρῷ, ἡ Ἄννα ἐβόησεν, ἐν τῷ ναῷ τοῦ Θεοῦ· Σοὶ προσανατίθημι, ἣν μοι παρέσχου παῖδα ὦ Δέσποτα, ἐξ ἧς δι' οἶκτον ἄφατον, σωματοφόρος ὀφθείς, διασώσεις, κόσμον ὅν περ ἔπλασας, μεγαλύνων αὐτὴν ὡς μητέρα σου. Ηὔγασεν ἰδού, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν δεινῶν, πύλη ἐπουράνιος, ναοῦ τὰς πύλας ἀναπετάσασα, μετὰ λαμπάδων πρόεισιν, ἔνδον εἰς Ἅγια, ὑφ' ἁγίας, τρέφεσθαι δυνάμεως, εἰς ἁγίαν Θεοῦ κατασκήνωσιν. Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, ὅπως μὴ ἐπέλθῃ μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ' αὐτή με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος. Τῆς Ἁγίας. Ἅπας γηγενής. Σκέπη ἀσφαλής, καὶ φύλαξ σωτήριος, καὶ διαγνώσασα, τῇ βουλῇ τοῦ κρείττονος, τῆς γρίππης πάθος, κίνδυνον ἐπώδυνον· Παρασκευὴ, ταχύπτερον πρὸς ἡμᾶς πρόνοιαν, δι΄ἧς σῴζεις πάντας πάσης θλίψεως, ἀνυμνοῦμεν, Χριστὸν μεγαλύνοντες. Ἴδε εὐμενῶς, εὐσπλάγχνῳ σου βλέμματι, ὡς ἀκεσώδυνος, τοὺς ἐν τῷ τεμένει σου, ἀθροιζομένους καὶ ἐξαιτοῦντάς σε, καὶ πᾶσι τὰ σωτήρια δίδου αἰτήματα, ἐν ἀγάπῃ, κυβερνῶσα, ἔνδοξε, τὴν παροῦσαν σεπτὴν κληρουχίαν σου. Μνήμην ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν, τῶν θαυμασίων σου, συγκροτοῦντες σήμερον, Παρασκευὴ σὺν Χριστῷ γηθόμενοι, ἐν τῷ σεπτῷ τεμένει σου πάντες συνήλθομεν, οἱ ἐν τῷ Θέρμῳ, πόθῳ ἐκβοῶντές σοι· χαῖρε Θέρμου θεόσδοτε ἔφορε. Θεοτοκίον. Ὕδωρ ζωηρόν, πρὸς δόξαν ἁλλόμενον τὴν ὑπερκόσμιον, πότισόν με Ἄχραντε, τὸν ἐν τῇ δίψῃ παθῶν τηκόμενον· μὴ οὖν παρίδῃς δέομαι τὴν ἱκεσίαν μου· εἰ γὰρ Κόρη, καὶ πολλὰ ἐξήμαρτον, ἀλλ΄ἐκ σοῦ τὰς ἐλπίδας μου ἤρτησα. Ἐξαποστειλάριον τῆς Ἁγίας καὶ τὸ τῆς Ἑορτῆς Ὁ οὐρανὸν τοῖς ἄστροις. Ἦχος γ΄ Ἡ τῶν Θερμίων προστάτις καὶ ἀρωγὸς θεοειδής, πάσης ἀνάγκης καὶ λύπης καὶ ἀσθενείας βλαπτικῆς, ἀπήμονας ἡμᾶς τήρει, Παρασκευὴ θεοφόρε. Προεόρτιον, Τοῖς Μαθηταῖς συνέλθωμεν. Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεοτόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τὰς εἰσόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην, καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρθένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κόσμον σῴζει. Εἰς τοὺς αἴνους Ἱστῶμεν στίχους δ΄καὶ ψάλλομεν στιχηρὰ προσόμοια τῆς ἁγίας δ΄. Ἦχος α΄ Πανεύφημοι μάρτυρες. Τὸ Θέρμον εὐφραίνου πανδημεί, ὅτι ἐν σοὶ κέκτησαι, ὡς θησαυρὸν ἀναφαίρετον, τὴν χαριτόβρυτον, καὶ σεπτὴν εἰκόνα, τῆς ὁσιομάρτυρος, καὶ θείας Παρασκευῆς τῆς σώστιδος, δι΄ἧς λελύτρωσαι, τῆς πικρᾶς πάλαι χειρώσεως, νῦν δὲ πάσης ἐναντίας μάστιγος. Εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὅτι χαρᾶς εἴσοδος τῆς κορασίδος συνάξωμεν, μνήμην ἑόρτιον, τῶν πολλῶν θαυμάτων, τῆς ὁσιομάρτυρος, Παρασκευῆς τῆς θείας συνήλθομεν ἐν Θέρμῳ σήμερον· ὅτι φύλαξ ἀπροσμάχητος, ἡμῖν ὤφθη, ἰατρός τε καὶ ἄριστος. Λιτῇ τῆς εἰκόνος σου σεμνή , θαυμαστῶς διέσωσας, κώμην ἐκ γρίππης καὶ λύτρωσιν, ἡμῖν ἐπέφερες, ἀναιροῦσα θλίψιν καὶ φλόγας σβεννύουσα, Παρασκευὴ ὁσία πανύμνητε, τοῦ Θέρμου σκέπαστρον· ὅθεν μάρτυς ἀκατάβλητε ἡμᾶς ῥύου προδήλου κακώσεως. Ὁσία καὶ Μάρτυς τοῦ Χριστοῦ, καὶ σκεῦος πολύτιμον, Παρασκευὴ θεοδόξαστε, τοῦ θείου Πνεύματος, τοὺς φαιδρῶς τελοῦντας, τὴν ἐκ γρίππης λύτρωσιν, κινδύνων πολυτρόπων ἀπάλλαττε, καὶ αἴτει πάντοτε, τῶν πταισμάτων τὴν συγχώρησιν, τοῖς τιμῶσι, τοὺς λαμπροὺς ἀγῶνας σου. Δόξα. Ἦχος πλ.β.΄ Χειμῶνος ποτὲ νοητοῦ, ἐνσκήψαντος τῷ Θέρμῳ, τῇ ἐντάσει τῆς γρίππης, οἶκοι ἠρημοῦντο, καὶ τάφοι ἐπληροῦντο, καὶ τὰ πάντα τῇ θλίψει συνείχοντο· ἀλλ΄ἐπιφανεῖσα ἡ ταχεῖά σου ἀντίληψις, ὁσιομάρτυς ἀθληφόρε, τὰ ἐκ τῆς νόσου δεινά, ἐκποδὼν ἐποίησεν· ὅθεν τὴν ἀνάμνησιν ἄγοντες, τῆς ἐξαισίου θαυματοποιΐας σου, ἐν τῇ σεπτῇ Μονῇ σου συνήλθομεν, ἱκετικῶς βοῶντές σοι· Ὡς πάλαι προφθάσασα διέσωσας ἡμᾶς, οὕτω καὶ νῦν μὴ παύσῃ , Παρασκευή, προνοεῖν ἡμῶν, τῶν σὲ προστάτιν θερμὴν κεκτημένων. Καὶ νῦν. Προεόρτιον. Ἦχος α’ Γεωργίου Νικομηδείας. Ἀγαλλιάσθω σήμερον, ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· Ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται· Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν· Ἀπενεχθήσονται φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Δοξολογία μεγάλη καὶ Ἀπόλυσις. Εἰς τὴν Λειτουργίαν. Τὰ συνήθη. Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Ἁγίας. Τῆς ἁγίας Παρασκευῆς Προκείμενον. Ἦχος δ' Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 3:23-29, 4:1-5 Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ἀλληλούϊα. Ἦχος δ΄ Ὑπομένων ὑπέμεινα τὸν Κύριον. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. ________________________________________ Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Μάρκον (Μάρκ. ε´ 24-34.) Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσαἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ ᾿ησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντάσε, καὶ λέγεις τίς μου ἥψατο;καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. Μεγαλυνάρια. (Ἱερομονάχου Ἀθανασίου Σιμωνοπετρίτου). Ἐπιδεῖξαι θέλουσα ἐφ’ ἡμᾶς τὴν συμπάθειάν σου, ἀθληφόρε Παρασκευή, ὅθεν καὶ δακρύεις καὶ γρίππην φυγαδεύεις, καὶ πάντα θεραπεύεις ἡμῶν νοσήματα. Θέρμην τῆς ἀγάπης σου πρὸς Χριστόν, δὸς τοῖς σοῦ ἱκέταις ἀθληφόρε Παρασκευή, πόθῳ προσκυνοῦσι, σὴν πάνσεπτον εἰκόνα, καὶ λύσιν αἰτουμένοις πάσης κακώσεως. Φύλαττε πρεσβείαις σου πρὸς Χριστόν, ἐκ κακοῦ θανάτου, καὶ ὀργῆς θεομηνιῶν, Θέρμον σου δοξάζον Παρασκευὴ τὴν μνήμην, καὶ προσκυνοῦν μορφήν σου, θαυματοβλύζουσαν. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Δίστιχον. Παρασκευὴ πρόσδεξαι τοῦτον τὸν ὕμνον Ὅν σοι Χρῆστος εἰσήνεγκεν ἄρτι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου